§464προστάτας τοὺς αὐτοὺς μὰ τοὺς θεοὺς ἔγωγε οὐκ ἐπινοῶ.
但是,指天发誓,我绝不认为我们会拥有同样的领导者。
ἀλλὰ κἂν ἐξ ἴσου δέῃ τὴν συμμαχίαν ποιεῖσθαι, θαρρῶν ἂν εἴποιμι Θηβαίους μᾶλλον αἱρεῖσθαι, οὓς ὅτι κρείττους Λακεδαιμονίων αὐτοὶ λέγουσιν οὗτοι.
但即使必须在平等条件下缔结盟约,我也可以自信地说,我们更应当选择忒拜人,因为正是这些人自己也说,忒拜人比拉刻代蒙人更强大。
τὸ δὲ τοῖς κεκρατημένοις καὶ τοῖς ἠτυχηκόσιν εἰς ἴσον ἐλθεῖν οὐδʼ ὑπερβολὴν αἰσχύνης ἀπολιπεῖν νομίζω.
至于与那些被征服和遭遇不幸的人平起平坐,我认为这简直是无以复加的耻辱。
πότε γὰρ πλεῖον, ὦ Ἀθηναῖοι, Λακεδαιμονίων ἕξομεν, εἰ νῦν ὅτʼ εἰς χρείαν ἡμῶν ἐληλύθασιν, ἐξ ἴσου γιγνόμενοι στέρξομεν;
雅典人啊,如果现在当他们需要我们的时候,我们却满足于与他们平起平坐,那么我们什么时候才能对拉刻代蒙人占有优势呢?
εἰ δʼ ἐπωνυμίας σεμνότητα σκοποῦσιν, ἢ πρὸς δόξαν ὀνόματος τὰ τοιαῦτα κρίνουσιν, ἀρχηγέται Θηβαῖοι τούτων εἰσὶν οὓς θαυμάζουσι.
但如果他们看重头衔的尊严,或者根据名号的声誉来判断此类事物,那么他们所赞美之物的先驱正是忒拜人。
μὴ οὖν ὡς φαυλοτέρους ἀναινέσθων, ἐπεὶ ὅτι γε εὐπρέπεια ταῦτʼ ἐστὶ ῥημάτων καὶ οὐδὲν οἷον ἂν δόξειέ τις ἐγὼ δείξω ῥᾳδίως ἐπʼ αὐτοφώρῳ.
因此,不要把他们当作更差劲的人而拒绝,因为我将轻而易举地当场证明,这不过是言语上的虚饰,绝非人们可能想象的那样。
εἰ γὰρ ἠτυχήκασι Λακεδαιμόνιοι καὶ καταπεπτώκασι καὶ οὐδʼ ὁτιοῦν αὐτοῖς καταλείπεται, παραδόντες αὑτοὺς καὶ εἰσαγαγόντες ὑμᾶς εἰς τὴν πόλιν, ὥσπερ εἰς τὴν ἡμετέραν αὐτοί ποτʼ εἰσῆλθον, οὕτως εὑρισκέσθων τὴν σωτηρίαν· καὶ μὰ τὸν Δίʼ οὐ πολλοί με φθάσουσιν, ἀλλὰ πρῶτος ἀναστὰς κελεύσω τοῖς Θηβαίοις ἀνταίρειν, ἂν μὴ πείθωνται λόγῳ μηδʼ ἀπέχωνται τῶν ἀνδρῶν.
因为如果拉刻代蒙人遭遇不幸、彻底垮台,以至于一无所有,那么让他们通过交出自己并接纳您们进入他们的城邦——就像他们自己曾经进入我们的城邦一样——以此来寻求生路吧;而且,指着宙斯发誓,绝不会有太多人抢在我前面,相反,我会第一个站起来,命令大家对忒拜人进行反击,如果他们不听从劝说,也不肯放过那些人。
ἀλλʼ οὐ ποιήσουσιν οὐδέποτʼ, οἶμαι, ταῦτα Λακεδαιμόνιοι·
但是,我认为拉刻代蒙人决不会这样做。
πόθεν;
怎么可能呢?
ἐπεὶ καλῶ τοὺς πρέσβεις, καὶ θεωρεῖτε.
那我就召见使者,您们且看。
μικρὸν οὖν ὕστερον ὑμῖν ἐξέσται τούτου πεῖραν λαβεῖν·
所以稍后您们就能对此进行检验。
νῦν δʼ ἔτι μοι μικρὸν προσθεῖναι δότε.
但现在,请允许我再补充一点。
ὑπῆλθε γάρ με λέγοντα μεταξὺ τὸ τῆς παλαιᾶς βοηθείας, ἣν ἐν τοῖς ἐσχάτοις καιροῖς λαβόντες παρʼ ἡμῶν αἰτήσαντες αὐτοὶ τὸν αὐτὸν τρόπον ὅνπερ νῦν ἐλθόντες κατέπεμψαν, συνεστηκότος μὲν τοῦ πολέμου καὶ ἀκμάζοντος αὐτοῖς, ὄντες δʼ ἐν χρείᾳ συμμάχων, τοῖς δʼ ἄλλοις ἅπασι τοῖς παροῦσι χρώμενοι, καὶ οὐδʼ ἂν αὐτῶν αἰτουμένων συγχωρήσαντες ἀπελθεῖν ἐκείνων οὐδέσιν. ἂν οὖν, ὦ Ἀθηναῖοι, καὶ νῦν ταυτὸν ποιήσωσι καὶ φῶσι μηκέτι χρῄζειν ὑμῶν.
因为在说话的时候,我想起了那次古老的援助。 当时我们在极其危急的关头,以与现在前来并派遣使者完全相同的方式亲自恳求,并从我们这里得到了援助。 当时战争正在进行且对他们而言处于白热化阶段,他们急需盟友,利用了其他一切可用的手段,而且即使对方有人恳求,他们也绝不会允许其中任何人离开。
ἤτοι νὴ Δίʼ ὑποπτεύσαντες ἢ καὶ ὁπωσοῦν δόξαν αὐτοῖς, οἱ δʼ ἄνδρες ὑβρισταὶ καὶ κρυψίνοι, ἦ που χαρίεντα πεπονθότες ἄπιμεν καὶ ὑπʼ ἐκείνων ὑβρισμένοι καὶ τούτους παρεορακότες, ἐχθροὺς δʼ ἀμφοτέρους ἔχοντες τὸ λοιπόν.
雅典人啊,如果他们现在也做出同样的事,并声称不再需要您们了,无论是出于起疑,还是由于任何其他对他们来说合适的决定——而这些人本就傲慢且心机深沉——我们势必会落得个‘美妙的’下场,被他们侮辱,又忽视了这些人(忒拜人),从此以后两边都成了我们的敌人。
§465ἐμοὶ δὲ καὶ τοῦτο θαυμαστὸν φαίνεται, εἴ τις τὸ μὲν Θηβαίους μόνους ἀντιπάλους ἡμῖν καταλειφθῆναι δέδιε, τὸ δὲ πρὸς ἀμφοτέρους ἡμῖν εἶναι τὸν λόγον οὐδενὸς ἄξιον κρίνει φόβου.
在我看来,如果有人一方面害怕只留下忒拜人作为我们的对手,另一方面又认为我们必须与双方同时对抗根本不值得害怕,这也是很令人震惊的。
νὴ Δίʼ ἀλλʼ ὄντων τῶν τροπαίων οὐκ ἄξιον καταπολεμῆσαι Λακεδαιμονίους.
有人会说:‘但指着宙斯起誓,因为那些战功纪念碑的存在,彻底击败拉刻代蒙人是不妥当的。
ἡμεῖς δὲ αὐτοὺς τοὺς εἰσηγησαμένους ἡμῶν πολίτας, διʼ ὧν ταῦτα ἀνεστήσαμεν, οὐκ ἀφήκαμεν διὰ ταῦτα, ὅτʼ ἠδικηκότας ὕστερον εὕρομεν, ἀλλὰ τοῦτο μὲν Μιλτιάδην ἐν τῷ δεσμωτηρίῳ τελευτήσαντα οὐκ ἐκρίναμεν παρʼ ἀξίαν ἀπολωλέναι, τοῦτο δὲ τὸν τῶν καλλίστων ἔργων σύμβουλον καὶ στρατηγὸν γενόμενον Θεμιστοκλέα φυγάδα ἐποιήσαμεν, ἀποκτεῖναι παρόντα λαβεῖν οὐ δυνηθέντες.
’但是,当我们后来发现他们犯有罪行时,我们并没有因为这些功绩而放过我们自己的那些倡导者公民——正是通过他们,我们才树立了这些纪念碑;相反,一方面,我们并不认为死在狱中的米尔提亚德斯是不该死;另一方面,我们让做过我们最辉煌功绩的谋士和将军的忒弥斯托克勒流亡海外,因为我们无法当场捕杀他。
πῶς οὖν οὐ δεινὸν αὐτοῖς μὲν ὑμῖν οὕτω κεχρημένους ὑμᾶς ὑπάρχειν διʼ ὧν ὁστισοῦν τὰς τότε πράξεις. κατωρθῶσθαι μᾶλλον ἂν ἢ διὰ Λακεδαιμονίων εἴποι, Λακεδαιμονίους δʼ ἀφεῖναι διʼ ἐκείνας καθελεῖν, εἰληφότας καιρόν;
既然您们对自己那几位市民尚且如此对待——而任何人都会说,当时的功绩与其说是靠拉刻代蒙人,不如说是靠他们才得以成功的——现在在得到了大好时机的情况下,却因为拉刻代蒙人过去的那些功勋而免除对他们的惩罚(使免于毁灭),这怎么可能不是一桩咄咄怪事呢?
καὶ μὴν ὅτι καὶ τὸ σχῆμα βέλτιον τοῦ πρὸς αὐτοὺς πολέμου ἤπερ τοῦ ὑπὲρ αὐτῶν εἴσεσθε ῥᾳδίως.
而且,您们很容易就会明白,针对他们的战争,其名义和性质要好过为他们而战的战争。
ἐν ἐκείνῳ μὲν γάρ ἐστι τὸ μετὰ τῶν ἀσθενεστέρων εἶναι δοκεῖν, ὅπερ εἶναι γενναῖον οὗτοί φασιν· ἐν τούτῳ δʼ ἀντὶ μὲν τούτου σὺν τοῖς ἠδικημένοις εἶναι, μεῖζον ὂν εἰς σεμνότητα· ὃ δὲ σφαλερὸν πρόσεστιν ἐκείνῳ, τοῦτʼ ἐκπεφευγέναι διὰ τὸ βελτίους τοὺς κοινωνοὺς ἔχειν.
因为在后者中,表现出来的是与弱者站在一起,这些人说这是高尚的;但在前者中,取而代之的是与受害者站在一起,这在尊严上更为重大;至于后者所伴随的危险,我们因为拥有更好的盟友而得以避免。
ὃ δʼ ἀσφαλείᾳ νικᾷ δόξῃ παρισούμενον, πῶς οὐ κάλλιον ὁστισοῦν ἂν κρίνοι σωφρονῶν;
而在安全性上胜出、在荣誉上不相上下的选择,任何明智的人怎会不认为它更为美好呢?
δείκνυμι μὲν δὴ ταῦτα· λέγειν δὲ καὶ κάλλιον καὶ δικαιότερον τὸ δόξαν ὑμῖν ἀνάγκη κἀμοὶ, καὶ μὴ λέγειν μόνον, ἀλλὰ καὶ συμπράττειν προθύμως.
我且指出这些;但一旦您们作出了决定,对我来说,也有必要说出更美好、更公正的话,不仅要说,而且要热心协同行动。