← アイリオス・アリステイデス

レウクトラ演説 4

§462-463

スパルタの覇権と生存の区別とテーバイとの同盟条件

弁者はラケダイモーン人の安全と覇権の区別を強調し、テーバイ人との同盟がアテナイに与える正当性と彼らの切実な要求を説明し、同盟の条件は以前と同じであるべきだと主張する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§462

κατέλαβον τὴν ἀκρόπολιν, πῶς ἂν ἠξιοῦτε; συναλγεῖν ἡμῖν τούτους, ἢ ἐφήδεσθαι, ἢ τί φρονεῖν; ἃ γὰρ παρὰ τούτων τότʼ ἂν δικαίως ἀπῃτήσατε, ταῦθʼ ὑμᾶς τούτοις ἔδει νῦν εἰσενεγκεῖν, ἐπειδήπερ προενέπεσον τῇ τούτων πλεονεξίᾳ βούλομαι δὲ πυθέσθαι παρὰ τῶν κατοδυρομένων τοὺς Λακεδαιμονίους, πότερον ὑπὲρ τῆς σωτηρίας αὐτῶν σπουδάζουσιν, ἢ ὑπὲρ τῆς ἡγεμονίας. εἰ μὲν γὰρ ὑπὲρ τῆς ἡγεμονίας, οὐκ ᾤμην ἔγωγε δεῖν τοῦτο φροντίζειν, ὅπως Λακεδαιμόνιοι δυναστεύσωσιν, εἰ δὲ ὑπὲρ τῆς σωτηρίας, τί ἐπείγονται; ἔνεστι γὰρ καὶ Λακεδαιμονίους καταπολεμηθῆναι καὶ τὴν Σπάρτην εἶναι, τοῦτο δὴ τὸ αἰδέσιμον αὐτοῖς· εἰ μὴ τοῦτο λέγουσιν ὡς, ἐὰν μὴ ἄρχωσι τῶν Ἑλλήνων μηδʼ ἅπερ βούλονται δύνωνται ποιεῖν, οὐδὲ τῆς σωτηρίας προσδέονται, ἀλλʼ ἀπολέσθαι μᾶλλον αἱροῦνται. εἰ δʼ οὕτως ἔχουσιν, οὐ σφόδρα εἰσὶ ταπεινοί· ἐπεὶ καὶ Θηβαίους ἔγωγε νομίζω σφόδρα ἂν ἀσμένως ὑμῖν ὑπακοῦσαι πρὸ αὐτῶν, ἐὰν κατειργασμένοι τὸν πόλεμον περισῶσαι τὴν πόλιν βούλησθε. ὅταν γὰρ αὐτὸ τοῦτο διʼ ὑμῶν ἴδωσιν αὑτοῖς γεγονὸς, τὸ ἔχειν ὅ τι ἂν βούλωνται χρήσασθαι Λακεδαιμονίοις, πῶς οὐχ ὅ τι ἂν ὑμεῖς κελεύητε αἱρήσονται, ἢ τίνα καὶ φήσουσιν ὑμῖν ἀποδώσειν χάριν τῆς συμμαχίας καὶ τῶν ἔργων, εἰ τὴν διὰ τῆς ψήφου μὴ ἀντιδώσουσι; τί δʼ ἂν φθάσωσιν ἀναιρεθέντες οἱ Λακεδαιμόνιοι; καὶ πῶς τοῦτο γένοιτʼ ἄν; εἰ πάντες νὴ Δία παρατάξαιντο. ἀλλὰ μάλιστα μὲν οὐδέποτʼ ἂν τοῦτο γένοιτο. οὐ γὰρ ἂν δή που τούς γε παῖδας καὶ τὰς γυναῖκας μεθʼ αὑτῶν ἐξαγάγοιεν. ἔπειτʼ ἔγωγε ἀντερήσομαι, τί οὖν ἂν οἱ Θηβαῖοι πανδημεὶ πταίσωσι, συνεστηκότων ἡμῶν τοῖς Λακεδαιμονίοις;1 οὐχ ὑπερβεβηκότες τὸν ὅρον τῆς βοηθείας ἐσόμεθα; πότερον οὖν ἀναιρήσομεν αὐτούς; καὶ πῶς ἀνεκτόν; ἀλλὰ πάλιν μετʼ αὐτῶν ἐσόμεθα; καὶ τί ἔσται πέρας, ἄν γε πάλιν τοὺς Λακεδαιμονίους μειζόνως ἀμυνώμεθα; οὐ γὰρ δὴ τρυτάνην γε εἰς τὸν πόλεμον κομίσαντες ἐπὶ ταύτης τὰ πράγματα στήσομεν, ἀλλὰ δεῖ τάξιν ἐξ ἀρχῆς ἑλομένους ἀντέχεσθαι τῆς ῥοπῆς, καὶ μὴ τὸ τῶν πλεόντων μεταστρέψαι πρὸς τὸν ἐλάττω διατοιχοῦντας2 ἀεί. ἐπειδὴ τοίνυν τὸ μὲν μὴ εἶναι ταμιεύσασθαι τὸν πόλεμον κοινόν ἐστιν ἐπʼ ἀμφοῖν, δεῖ δὲ τοὺς ἑτέρους ἑλομένους μὴ καταλιπεῖν μηδὲ προδοῦναι, σκοπῶμεν ποτέρων μᾶλλον προνοηθῆναι προσήκει. φέρε δὴ πρὸς τοῦ Πλαταιᾶσιν ἐλευθερίου καὶ τῶν τριάκοντα τυράννων, εἰ ὅτε πρῶτον καθίσταντο πρὸς ἀλλήλους εἰς πόλεμον πρέσβεις πεμψάντων, ἀκούσαντες ἀμφοτέρων ἐπὶ τοὺς Λακεδαιμονίους ἀπεκλίναμεν κἀκείνους εἱλόμεθα, οὐκ ἂν τοῦτο ἰσχυρότατον ἦν τοῖς νῦν ὑπὲρ αὐτῶν λέγουσιν, ὅτι ἤδη τῶν Θηβαίων κατέγνωτε καὶ οὐ δεῖ παριδεῖν οὓς τότʼ ἐποιήσασθε συμμάχους; εἰ τοίνυν οὐκ ἐπὶ Θηβαίους, ἀλλʼ ὑπὲρ Θηβαίων τότʼ ἐξήλθετε καὶ τὴν αὐτὴν ἀεὶ λοιπὸν ἔχοντες τάξιν αὐτοῖς διετελεῖτε, οὐκ ἰσχύσει νῦν ἡμῖν πάλιν τοῦτο, ὃ τότʼ ἂν τούτοις; ὅπου δὲ καὶ πρὶν ἐλθεῖν ἐπὶ τὴν Καδμείαν Λακεδαιμονίους εἵλεσθε τούτους, πῶς νῦν μεταθήσεσθε, ὁπότʼ εἰ καὶ μετʼ ἐκείνων ἦτε, τοὺς ἠδικημένους ἀνταλλάξασθαι προσῆκε; καὶ μὴν εἴ γε ἀπήλαυνον ἡμᾶς οἱ Θηβαῖοι καὶ μὴ ἐδέχοντο, ὑβρίζειν ἅπαντες ἂν ἔφασκον αὐτοὺς καὶ δεινὰ ποιεῖν καὶ μετατάττεσθαι συνεβούλευον ἂν ὑμῖν. εἰ τοίνυν ἔχονται, ποθοῦσι, καλοῦσιν, οὐχ ἧττον ὑμῶν συστρατευομένων ἢ τῆς νίκης αὐτῆς δέονται, τοῦτʼ αὖ παρʼ οὐδὲν θήσομεν; ἀλλʼ οὐκ ἄξιον. πῶς οὖν συμμαχήσομεν αὐτοῖς καὶ ἐπὶ τῷ; τουτὶ γὰρ ἀρτίως ἐλέγετο. ἐγὼ δὲ ὅλως μὲν ἄνευ τοῦ μὴ θαυμάζειν3 λέγω τὸν εἰπόντα ὡς δεινὸν καὶ γελοῖον ἡγοῦμαι τοῦτο τὸ ἐρώτημα· οὐ γὰρ συμμάχους γενομένους ἢ οὕτως ἢ ʼκείνως τότʼ ἔδει ζητεῖν εἰ χρὴ βοηθεῖν, ἀλλʼ ὑπὲρ τῆς συμμαχίας σκεψαμένους τότʼ ἐφʼ οἷστισιν ἔσται κοινῇ γνώμῃ σκοπεῖν. ἔπειτʼ ἔγωγε πρόχειρον ἔχω τοῦτʼ ἀποκρίνασθαι τοῖς ἤδη βουλομένοις εἰδέναι, ἐφʼ οἷσπερ πρότερον. καλοῦσι δὲ δήπουθεν ὑμᾶς ὥσπερ καὶ τότε, ὥστε πῶς οὐ συγχωρήσουσιν; ἀλλʼ εἰ δεῖ προαρπάζειν τὸν καιρὸν, ἐπὶ Λακεδαιμονίων ταυτὸν τοῦτο σκοπῶμεν. πολὺ γὰρ τὸ ἐκείνων χαλεπώτερον εὑρήσομεν ὄν. εἰ γὰρ ἐφʼ οἷς πρότερον βουλήσονται συμμάχοις ἡμῖν χρῆσθαι, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἡγεῖσθαι βουλήσονται. ἱκέτας δὲ καὶ

そして、彼らが(あなた方のアクロポリスを)占領したとすれば、あなた方は彼らにどう要求したでしょうか?私たちが苦しむのを彼らが共に痛むことですか、それとも喜ぶことですか、それともどう考えることですか?なぜなら、あの時あなた方が彼らから当然要求したであろうことを、今あなた方が彼らに対して与えるべきだからです。なぜなら、彼らが彼らの貪欲さに真っ先に直面したからです。私はラケダイモン人のために嘆いている人々から、彼らがその生存のために熱心になっているのか、それともその覇権のために熱心になっているのかを聞き出したい。もし覇権のためであるなら、ラケダイモン人が支配権を握るようにと私たちが配慮する必要は全くないと私は思う。しかし、もし生存のためであるなら、なぜ彼らは急ぐのか。なぜなら、ラケダイモン人が打ち負かされつつも、スパルタが存在し続けることは可能だからである。これこそが彼らにとって守られるべきことなのだ。彼らが「もしギリシア人を支配せず、自分たちの望むことを行うことができないならば、生存すら必要とせず、むしろ滅びることを選ぶ」と言っているのでない限りは。もし彼らがそのような状態にあるなら、彼らは全く同情を誘う状態ではない。なぜなら、もしあなた方が戦争を終結させて(彼らの)国を救うことを望むなら、テバイ人たちも彼らに先んじて、喜んであなた方に従うだろうと私は思うからである。というのも、ラケダイモン人を自分たちの望むように扱うことができるという、まさにそのことがあなた方を通じて自分たちにもたらされたのを目にするとき、彼らがあなた方の命じることを何でも選ばないことなどあろうか。あるいは、もし彼らが投票による感謝を返さないとすれば、同盟と援助に対してどのような感謝をあなた方に返すと主張するだろうか。しかし、もしラケダイモン人がその前に滅ぼされてしまったらどうなるか?そして、そのようなことがどうして起こり得ようか。誓って、もし全員が陣を敷いて戦うなら(起こるかもしれない)。しかし、そもそもそのようなことは決して起こり得ない。彼らが子供や妻たちを自分たちと一緒に戦場に連れ出すことなど、まさかないだろうからである。次に、私は問い返そう。もし私たちがラケダイモン人と手を組んでいる時に、テバイ人が国を挙げて敗北したなら、どうなるか?私たちは援助の限度を越えてしまっているのではないか?では、私たちは彼らを滅ぼすのだろうか?それはどうして許容できようか。それとも、私たちは再び彼らの側につくのだろうか。そして、もし私たちが再びラケダイモン人をさらに激しく撃退することになれば、その果てには何があるというのか?なぜなら、私たちは戦争に天秤を持ち込んで、その上で物事を安定させることなどできないからである。そうではなく、最初から一定の立場を選んでその傾きを維持すべきであり、船の片側から反対側へと絶えず移動して、船乗りのやり方を劣った側へと振り向けるようなことをすべきではない。したがって、戦争を意のままに制御できないということは両者に共通のことであり、また一方を選択した以上は彼らを見捨てたり裏切ったりすべきではないのであるから、どちらの側をより優先して配慮すべきか、考えてみよう。さあ、プラタイアイの解放神〔ゼウス〕と三十人僭主に懸けて、彼らが最初に互いに戦争を始め、使節を派遣してきたとき、両者の言い分を聞いた上で私たちがラケダイモン人の側に傾き、彼らを選んでいたとしたら、現在彼らのために語っている人々にとって、「あなた方はすでにテバイ人を見限ったのであり、当時同盟者とした人々を無視すべきではない」という主張が、最も強力な論拠になっていたのではないだろうか?したがって、もしあなた方が当時、テバイ人に対抗するためではなく、テバイ人のために出陣し、その後もずっと彼らと同じ立場を維持し続けてきたのであるなら、あの時彼らにとって強力な論拠となったであろうまさにそのことが、今度は私たちにとっても強力な論拠になるのではないか?ラケダイモン人がカドメイアに侵入する前でさえ、あなた方が彼らを選んでいたというのに、ましてや、たとえあなた方が彼らの側にいたとしても、不義を被った人々へと味方を切り替えるべきである今、どうして今になって立場を変えるのだろうか?さらに、もしテバイ人が私たちを追い払い、受け入れなかったとしたら、誰もが彼らを傲慢でひどい行為をしていると言い、あなた方に陣営を乗り換えるよう勧めたであろう。それならば、彼らがすがりつき、強く望み、招いており、あなた方が共に戦うことを、勝利そのものに劣らず必要としている今、私たちはこのことをやはり無視するのだろうか?いや、そんなことをすべきではない。では、どのように、そしてどのような条件で私たちは彼らと同盟を結ぶべきなのか?なぜなら、このことが先ほど言われていたからである。しかし、私はそのように言った人物に驚嘆せざるを得ないことはさておき、この質問そのものを全く恐るべき、また滑稽なものと考えている。というのも、同盟関係を結んだ後で、このようにであれあのようにであれ、その時に援助すべきかどうかを尋ねるべきではなく、むしろ同盟を結ぶ際に、どのような条件で行うべきかを、その時に共同の意志によって検討すべきだからである。さらに、今すぐに知りたいと思っている人々に対して、私はこの答えをすぐに用意している。すなわち、以前と同じ条件で、と。そして、彼らは当然、あの時のようにあなた方を招いているのだから、どうして同意しないことがあろうか。しかし、もし私たちが好機を先んじて捉えなければならないとしても、ラケダイモン人についてこの同じことを考えてみよう。彼らの状況のほうがはるかに困難であることが分かるだろうから。というのも、もし彼らが以前と同じ条件で私たちを同盟者として利用しようとするなら、彼らは陸上でも海上でも主導権を握ることを望むだろうからである。そして、懇願者たちや……

構文注3 件
  1. 462συνεστηκότων ἡμῶν τοῖς Λακεδαιμονίοις

    分詞 συνίσταμαι は与格を伴って「〜と団結する(手を組む、連合する)」の意味。ここでは「私たちがラケダイモン人と手を組んでいる時」という同盟・協力関係を表す。

  2. 462διατοιχοῦντας

    分詞 διατοιχοῦντας は「船の片舷(τοῖχος)から反対舷へ移動する」という意味で、船の傾きに応じて乗客や船員が左右に移動して均衡を取る様子を表し、形勢を見て態度を頻繁に変える日和見的な行動を比喩的に表現している。

  3. 463ἄνευ τοῦ μὴ θαυμάζειν

    前置詞 ἄνευ に属格の動名詞 τοῦ θαυμάζειν が続き、その前に否定の μὴ が加わることで「〜に驚嘆しないではいられないことは別として」という二重否定的な強調表現となっている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(8 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 2 件
  • 2026-11-15 AI校閲 — 訳文 4 件
  • 2026-09-21 AI校閲 — 注 2 件
urn:cts:greekLit:tlg0284.tlg036.humanitext-grc2:462-463