Humanitext Reader

阿里斯·台德斯 · 留克特拉演说四 §461

接纳强盟忒拜与共同对抗斯巴达

第 3 段,共 5 段 · 希腊语

内容简介

演讲者论证了避开忒拜这样一个强大盟友的荒谬性,强调了自愿友谊的持久性。他回顾了拉刻代蒙人的背信弃义和破坏和平,敦促雅典援助忒拜共同对抗他们。

§461ἀστυγείτοσι καὶ συμμάχοις τὰ δίκαια φυλάξαι;
而只对邻人和盟友坚守正义,难道是一样的吗?
ἢ δέδιμεν μή τινʼ ἔχωμεν ἰσχυρὸν σύμμαχον;
或者,我们是在害怕拥有某个强大的盟友吗?
καὶ τί γένοιτʼ ἂν αἴσχιον ἢ εἴ τις ἀκούσειεν ὅτι Ἀθηναῖοι βούλονται μηδένα τῶν αὐτῶν συμμάχων εὐτυχεῖν;
如果有人听说雅典人不希望自己的任何同盟者获得成功,还有什么比这更可耻的呢?
καὶ μὴν εἰ τοὺς ἔχοντας δύναμιν φευξόμεθα, τίνας εὐξόμεθʼ ὑμῖν ὑπάρχειν;
况且,如果我们避开那些拥有实力的人,我们还能祈求谁来作我们的支持者呢?
ἡμεῖς Κερκυραίους ποτʼ ἐδεξάμεθα ἐκσπόνδους ὄντας, συμφέρειν κρίναντες δηλονότι προκαταλαβεῖν αὐτοὺς, ἐπειδήπερ ἴσχυον, καὶ νῦν εὖ οἶδʼ ὅτι, εἰ τοῖς Θηβαίοις μηδὲν ὑπῆρχε κοινὸν πρὸς τὴν πόλιν, ἄλλως δʼ ἔχοντες δύναμιν ἑωρῶντο, πάντες ἂν ἔφασκον περὶ πλείστου ποιεῖσθαι οἰκειώσασθαι τοὺς ἄνδρας καὶ ἐφʼ ἡμᾶς ἀγαγεῖν καὶ διʼ ἡμῶν ποιήσασθαι.
我们曾经接纳了处于条约之外的克基拉人,显然是因为他们实力强大,我们认为抢先争取到他们是有利的;现在我也确信,如果忒拜人与我们城邦并无共同瓜葛,而只是被看到在其他方面拥有实力,大家肯定都会说,最要紧的是拉拢这些人,把他们争取到我们这边,并通过我们使他们成为盟友。
νῦν τοίνυν ἥκουσιν αὐτόματοι, καὶ τοῦτό εἰσι πεπεισμένοι συνεζεῦχθαι τῇ πόλει καὶ μὴ ἀποστατεῖν, ἄν τις αὐτοὺς δέχηται.
然而现在,他们是自愿前来的,并且深信只要有人接纳他们,他们就会与这个城邦绑定在一起,绝不背叛。
καίτοι φρουρὰν μὲν ἤδη τινὲς ἐγκαταστᾶσαν ἐξέβαλον καὶ ὑποκύψαντες βίᾳ κατέδραμον, καὶ πάνθʼ ὡς εἰπεῖν ὅσʼ ἂν ἐκ προσαγωγῆς πραχθῇ ῥᾳδίως ἐπὶ καιροῦ λύεται· εὔνοια δʼ ἑκούσιος, μέχρι ἂν τῶν δικαίων τυγχάνῃ, διαρκέστατόν ἐστι.
然而,有些人已经驱逐了驻扎在那里的守备队,有些人虽然屈服了,但还是用武力袭击了它;而且可以说,凡是通过强迫手段做成的事,一旦时机到来,都很容易瓦解;但自愿的友好,只要能得到公正的对待,就是最持久的。
σκοπῶ δὲ κἀκεῖνο, εἰ μὴ ἐποιήσαντο τὴν εἰρήνην οἱ Λακεδαιμόνιοι ταύτην δὴ τὴν καλὴν, ἆρʼ ἄλλο τι ἢ πολεμοῦντες ἂν διετελοῦμεν πρὸς αὐτοὺς μέχρι νῦν, ἡμεῖς τε καὶ οἱ Θηβαῖοι, συνεστηκότες ὡς συνεστήκειμεν.
我也在考虑这一点:如果拉刻代蒙人没有缔结这一所谓的『美好』和平,我们和忒拜人难道不会像过去那样团结一致,继续与他们作战直到今天吗?
εὔδηλον τοῦτʼ ἔστιν.
这是显而易见的。
εἰ τοίνυν μηδὲν ἐπεξαμαρτόντες πολεμίοις ἂν ἐχρῶνθʼ ἡμῖν, πῶς οὐ νῦν τοῖς αὐτοῖς χρήσονται δικαίως, ὅτε καὶ τοῦτʼ αὐτὸ προσηδικήκασι, τὸ τοιαύτην εἰρήνην συνθέσθαι;
那么,如果我们没有犯下任何进一步的过错,他们也会把我们当成敌人看待,那么现在,当他们又叠加了缔结这种和平本身的恶行时,他们理所当然地会对我们采取同样的态度,这难道不是吗?
εἰ δὲ δὴ καὶ μὴ συντέθεινται μόνον, ἀλλὰ καὶ παραβεβήκασιν αὐτὴν ταύτην, πῶς οὐκέτι μᾶλλον ἐπʼ αὐτοὺς βοηθητέον;
更何况,如果他们不仅缔结了它,而且还违反了这同一和平,那我们岂不更应该去援助以对抗他们吗?
οὐ γὰρ λύει τὴν ἐκείνων κατηγορίαν ἡ μὴ Θηβαίων δύναμις νῦν· οὐ γὰρ διὰ τοῦτο ἐπῆλθον αὐτοῖς, ἵνʼ ἰσχυροὺς ποιήσωσιν, οὐδʼ ἵνα ταῦθʼ ἃ νῦν πάθωσιν ὑπʼ αὐτῶν—καὶ γὰρ ἂν ἐμεμήνεσαν, εἰ ταῦτʼ ἐσπούδαζον—ἀλλʼ οἶμαι ταῦτα μὲν τύχῃ γέγονε, τὸ δʼ ἐκείνων βούλευμα ἕτερον ἦν·
因为现在忒拜人并非强大,并不能消除对那些人的指控;因为拉刻代蒙人当初并非为了让忒拜人变强大而向他们进攻,也并非为了遭受如今在他们手下所遭受的事——如果他们追求这个,他们就是疯了——但我认为,这些都是由于运气使然,而他们的本意却并非如此。
ἡ δὲ τοῦ δικαίου τάξις, ἐάν τε ἀσθενὴς ἐάν τε ἰσχυρὸς ὁ ἐπιβουλευθεὶς ᾖ, τὸν αὐτὸν ἔχει λόγον.
然而正义的原则,无论被算计的人是弱小还是强大,都有着同样的道理。
μάθοιτε δʼ ἂν μάλιστα εἰ σκέψαισθε ἐκείνως. εἰ μὴ ἐπὶ τοὺς Θηβαίους, ἀλλʼ ἐφʼ ὑμᾶς ἦλθον καὶ
如果您们用以下方式思考,就最能明白这一点:如果他们当时不是向忒拜人,而是向您们进攻,并且……

词汇与语法注释

  1. §461ἀστυγείτοσι καὶ συμμάχοις τὰ δίκαια φυλάξαι — 这是由前一个分块中的 `ἢ ὅμοιον`(或者……是类似的吗)引导的两个对比结构中的后半部分。分词 `προδιδόντας`(背叛)支配 `μηδένας ἀνθρώπων`(任何人),而与格 `τοῖς ἀστυγείτοσι καὶ συμμάχοις`(邻人和盟友)与不定式 `φυλάξαι`(坚守)相连,该不定式作名词性使用,与 `προέσθαι`(放弃)形成对比。
  2. §461εἰ ... ὑπῆρχε ..., ἑωρῶντο, ... ἂν ἔφασκον — 虚拟语气条件句(与过去或现在事实相反的假设)。条件从句使用未完成过去直陈式(`ὑπῆρχε`, `ἑωρῶντο`),主句使用 `ἄν` 连同未完成过去直陈式(`ἔφασκον`),表示“如果忒拜人与我们城邦并无共同瓜葛……大家肯定都会说……”。
  3. §461ὑποκύψαντες βίᾳ κατέδραμον — 分词 `ὑποκύψαντες`(屈服)在时间和逻辑上先于主动词 `κατέδραμον`(袭击、蹂躏)。这表明基于武力的屈服只是暂时的,一旦有机会就会转向反抗或反击,从而支持了紧随其后的“通过强迫手段做成的事都很容易瓦解”这一论点。
  4. §461πολεμίοις ἂν ἐχρῶνθʼ ἡμῖν — 条件从句(`εἰ... ἂν ἐχρῶντο`)中包含 `ἄν`,构成了与事实相反的假设:“(若未缔结和平)他们本会将我们视作敌人”。主句(`πῶς οὐ νῦν... χρήσονται`)则使用直陈式将来时,将其与现实中的后果进行对比。此外,`τοῖς αὐτοῖς`(同样地)指代前文的 `πολεμίοις`(作为敌人)。

引用这一段

阿里斯·台德斯, 留克特拉演说四 §461. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg036.humanitext-grc2:461

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。