§450μὴ οὐ πολὺ μεῖζον καὶ χαλεπώτερον εἶναι;
难道不是更大、更难承受吗?
ὥστε πῶς ἡμῖν ἀκολουθήσουσιν οἱ τότʼ ἐκεῖνα δυσχεράναντες οὐ δύναμαι συνιδεῖν ἔγωγε.
因此,当时对那些事情感到不满的人,现在怎么会追随我们,我个人实在无法理解。
καὶ γὰρ εἴ τινες αὐτῶν μισοῦσι Λακεδαιμονίους, ὡς εἶεν ἅπαντες τοῦτο πεπονθότες, καὶ νὴ Δίʼ ἴσως εἰσὶν οἱ πλείους διὰ τοὺς ἁρμοστὰς καὶ τὴν ἀπὸ Λυσάνδρου τότʼ ἐπήρειαν· μέχρι μὲν τοῦ μὴ τὴν τοῦ ταὐτὰ ποιεῖν ἔχειν δύναμιν μισοῦσιν ἴσως αὐτοὺς τῆς αὐτῶν ἕνεκʼ ἀσφαλείας ἕκαστοι, ὥστε δὲ καὶ ἀπολωλότας καθάπαξ ἰδεῖν, οὔ μοι δοκοῦσιν, εἰδότες ὡς ἔχει τι σχῆμα τῇ Ἑλλάδι εἶναι τὴν Λακεδαιμονίων πόλιν.
因为,即使他们中有些人憎恨拉栖代梦人——仿佛所有人都有此遭遇一样,而且誓以宙斯之名,由于当时的驻军长官和赖桑德的暴虐,也许大多数人确实如此——但他们憎恨他们,也许只是为了各自的安全,不希望对方拥有做出同样事情的力量;但若说要看到他们彻底毁灭,我认为他们并无此愿,因为他们知道拉栖代梦人的城邦对希腊而言拥有一种尊严。
καὶ μὴν οὐδὲ ἐπʼ ἴσης Θηβαίοις τε καὶ ὑμῖν βουλευτέον ἐστὶ περὶ τούτων.
而且,在这些事情上,你们绝不能与底比斯人平起平坐地进行商议。
πολὺ γὰρ μᾶλλον ἐκείνοις μικρῶν ἕνεκα αἰτιῶν τὴν ἐσχάτην δίκην ἁρμόττει λαβεῖν ἢ ὑμῖν τῶν μεγίστων μετρίαν.
因为,对他们而言,因微小的罪名而遭受极刑要合适得多,而对你们而言,即使面对极大的罪名,采取温和的处置也更为妥当。
ἐὰν γάρ τις τὸ ἑκατέρων ἦθος προσλογίζηται τῇ πράξει, τὴν μὲν ἐκείνων μετρίαν, κἂν ᾖ χαλεπωτάτη, τὴν δʼ ὑμετέραν μεγίστην, κἂν μετρίως ἔχῃ, κρινεῖ· τοσοῦτον ὑμῖν μὲν φιλανθρωπίας, ἐκείνοις δὲ ὠμότητος περίεστιν.
因为如果有人将双方的性格特性考量在行为之中,就会判定,他们的温和处置(即使是最严厉的),和你们的最大惩罚(即使是温和的)是同等的;你们身上洋溢着如此多的人道,而他们身上却充满了如此多的残暴。
εἶτα κἀκείνοις μὲν ἀρχαῖόν ἐστι, μηδὲν τοῦ κοινοῦ τῆς Ἑλλάδος φροντίζειν, ἀλλʼ ὁπόθεν τι πλέον σχήσουσι, τοῦτο μόνον καθορᾶν, ὑμῖν δὲ προστάταις τῶν κοινῶν δικαίων οὖσι καὶ ὑπειλημμένοις οὐκ ἔνεστι παρορᾶν τὰ τοιαῦτα ὀργῆς ἰδίας ἕνεκα ἢ μέμψεως.
此外,对他们而言,完全不顾及希腊的共同利益,而只看哪里能获得更多好处,这是古老的习俗;但对你们这些共同正义的维护者和被如此看待的人来说,是不可能因个人的愤怒或指责而忽视这些事情的。
πρὸς δὲ τὸ ἐρώτημα ἐκεῖνο, πότερον τοῖς ἐκ Πειραιῶς ἢ τοῖς ἐξ ἄστεος προσήκει σῶσαι Λακεδαιμονίους, ἀπεκρινάμην ἂν ἔγωγε ὅτι ἀμφοτέροις, εἴπερ εἰσὶν Ἀθηναῖοι.
而关于那个问题,即“究竟是比雷埃夫斯的人还是城里的人更适合拯救拉栖代梦人”,我个人会回答说“双方都适合,只要他们是雅典人”。
καὶ γὰρ οὐδʼ ἐκεῖνο ἔχει λόγον, αὐτοὺς μὲν ἡμᾶς ὀμωμοκέναι καὶ πίστεσιν ἰσχυραῖς διωρίσθαι ἦ μὴν ταὐτὰ φρονήσειν καὶ μὴ μνησικακήσειν ἀλλήλοις, Λακεδαιμονίους δʼ ὥστʼ ἀνελεῖν ἀνακινεῖν τὴν τούτων μνήμην, ἃ συγκρύψειν συνεθέμεθα, καὶ μὴ λογίζεσθαι μηδὲ σκοπεῖν ὅτι ὁ ταῦτʼ ἐξετάζων ἀκριβῶς τὸ πιστὸν τῶν συνθηκῶν ἀναιρεῖ.
因为另一件事同样毫无道理:我们自己发了誓,并用强有力的誓言做出了规定,保证彼此同心协力、互不记仇,但为了消灭拉栖代梦人,我们却重新挑起那些我们曾同意共同隐瞒的事情的记忆,并且不加计算和考虑,即精确地审察这些事情的人,实际上是在破坏盟约的信誉。
καὶ μὴν οὐδὲ οἱ δεδοικότες μὴ Θηβαῖοι τῶν παρʼ ἡμῶν ἁμαρτόντες βασιλέα καλέσωσι νοῦν ἔχοντα φόβον δεδίασιν.
而且,那些担心底比斯人在我们这里失意后会召来波斯国王的人,他们的担忧也不是理性的。
ἀλλʼ ἐμοὶ μὲν καὶ ἄτοπα δοκοῦσι πεπονθέναι, φοβούμενοι μὲν μή τινων εὐπορήσωσι συμμάχων, ὑμᾶς δὲ πείθοντες γενέσθαι τούτοις αὐτοὺς, §451καὶ μὴ λογιζόμενοι τοῦτο, ὅτι βελτίους ἂν ἦσαν, εἰ δεινὸν ἐνόμιζον ταύτῃ προσγενέσθαι τινὰ Θηβαίοις ὠφέλειαν, κωλύοντες μᾶλλον ἢ πορίζοντες.
相反,在我看来,他们似乎处于一种奇怪的心态中:一方面担心他们会获得盟友,另一方面却在说服你们自己去成为他们的盟友,并且没有考虑到这一点:如果他们认为底比斯人以这种方式获得任何好处是可怕的,那么通过阻止而不是提供这种好处,情况本会更好。
νῦν δὲ ὥσπερ οὓς ἂν φοβῆταί τις μὴ ποιήσῃ τις εὖ, τούτους αἱρεῖσθαι δέον, οὐχ οἷς ἄν τις καὶ ἄλλους προσγενέσθαι συνεύξαιτο, οὕτω ταῦτα παραινοῦσι.
但现在,他们的建议却像是在说,仿佛我们应当选择那些我们害怕别人会施予恩惠的人,而不是那些我们会祈求他人也加入其中的人。
καίτοι εἰ βασιλέα μὴ δύνανται κωλῦσαι βοηθεῖν, ἀλλʼ ὑμᾶς μὴ παρακαλεῖν ἠδύναντο.
然而,即使他们无法阻止国王提供帮助,他们至少可以不向你们发出呼吁。
ἐγὼ δʼ οὐχ οὕτως ἀναισθήτους οὐδʼ ἔκφρονας εἶναι νομίζω Θηβαίους ὥσθʼ ὑπὲρ ἀρχῆς Λακεδαιμονίοις πολεμοῦντας βασιλεῖ περὶ δουλείας συμβαίνειν.
但我认为底比斯人还不至于如此无知或疯狂,以至于在为了争夺霸权而与拉栖代梦人作战的同时,却与国王达成奴役的协议。
καὶ γὰρ γελοῖον τούτους μὲν ζητεῖν ἀνελεῖν, ἵνα μὴ ἐμποδὼν αὐτοῖς ὦσιν, ἐκεῖνον δὲ καλεῖν ἐπὶ τοῖς ** ὃν ἴσασι δεσπότην ἕξοντες.
因为,一方面试图消灭拉栖代梦人以免他们阻碍自己,另一方面却在[……]之上召来他们明知会成为自己主子的国王,这确实是荒谬至极。
τοσούτῳ γὰρ ἄμεινον περὶ ἡμῶν καὶ Λακεδαιμονίων βουλεύσονται, καλοῦντες βασιλέα σύμμαχον, ἤπερ αὐτοὶ περὶ αὑτῶν, ὅσῳ ἡμῖν μὲν τὸ ἀμύνασθαι γοῦν αὐτὸν καταλείψουσιν, αὐτοὶ δʼ οὐδʼ ὅπλα ἀνταράμενοι παραχρῆμα ὑποκύψουσιν αὐτῷ καὶ ἡμᾶς μὲν, ἐὰν ἄρα κρατήσῃ, διʼ αὐτοῦ κεκρατηκὼς ἔσται, ἐκείνους δὲ διʼ αὑτῶν ἔχων προτέρους·
因为通过召来国王作为盟友,他们对我们和拉栖代梦人的命运的考虑,将远比对他们自己的考虑更为有利,因为他们至少会给我们留下抵抗国王的手段,而他们自己则甚至不拿兵器就会立即屈服于他;如果国王获胜,他将通过他们来统治我们,但却会首先直接掌控他们。
ταῦτα δὲ μαίνοιντʼ ἂν εἰ βούλοιντο.
如果他们希望这样,那他们就是疯了。
καὶ μὴν εἴ τις θαρρεῖν αὐτοὺς τῇ παλαιᾷ φιλίᾳ καὶ συμμαχίᾳ πρὸς τὸν βάρβαρον ἡγεῖται, ταῦτα μάλιστα φοβήσονται.
而且,如果有人认为他们因与野蛮人的古老友谊和盟约而充满信心,他们其实最害怕这些事情。
ἐπίστανται γὰρ τότε καὶ πάντων ἀγαθῶν ἀνόνητοι γενόμενοι, καὶ παραχωρήσαντες ὧν εἶχον ἐκείνῳ, πρότερον μὲν αὐτὸν τὸν βασιλέα, μετὰ ταῦτα δὲ Μαρδόνιον δεξάμενοι τὸν ὕπαρχον αὐτοῦ, ὃς ἐγκαθήμενος μετὰ τῆς ἵππου καὶ στρατιᾶς ἀπείρου τὰ μὲν φθείρων, τὰ δὲ καρπούμενος αὐτῶν διετέλει τὴν χώραν, τῇ πόλει δʼ ἐχρῆτο στρατοπέδῳ, παρρησίας δʼ οὐδʼ ὁτιοῦν οὐδενὶ μετεδίδου·
因为他们知道,当时他们没有从所有的优势中获得任何好处,而是将自己拥有的东西让给了他,先是接待了国王本人,之后又接待了他的部下马尔多尼乌斯;后者带着骑兵和无数的军队驻扎下来,不断蹂躏他们的土地并掠夺收成,将他们的城邦当作军营,且不给任何人哪怕一丝一毫的发言自由。
ὥστʼ εἶναι μηδὲν ἀθλιώτερον ἐν τῷ τότε καιρῷ Θηβαίων, ὄνειδος μὲν ἐν τοῖς Ἕλλησιν ἐχόντων, ἐπιτριβομένων δὲ κακῶς ὑπὸ τῶν βαρβάρων.
结果在当时,没有比底比斯人更悲惨的了,他们在希腊人中承受着耻辱,又被野蛮人残酷地作践。
οὔκουν βουλήσονται τοιαύτης κακοδαιμονίας πάλιν ἐλθεῖν εἰς πεῖραν, οὐδὲ δεηθῆναι βασιλέως καταπέμψαι σφίσιν ἄνδρα, ὃς ἐγκαθίσας εἰς τὴν Βοιωτίαν καὶ ἡγεμὼν τοῦ πολέμου γενόμενος γρύζειν οὐκ ἐάσει σφᾶς.
因此,他们不会希望再次尝试这种不幸,也不会请求国王给他们派遣一个人,此人一旦驻扎在波奥蒂亚并成为战争的领导者,将不会容许他们发出半点怨言。
εἶτα καὶ νενικηκότες νίκην
况且,即使他们赢得了胜利……