← アイリオス・アリステイデス

レウクトラ演説 3

§452-453

テーバイとペルシアの関係および迅速な支援の要求

テーバイ人がペルシア王に頼ることは現実的ではなく、彼らの同盟国の離反を招くのみであると指摘し、アテナイ自身の安全と名誉のためにラケダイモンを救うべきだと論じる。また、一度崩壊し始めた戦局を中途半端にコントロールすることは不可能であり、手遅れになる前に迅速な支援を決定すべきだと警告する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§452

τοιαύτην1 καὶ λαμπροὶ γεγονότες φύγοιεν ἂν, οἶμαι, ταπεινὸν οὕτω σχῆμα λαβεῖν, ὥστʼ ἐπὶ τὸν βάρβαρον καὶ κηλῖδα παλαιὰν ἐπανελθεῖν. ὅλως δʼ οὐκ ἔχει λόγον ἡ ὑπόνοια αὕτη. ὅπου γάρ ἐστι δυοῖν θάτερον, ἢ κρατήσαντας αὐτοὺς ἄλλῳ κεκρατηκέναι καὶ καθʼ αὑτῶν,2 ἢ κρατηθέντας, ὅπερ καὶ πρότερον συνέβη, καταλειφθῆναι καὶ ἐφʼ ἡμῖν εἶναι, πρὸς πότερον τούτων δέοιντʼ ἂν βασιλέως; καὶ μὴν νῦν μὲν ἐὰν πληγῶσι, προσδοκίαν τινὰ ἕξουσι διʼ ἡμῶν πάλιν σωθήσεσθαι, ὥσπερ αὐτούς τε ἔμπροσθεν καὶ νῦν τοὺς Λακεδαιμονίους τοῦτο πεπονθότας εἰδότες. ἔσονται·3 ἐὰν δὲ4 τὸν βάρβαρον καλέσαντες ἀποτύχωσιν, ἀπολούμενοι καθαρῶς ἐπίστανται. πῶς οὖν οὐχ ὃ τὴν μὲν νίκην καθαρὰν, τὴν δὲ συμφορὰν εὔελπιν αὐτοῖς παρίστησιν, αἱρήσονται καθʼ αὑτοὺς ἀγωνίζεσθαι μᾶλλον ἢ ὃ τὴν εὐτυχίαν ἀνόνητον ποιοῦν ἀνήκεστον ἕξει τὸ πρᾶγμα, τὸν βασιλέα κοινωνὸν παραλαβεῖν; εἶτα καὶ εἰς ἀνάγκην κατακέκλεινται τοῦ μηδʼ ἂν βούλωνται παραφρονῆσαι. οἱ γὰρ νῦν μετʼ αὐτῶν ὄντες Ἠλεῖοι καὶ Ἀρκάδες, ἂν ἐπαγομένους αὐτοὺς τὸν βάρβαρον αἴσθωνται, εὔδηλόν ἐστιν ὡς οὐ μενοῦσιν, ἀλλʼ ὑπόψονται καὶ φυλάξονται, τοῦτο μὲν τὸν κίνδυνον εἰδότες ἔσχατον ἥξοντα αὐτοῖς, τοῦτο δὲ τὴν ἀδοξίαν, εἰ πρὸς ὃν πρότερον μετὰ τῶν τὰ δίκαια φρονούντων Ἑλλήνων παρετάττοντο, τοῦτον νῦν Θηβαίοις συνεπασκήσουσιν αὐτοί. μᾶλλον δή μοι δοκοῦσι Θηβαῖοι διὰ τοὺς ὑπάρχοντας νῦν συμμάχους ἀμελήσειν βασιλέως ἢ διʼ ἐκεῖνον τούτους παρόψεσθαι. ὅλως δὲ, ὦ Ἀθηναῖοι, εἰ νῦν σώων ὄντων Λακεδαιμονίων δεδοίκαμεν μὴ τῷ βασιλεῖ προσθῶνται Θηβαῖοι, τί ποιήσομεν ἡνίκʼ ἂν μηδὲ τούτους ἔτι κοινωνοὺς ἔχωμεν, ἀλλὰ μόνοι μεταξὺ Θηβαίων καὶ τῶν βαρβάρων ἀπολειφθῶμεν; εἰ μὲν γάρ ἐστί τις ὑμῖν ἐγγυητὴς ἰσχυρὸς, ὡς ἂν Θηβαῖοι Λακεδαιμονίους ἀνέλωσιν, οὐχ ὑμεῖς εὐθέως αὐτοῖς ὑποκείσεσθε, οὐδʼ ἐπὶ τὴν πόλιν ἥξουσι ταύτην· δεινὸν μὲν νὴ τὸν Δία τὸν ἐλευθέριον τὸν Πλαταιᾶσι καὶ τὰ μνήματα τῶν ἐκεῖ πεσόντων κοινῶν ἀμφοτέροις προγόνων περιιδεῖν τὴν Λακεδαιμονίων πόλιν ἐκπεσοῦσαν ἐκ τῆς Ἑλλάδος, καὶ ταῦθʼ ὑπὸ Θηβαίων, οὐ μὴν ἀλλʼ ἔμοιγε τετολμήσθω τοῦτο τὸ ἀσέβημα τῷ λόγῳ, προώμεθα, ὦ Ἀθηναῖοι, καὶ περιίδωμεν μηδένα ὑπόλογον θέμενοι, βούλεσθε εἴπω καὶ συνεξέλωμεν; ἢ τοῦτο μὲν οὐδαμῶς; εἰ δʼ οὐδέπω τοσαύτην οἰκειότητα καὶ συνήθειαν ἔχει τὰ πρὸς ἡμᾶς πεπραγμένα Θηβαίοις, ὥστʼ εἶναι μείζω καὶ πλείω τῶν πρότερον πρὸς Λακεδαιμονίους αὐτοῖς ὑπαρχόντων, ὧν νῦν εἰσι πόρρω τοῦ μεμνῆσθαι, εὐτυχίας δὲ οὐδεὶς κόρος ἐστὶν ἀνθρώποις, ἀλλʼ οἱ τὰ μέγιστα κατορθώσαντες μεγίστων γλίχονται, δυναστείας τε ἐπιθυμοῦντας πολὺ μᾶλλον τὴν ἡμετέραν πόλιν ἢ τὴν Λακεδαιμονίων εἰκός ἐστιν αὐτοὺς δεδιέναι καὶ διὰ φρόνημα καὶ διʼ ἐμπειρίαν πραγμάτων καὶ διʼ ὀξύτητα καὶ τὴν ἐπὶ πᾶσι παρουσίαν ἄοκνον, τοῦτο δʼ ὑπειληφότας ἐκποδὼν ποιῆσαι ζητεῖν ἕπεται, ἐφʼ ἅπασί τε πίστις ἀκριβὴς οὐχ ἡ μὴ βουλήσεσθαί τινα ἀδικήσειν, ἀλλʼ ἡ μηδʼ ἂν βούλωνται δυνήσεσθαι παριστᾶσα· εἰ ταῦθʼ οὕτω φαίνεται, τί κωλύει Λακεδαιμονίους ὁμοῦ σώζειν καὶ τὴν πόλιν διʼ ἀσφαλείας ποιεῖσθαι καὶ δόξαν φιλανθρωπίας, μεγαλοψυχίας, ἀνδρείας προσλαβεῖν; ἐν γὰρ τῷ σῶσαι μὴ μνησικακήσαντας τρία ταῦτʼ ἐστὶν εἰς φιλοτιμίαν τείνοντα. πρὸς τοίνυν τὸ μὴ παρεῖναι Λακεδαιμονίους ὑπὸ τὴν αὐτὴν τύχην ἡμῖν, καὶ τῇ μὲν ψήφῳ δεῖν σῶσαι, τοῖς δὲ ὅπλοις ἀπολέσαι, καὶ πρὸς ταύτην τὴν ἀκριβολογίαν, μᾶλλον δʼ ἀπορίαν, ὀκνῶ γὰρ εἰπεῖν ἀποπληξίαν, οὐ χαλεπὸν εὑρεῖν ἁπλοῦν καὶ σαφῆ λόγον. εἰ μὲν ἦν, ὦ Ἀθηναῖοι, ταμιεύσασθαι, καὶ μέχρι τούτου κακῶς διαθεῖναι παρὰ τὸν πόλεμον αὐτοὺς, μέχρι τοῦ πρὸς σύμβασιν ἐγχωρεῖν διατηρῆσαι, τάχα ἂν ταῦτά τις ἤκουσεν· οὐκ ὄντος δʼ ἐφʼ ἡμῖν5 οὕτω τὸν πόλεμον τεμεῖν, τί ποιήσομεν, ἐὰν ἅπαξ ὑπερβάλωμεν; ἢ μεταγνωσόμεθα; καὶ τί πλέον τοῦ καιροῦ παρελθόντος; ἐπεὶ καὶ νῦν μία δή που μάχη πάντʼ αὐτοὺς ἀφῄρηται, τοὺς συμμάχους, τοὺς εἵλωτας, τὴν παρὰ τῶν περιοίκων πίστιν, ἁπλῶς τὴν τάξιν ἐφʼ ἧς βεβηκότες ἦσαν. τὸ δὲ προσπταῖσαι τοῖς σαθροῖς ῥᾳδίαν ποιεῖ τὴν αἴσθησιν. ἂν οὖν πάλιν ἄλλην μάχην μίαν κρατηθῶσιν οἱ λοιποὶ, τί κωλύει μιᾶς ἡμέρας

[このような勝利を収め]輝かしい者となった彼らは、このように卑しい姿をとること、すなわち野蛮人のところへ、そしてかつての汚点へと立ち戻ることを、私の思うに、避けるであろう。全体として、この疑念は理に合わない。なぜなら、二つのうちどちらか一方である場合、すなわち、彼らが勝利して他者のために、そして自分たち自身の不利益になるように勝利したことになるか、あるいは敗北して(これは以前にも起こったことだが)見捨てられ、私たちの手中に置かれることになるか、これら二つのうちのどちらにおいて彼らが王を必要とするだろうか。さらに今、もし彼らが打撃を被るなら、私たちによって再び救われるという期待をいくらか抱くことになる。以前に自分たち自身が、そして今ラケダイモン人がこの目に遭っていることを、彼らは承知しているであろうから。しかし、もし野蛮人を呼び寄せて失敗したなら、完全に滅びることになると彼らはよく知っている。そうであるなら、勝利を混じり気のないものにし、不運を希望あるものにしてくれる「自分たちだけで戦うこと」を、幸運を無益なものにし、事態を取り返しのつかないものにする「王を共同者として迎え入れること」よりも、彼らが選ばないことがあろうか。さらにまた、彼らは、たとえそう望んだとしても狂った行動をとることができないという必然性の中に閉じ込められている。なぜなら、現在彼らと同盟しているエリス人とアルカディア人は、もしテーバイ人が野蛮人を引き入れようとしていることに気づくなら、とどまることはなく、疑いの目を向けて警戒するようになることは明らかだからである。一方では危険が自分たちに極限にまで及ぶことを知り、他方では、かつて正しい志を持つギリシア人たちと共に敵対して陣を敷いていたあの者を、今や自分たち自身でテーバイ人と一緒になって支援することになるという不名誉を知るからである。したがって、テーバイ人は現在の同盟国のために王を無視する方を選ぶのであり、王のために現在の同盟国を軽視することはないだろうと、私には思われる。全体として、アテナイの皆さん、もし今ラケダイモン人が健在であるにもかかわらず、テーバイ人が王に味方するのではないかと私たちが恐れているのなら、もはや彼らさえも共同者として持たず、テーバイ人と野蛮人との間に私たちだけが取り残されるとき、私たちはどうするつもりなのか。もし、テーバイ人がラケダイモン人を滅ぼしたとしても、あなた方が直ちに彼らに従属することにはならず、また彼らがこのポリスに攻めてくることもないという、強力な保証人があなた方にあるというのなら、――自由の守護神ゼウス、プラタイアにおけるゼウス、そしてそこに倒れた両者の共通の祖先たちの墓にかけて、ラケダイモン人のポリスがギリシアから追い落とされるのを、しかもテーバイ人によってそれが行われるのを見過ごすことは、恐ろしいことである。とはいえ、私に言論においてこの不敬な仮定を敢えてさせてほしい。アテナイの皆さん、私たちは彼らを見捨て、何の考慮も払わずに見過ごそうではないか。お望みなら、こう言おうか、我々も一緒になって彼らを滅ぼそうと?それとも、このようなことは断じてあってはならないだろうか。だが、もしテーバイ人にとって、私たちに対してこれまで行ってきたことが、かつてラケダイモン人との間に存在した関係(これについては今や彼らは思い出すことすら程遠いのだが)よりも大きく、また多くの親密さや馴染みをもたらしていないのであり、また、人間には幸運に対する飽くなき貪欲さがあり、最大の成功を収めた者たちは最大のものを切望するものであり、支配権を熱望する彼らにとって、誇りと、国事における経験と、機敏さと、あらゆる状況における弛まぬ存在感のために、ラケダイモン人のポリスよりも私たちのポリスを恐れる方がもっともであり、そして、そう信じている彼らにとっては、私たちを排除しようと努めることが当然の結果として伴うのであり、何よりも、確実な信頼とは、誰かが不正を行おうと望まないことではなく、たとえ望んだとしてもそれができないようにすることを保証することであるとするなら――もしこれらのことがそのように見えるなら、ラケダイモン人を救うと同時に、自らのポリスを安全に保ち、さらに人道、寛大さ、勇気という名声を獲得することを、何が妨げるだろうか。なぜなら、恨みを抱かずに救うことの中に、名誉の追求へとつながるこれら三つのものが含まれているからである。そこで、ラケダイモン人が私たちと同じ運命のもとに置かれないようにすること、すなわち投票においては救うべきだとする一方で、武器においては彼らを滅ぼすという、このような厳密すぎる議論、いやむしろ、思考停止(愚行と言うのはためらわれるが)に対して、単純で明快な反論を見出すのは難しくない。アテナイの皆さん、もし(戦争の推移を)調整し、戦争において彼らを、妥協に合意する余地が残る限界まで痛めつけておくというコントロールができるのであれば、おそらく誰かもこのような議論に耳を傾けたかもしれない。しかし、戦争をそのように切り分けることが私たちの思い通りにならない以上、私たちが一度(その限界を)越えてしまったら、どうするつもりか。あるいは、後悔するのだろうか。しかし、好機が去ってしまった後に、それが何の役に立とうか。なぜなら、今でさえ、たった一回の戦いが彼らからすべてを奪ってしまったからである。同盟国を、ヘイロタイを、ペリオイコイからの忠誠を、端的に言えば彼らが立脚していたこれまでの体制そのものを。すでに脆くなっている状態でつまずくことは、その実感を容易にするものである。それゆえ、もし生き残った者たちが再びもう一回だけの戦いで敗北するなら、たった一日のうちに、何が[彼らの完全な滅亡を]防ぎうるだろうか。

構文注5 件
  1. 452τοιαύτην

    前文末の νενικηκότες νίκην を受けて、対格名詞 νίκην が省略されている。

  2. 452ἢ κρατήσαντας αὐτοὺς ἄλλῳ κεκρατηκέναι καὶ καθʼ αὑτῶν

    与格 ἄλλῳ は利害の与格「他者のために(=王のために)」を意味し、能動完了の不定詞 κεκρατηκέναι(「勝利した状態にある」)にかかる。テーバイ人が勝利したとしても、その成果はペルシア王のものとなり、自分たち自身の不利益になる(καθʼ αὑτῶν)ような勝利にしかならないという逆説的な論理を表現している。

  3. 452εἰδότες ἔσονται

    完了分詞 εἰδότες と未来動詞 ἔσονται による迂言的未来表現であり、「よく承知していることになるだろう(よく分かっているはずだ)」とテーバイ人の歴史的認識に対する確信を強めている。

  4. 452τοῦτο μὲν ... τοῦτο δὲ ...

    対格の代名詞が副詞的に機能し、「一方では……、他方では……」という並列的な理由を提示している。

  5. 453οὐκ ὄντος δʼ ἐφʼ ἡμῖν

    非人称表現 ἔστιν ἐπί τινι(〜の権限/裁量にある)を用いた絶対属格。否定辞 οὐκ を伴って「戦争をこのように切り分ける(=都合よくコントロールする)ことが我々の思い通りにならない以上」という意味になる。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 2 件
urn:cts:greekLit:tlg0284.tlg035.humanitext-grc2:452-453