§390εἰπεῖν, οὐκ εἴ τί ποθʼ ἡμᾶς ἀναγκαῖον περιστήσεται, τούτου χάριν καὶ τὰ μὴ προσήκοντα ἑκόντας αὑτοῖς προστίθεσθαι χρὴ, ἀλλὰ χωρὶς τιθέναι τό τʼ ἀμύνασθαι τοὺς ἐπιόντας καὶ τὸ μὴ ἐθέλειν ἑαυτῶν φείσασθαι.
要[说一句话],如果某种必然性降临到我们身上,我们不应为此而甘愿给自己增添无关的事情,而应当把击退来犯者与不愿自爱(即无谓冒险)区分开来。
ἐγὼ δὲ φοβοῦμαι μὲν ἃ μικρῷ πρόσθεν εἴρηκα, φοβοῦμαι δὲ καὶ τοὺς οἰωνοὺς, βλέπων μὲν εἰς τὰ μυστήρια ὡς οὐ καλῶς ἐξεφοίτησε πρὶν ἐκπλεῖν ἡμᾶς, βλέπων δʼ εἰς τοὺς ἑρμᾶς ὡς διετέθησαν, ἐνθυμούμενος δὲ ὡς ὁ ταῦτα συμβουλεύσας ἐπάρατος γεγένηται καὶ μόνῳ τούτῳ δημοσίᾳ τὰ γένη τὰ ἱερὰ κατηράσατο.
我不仅害怕刚才所说的事情,也害怕那些征兆,因为我看到在我们起航前,秘仪是如何不体面地泄露,也看到赫尔墨斯神柱是如何被破坏,并且想到建议这些事的人已经变得被诅咒,神圣的氏族公开放逐并唯独诅咒了他。
ἀναμιμνήσκομαι δὲ καὶ τῆς εἰς Αἴγυπτον στρατείας, ἣν καλῶς οὗτος ἀρτίως περιέστελλεν, ἣ διακοσίας ἡμῶν τριήρεις παρείλετο, καὶ ταῦτʼ ἐχόντων μοῖραν ἤδη Αἰγύπτου οὐκ ἐλάττω τῆς πάσης Σικελίας· καὶ οὐδʼ ἐνταῦθα ἔστημεν, ἀλλὰ χρόνου διελθόντος ᾤχοντο ἕτεραι πεντήκοντα βοηθοὶ ταῖς ἐκεῖ, καὶ οὔτʼ ἐκείνας οὐδὲν ὤνησαν καὶ αὐτοὶ προσαπώλοντο ἐπιθήκην.
我也想到了对埃及的远征,他刚才把那次远征粉饰得很好,但那次远征夺走了我们两百艘三段桨船,而且当时我们已经占领了不亚于整个西西里的埃及领土;我们甚至没有停留在那里,而是随着时间推移,又派去了另外五十艘船作为那里的援军,它们不仅没有给那里的人带来任何好处,自身也作为追加的损失而毁灭了。
τοῦτο μέντοι, τοῦτο ἐγὼ φρίττω τὸ παράδειγμα, ὦ Ἀθηναῖοι, καὶ οὔτε νὺξ οὔτε ἡμέρα παραιρεῖται τὴν μνήμην αὐτοῦ· καὶ δέομαι πάντων ὑμῶν τὴν Σικελίαν ὡς τὴν Αἴγυπτον φυλάξασθαι καὶ μὴ πολλὰ τοιαῦτα ποιεῖν παραδείγματα, λογιζομένους εἰ τότε τις ταῦτʼ εἰπὼν ἔπεισε, μάλιστα μὲν ἐξ ἀρχῆς μὴ πλεῖν εἰς Αἴγυπτον, εἰ δὲ μὴ, τάς γε δευτέρας τριήρεις μὴ πέμπειν, ὡς οὐδʼ ὁτιοῦν ἂν πρᾶγμα τῇ πόλει συνέβη, ἢ τά γε δεύτερα οὐκ ἂν προσαπώλετο.
雅典人啊,正是这个,正是这个先例让我颤栗,无论是白天还是黑夜都无法抹去对它的记忆;我请求你们所有人像防范埃及那样防范西西里,不要制造许多这样的先例,要考虑到如果当时有人用这些话劝服了大家,最完美的是一开始就不去埃及,否则的话,至少不要派遣第二批三段桨船,那么城邦就不会发生任何灾祸,或者至少第二批船不会追加毁灭。
ἀλλὰ μὴν εἰ πάντες ἐπίστασθε ὅτι κἀκεῖνα ἡμαρτήθη γνώμῃ συμβούλων καὶ τῷ τοὺς κωλύοντας ἔλαττον σχεῖν, ὁρᾶτε μή ποτε καὶ νῦν τῆς ἡμετέρας ἥττης αὐτοὶ τὴν δίκην δῶτε.
但是,如果你们大家都知道那些错误也是由于建言者的判断失误以及阻拦者发言权微弱所致,那么请提防,免得现在你们自己也要为我们的失败承担代价。
ἐνθυμεῖσθε δʼ ὡς οὐδʼ ἀπὸ τῶν ἐν Κύπρῳ ποτὲ νικῶν πολλῶν καὶ μεγάλων περιεγένετο ἡμῖν αὐτήν γε κτήσασθαι τὴν Κύπρον, ἀλλʼ ἀφέντες αὐτὴν ἀνεχωρήσαμεν.
还要记住,即使过去在塞浦路斯取得了许多重大的胜利,我们最终也没能占领塞浦路斯本身,而是放弃它并撤退了。
ὡς δὲ καὶ τὸ χωρίον λοιμῶδες οὗ τὸ στρατόπεδον πάντες ἴσως πυνθάνεσθε.
而且你们大概也都听说,军营所处的那个地方易发疫病。
ἃ χρὴ λογιζομένους οὐκ εἰ μετὰ παιάνων §391ἐκπλεύσαντας ἀπράκτους ὑποδεξόμεθα ἀφόρητον νομίζειν, ἀλλʼ ἐκεῖνο πάντων ἂν γενέσθαι σχετλιώτατον, εἰ οὓς τότε ὡς ἀρχὴν ἐπικτησομένους καὶ μετὰ τοιούτου σχήματος ἐξεπέμπομεν, τούτους ὑπʼ ἄλλων ποτὲ φωνῶν ζητήσομεν, καὶ ἡ τότε ἅμιλλα μέχρι Αἰγίνης οὐκ ἐάσει νῦν αὐτοὺς εἰς τοὺς οἰκείους λιμένας ἀποσωθῆναι.
考虑到这些,我们不应因为他们伴着凯歌起航,就认为无功而返是不可忍受的,相反,最悲惨的事情莫过于:我们当时怀着夺取帝国之志并以如此盛况送走的人,有朝一日我们却要通过别人的声音去寻找他们的下落,而当年直到埃伊纳岛的竞渡,如今却不容许他们安全返回自己的港口。
ἐμοὶ μὲν εἴρηται·
我已经说完了。
εὔχομαι δὲ δυοῖν θάτερον, ἢ καὶ ὑμῖν συνδοκεῖν, ἢ γνώμης ἁμαρτεῖν αὐτὸς καὶ δειλίαν ὕστερον μόνος ἐξ ἁπάντων ὀφλεῖν.
我祈求两件事中的一件:要么你们也赞同我的看法,要么我自己的判断是错误的,日后唯独我一人在所有人中承担懦弱的罪名。