§384Σικελιώτας ὁ πόλεμος.
(如果你们的战争只是针对)西西里人(的话)。
ταὐτὰ δὲ ταῦτα λέγω καὶ περὶ τῶν ἐν Ἰταλίᾳ πραγμάτων, ὡς οὐκ ἂν ὑμᾶς ἐκφύγοι σχολῆς ἀπὸ τῶν ἄλλων παραπεσούσης.
对于意大利的事务,我也要说完全相同的话:如果从其他事务中能腾出闲暇,它绝不会漏掉。
εἰ μέντοι δεήσει κατὰ ταυτὸν καὶ Πελοποννησίοις καὶ τοῖς ἐν Σικελίᾳ καὶ Ἕλλησι καὶ βαρβάροις πολεμεῖν, καὶ πρὸς τούτοις ἔτι τοῖς ἀπὸ τῆς ἀντιπέρας ἠπείρου μετʼ ἐκείνων ἐσομένοις, οὐκέτι τοῦτʼ ἔχω θαρρεῖν, ἀλλὰ δέδοικα τὰς ἐλπίδας ἡμῶν μακρὰς οὔσας.
但是,如果必须同时与伯罗奔尼撒人、西西里人、希腊人和蛮族作战,此外还要与来自对岸大陆、即将与他们并肩作战的那些人作战,我对此就无法再保持自信,而是担心我们的期望过于宽广。
ἡ γὰρ παρενθήκη τοῦ πολέμου κινδυνεύει μείζων τοῦ κεφαλαίου ἡμῖν καθίστασθαι, οἵτινες ἀξιοῦμεν Σικελίαν καὶ Ἰταλίαν καὶ Καρχηδόνα καὶ μικροῦ δεῖν πάντας ἀνθρώπους ὑποχειρίους ποιήσασθαι, ἵνʼ αὐτοὺς δεῦρο κομίσαντες τὴν Πελοπόννησον παριστῶμεν.
因为战争的附带部分恐怕会变得比我们的主要部分还要大,我们竟然认为应该让西西里、意大利、迦太基以及几乎全人类都俯首称臣,好把他们带到这里来迫使伯罗奔尼撒屈服。
ἐμοὶ δὲ, ὦ Ἀθηναῖοι, καὶ μηδεὶς ὑπολάβῃ δυσκόλως, τοὐναντίον δοκεῖ πρότερον ἐγχωρεῖν τε καὶ χρῆναι τὴν Πελοπόννησον ὑφʼ ἡμῖν αὐτοῖς ποιήσασθαι, ἵνα διὰ τούτων τῶν ἔξω τοσούτων κρατήσωμεν, καὶ δεῖν διὰ τούτων ἐκεῖνα προσκτήσασθαι μᾶλλον ἢ τοῖς ἐκεῖ τούτων ἕνεκα ἐγχειρεῖν ἐν ἀκαιρίᾳ.
但在我看来,雅典人啊——且请大家不要反感——相反,首先使伯罗奔尼撒屈服于我们自己,既是可能的也是必须的,以便通过他们来征服外部如此众多的势力,而且应当通过他们来夺取那些地方,而不是在不合时宜的时候,为了夺取那些地方而对这些人下手。
ὅτι δʼ οὐκ ἐκείνῳ τῷ λόγῳ χρὴ πιστεύειν, ὡς ἡ πολλὴ τῆς Συρακοσίων δυνάμεως πρὸς ἡμῶν ἐστιν, ἀκούσατε.
至于为什么不应该相信那种说法——即叙拉古人的大部分力量都是支持我们的——请听我解释。
οὐδεὶς, ὦ Ἀθηναῖοι, τῶν ἐν Σικελίᾳ οὔτε Ἑλλήνων λέγω οὔτε βαρβάρων ἐξ ἴσου Συρακοσίους τε μισεῖ καὶ ἡμῖν εὐνοϊκῶς ἔχει, ἀλλʼ ὥς μοι δοκοῦσι διακεῖσθαι φράσω.
雅典人啊,在西西里的居民中,无论希腊人还是蛮族,没有一个人憎恨叙拉古人并对我们怀有同样好意的。 但我会告诉你们,在我看来他们的态度是怎样的。
ἐκεῖνοι, μέχρι μὲν μηδεὶς ἀφῖκτο παρʼ ἡμῶν εἰς Σικελίαν, ἐδυσχέραινον Συρακοσίους, ὥσπερ ἡμᾶς πολλοὶ τῶν ἡμετέρων συμμάχων.
在我们的任何人到达西西里之前,他们确实讨厌叙拉古人,就像我们的许多盟友讨厌我们一样。
οὐδεὶς γὰρ ἑκὼν οἶμαι δουλεύειν βούλεται.
因为我想,没有人会心甘情愿地想当奴隶。
δυνάμεως δὲ τοσαύτης φανείσης, καὶ πάλιν ἄλλης πεμπομένης ὑφʼ ἡμῶν καὶ τῆς διανοίας οὔσης περιφανοῦς, οὐκέτʼ ἐκείνους μισοῦσι μᾶλλον ἢ ἡμᾶς δεδίασιν, ὥσθʼ ἡμεῖς διαλλακταὶ γιγνόμεθα αὐτοῖς.
但当如此庞大的力量出现,而且我们又在派遣另一支军队,我们的企图昭然若揭时,他们便不再憎恨叙拉古人,而是更害怕我们,以至于我们成了他们的调停者(和解的契机)。
πολὺ γὰρ αὖ μᾶλλον αἱρήσονται τοὺς οἰκείους καὶ ὁμοίους, ἐὰν ἄρα καὶ παριδεῖν δέῃ μικρὸν ἐλαττουμένους αὐτῶν, ἢ τοὺς ἀλλοτρίους καὶ ἐπήλυδας.
因为他们远更愿意选择自己的同类,即使这需要他们容忍自己稍微屈居于其下,也不愿意选择外邦人和入侵者。
ταῦτʼ ἐστὶν ἃ δέδοικα καὶ πρὸς τούτοις, ὦ Ἀθηναῖοι, τὴν Λακεδαιμονίων ψευδολογίαν, ὑφʼ ἧς διαβεβλήμεθα, ὡς τῷ βιαίως ἄρχειν ἅπαντας ὑπερβεβληκότες.
这些就是我所担心的,此外,雅典人啊,我还担心拉刻代蒙人的虚假宣传,他们借此诽谤我们,说我们在武力统治方面超越了所有人。
πάντων δʼ ἀτοπώτατον τῆς μὲν Ἀττικῆς αὐτῆς παραχωρῆσαι τοῦ μὴ μάχεσθαι μηδὲ κινδυνεύειν ἕνεκα, ὑπὲρ δὲ §385τῶν ἐν Συρακούσαις αἱρεῖσθαι ὁτιοῦν καὶ παθεῖν;
而最荒谬的是,为了不交战、不冒险而放弃阿提卡本身,却为了叙拉古的事务,甘愿选择承受任何代价?
ἢ οὐκ ἀκούετε τῆς ἐπιστολῆς, ὡς εἰ μή τις αἱρήσει τὸ παρατείχισμα χειρὶ συχνῇ βιασάμενος, πέρας τἀν τῇ γῇ πράγματα ἔχει;
难道你们没有听过信中的内容吗? ——如果不用大批人手强行夺取对抗壁,陆地上的局势就将宣告结束。
οὐκοῦν ἄτοπον τοὺς αὐτοὺς κινδύνους ὑπὲρ μὲν τῆς οἰκείας καὶ τῶν ὄντων φεύγειν, ὑπὲρ δὲ τῆς ἀλλοτρίας καὶ τῶν μηδὲν προσηκόντων ὑφίστασθαι.
因此,为了保护自己的土地和财产而逃避同样的危险,却为了别人的土地和与自己毫无关系的事物去承担危险,这岂不是很荒谬吗?
καὶ μὴν ἐνταῦθα μὲν πρὸς Πελοποννησίους καὶ Βοιωτοὺς ἐγίγνετʼ ἂν ἡ μάχη, ἐκεῖ δὲ πρός τε τοὺς αὐτοὺς τούτους παρόντας καὶ πρὸς ἄλλους ἔτι πλείονας, τοὺς μὲν ἐξ αὐτῆς τῆς νήσου, τοὺς δʼ ὅθεν ἂν τύχῃ.
况且,在这里,战斗是与伯罗奔尼撒人和波奥提亚人进行的;但在那里,不仅要面对这些同样的敌人,还要面对更多其他的人,其中一些来自该岛本身,另一些则来自任何可能的地方。
καὶ μὴν οὐδʼ ὑπὲρ φυλακῆς γε τῆς χώρας εἰ λάβοιμεν οὐδὲν ἂν εἴποιμι· παντελῶς γὰρ ἂν ἀγνοοίην τὰ παρόντα.
而且,我绝不赞成“即使我们夺取了它,也是为了防守该地区”的说法;因为(如果是这样的话)我将对眼前的局势完全一无所知。
καίτοι πρός γε τὸ τῆς Κύπρου παράδειγμα τοσοῦτον εἰπεῖν εἶχον, ὅτι βασιλεὺς μὲν ἄρχει Κύπρου διὰ πάσης συνεχοῦς ἀπὸ τῆς ἑαυτοῦ, ἡμῖν δὲ εὐθὺς πρὶν Μαλέαν περιπλεῦσαι πᾶν τὸ ἐν δεξιᾷ πολέμιον.
然而,关于塞浦路斯的例子,我至少可以说这么多:波斯国王是从他自己的领土通过完全连续的陆地来统治塞浦路斯的,而对我们来说,甚至在绕过马里亚角之前,右侧的所有一切就都是敌对的了。
ἀλλʼ ἐῶ ταῦτα.
但我把这些放一旁。
διδότω τις ἡμῖν θεῶν Σικελίαν καὶ τὸ λοιπὸν, εἰ βούλεσθε, ὁ πάντα ἐγὼ δεδιὼς ἐγγυῶμαι.
就让神明中的某一位将西西里和剩下的地方赐予我们吧,如果你们愿意的话——对此,我这个对一切都感到恐惧的人,予以保证(作为前提)。
ἀλλὰ τί δεῖ τοὺς πόρρωθεν φόβους καὶ κινδύνους δεδιέναι, ἀφέντα τοὺς ἐν ὀφθαλμοῖς;
但是,放着眼前的恐惧和危险不管,为什么要去害怕遥远的恐惧和危险呢?
πρὸς ταῦτα λεγόντων ὡς ἡ Σικελία πολλὴ καὶ ἀγαθὴ καὶ πρὸς τὸν πόλεμον λυσιτελεστάτη· ἀλλʼ ὅπως μὴ μεταβάλῃ ποθʼ ἡμῖν τὰς ἐπωνυμίας, μηδὲ τὸ τοῦ Πέρσου πάθωμεν, ὃς ἀκούων Μαρδονίου περὶ τῆς Εὐρώπης ὅτι πολλὴ καὶ ἀγαθὴ καὶ οὐδὲν φαυλοτέρα τῆς Ἀσίας κεκτῆσθαι, ἀγαπητὸν κέρδος εὗρε τὴν σωτηρίαν.
对此,让他们去说西西里庞大、富庶且对战争最有利吧;但我们必须小心,免得它有一天对我们改变了名称,免得我们重蹈波斯国王的覆辙:他听信了马尔多尼奥斯关于欧洲的言论,说它广阔富庶,在占有价值上丝丝毫不可亚于亚洲,结果却发现能活下来就是万幸的恩赐。
ὅτου γὰρ ἂν πράγματος μὴ τὸ δυνατὸν ἡγῆται, τό γε λοιπὸν ὕθλοι καὶ σκιαί.
因为对于任何事情,如果没有可能性作为引导,剩下的部分就只是胡言乱语和泡影。
νὴ Δίʼ αἰσχρὸν γὰρ φυγεῖν ἐκ Σικελίας.
有人会说:“凭宙斯起誓,因为从西西里撤退是可耻的。
πότερον εἰ κρατῆσαι παρὸν φεύγοιμεν, ἢ καὶ ὁπωσοῦν;
”那么,这指的是在可以获胜的时候撤退,还是指在任何情况下撤退?
εἰ μὲν γὰρ ἐὰν κρατῆσαι παρὸν, δειξάτω τις ὡς ἔξεστιν· εἰ δὲ καὶ ὁπωσοῦν, οὐδὲν ἄλλο ἢ τὸ σωθῆναι δεινὸν ἡγοῦνται.
因为如果是在可以获胜的时候,就请有人指明如何能赢;但如果是在任何情况下,他们就是认为生存本身就是一件可怕(可耻)的事。
ἔτι τοίνυν ἡδέως ἂν ἐροίμην αὐτοὺς πότερον αὐτὸν τὸν κατάπλουν τῶν τριήρων καὶ στρατιωτῶν αἰσχρὸν νομίζουσιν.
此外,我很想问问他们,难道他们认为三段式战船和士兵们回航这件事本身是可耻的吗?
ἀλλὰ μὴν τοῦτό γε εὐξάμεθα ἐξ ἀρχῆς δή που, δέξασθαι σῶς αὐτούς.
然而,这难道不正是我们从一开始就祈求的吗,即让他们安全地回来。
ἢ τοῦτο
还是说,这……