Humanitext Reader

阿里斯·台德斯 · 反对西西里远征 §380-381

尼基阿斯的信函意图与反对增兵

第 3 段,共 8 段 · 希腊语

内容简介

演讲者反对继续进行西西里远征,指出了雅典自身面临被包围的危机,分析了尼基阿斯来信的真实意图,并敦促公民大会选择最安全的道路,而不是盲目增兵。

§380Ἀθηναῖοι;
雅典人啊!
πότερον τῷ τὰ οἰκεῖα βεβαίως καρποῦσθαι;
难道是因为我们稳固地享有自己的领土吗?
ἀλλʼ οὕτω γʼ εἴη τοῖς πολεμίοις.
但愿我们的敌人才是如此!
ἀλλὰ τῷ πλήθει τῶν ὁπλιτῶν καὶ ἱππέων;
还是因为重装步兵和骑兵的数量众多?
ἀλλὰ φοβοῦμαι μὲν εἰπεῖν, ἐξάγομαι δὲ, ἐξελύσαμεν, ὦ Ἀθηναῖοι, τὸν κατάλογον καὶ τὰς συντάξεις πέρα τοῦ καιροῦ διεσείσαμεν.
虽然我害怕说出来,但我不得不说:雅典人啊,我们已经削弱了征兵名册,并且过度动摇了我们的体制。
ἃ γὰρ εἰς τὴν σωτηρίαν ὑπάρχειν ἀποκείμενα χρῆν τῇ πόλει, ταῦτʼ ἀπολέξαντες ὑπὲρ τῆς τῶν Ἐγεσταίων καὶ Λεοντίνων σκιᾶς εἰς τὰ πρὸς ἑσπέραν τῆς οἰκουμένης ἀπεστείλαμεν, καὶ τῆς παροιμίας οὐ πόρρω θέομεν τὰ νῦν· ἐπιθυμίᾳ γὰρ τῶν πλειόνων καὶ ἀπόντων—ἀλλʼ ἐάσω τὸ βλάσφημον—ἀλλʼ ὅπως γε μὴ στερηθῶμεν τῶν ὄντων, τοῦτο οὐκ ἂν ἁμαρτεῖν οἴομαι προσθείς.
因为那些本该为城邦安全而储备和享有的资源,我们却将其挑选出来,为了埃格斯塔人和雷翁蒂努伊人的虚影,送到了人居世界的西方,如今我们距离那句谚语也相去不远了:因为我们渴望得到更多且不在手边的事物——但我还是略过这不祥的预言吧——但至少不要让我们失去现有的东西,我想我加上这一点并不会说错。
οὐ μιμησόμεθα, ὦ Ἀθηναῖοι, τοὺς ἰατροὺς, οἳ τὰ ἐν τοῖς σώμασι ῥεύματα οὐκ ἐῶσι περαιτέρω χωρεῖν, ἀλλὰ τὸ φλεγμαῖνον ἴσχουσι, πρὶν εἰς ἅπαντα τὸν ὄγκον χυθῆναι·
雅典人啊,难道我们不应该效仿医生吗?
οὐ σωφρονιοῦμεν τὰς ἄγαν ὁρμὰς, ἀλλʼ ὁρωμένου τοῦ προτέρου κακοῦ τὰ δεύτερα προσθήσομεν καὶ βαρυνοῦμεν τὰ πράγματα ἑτέροις ἵπποις καὶ ἑτέροις ἀνδράσι καὶ χρήμασι, καὶ συμποριοῦμεν τροφὴν τῷ πολέμῳ κακὴν, ὥσπερ εἴ τινες πυρκαϊᾶς ἡμμένης ἀμελήσαντες σβεννύναι ξύλα καὶ φορυτὸν καὶ ὕλην συμφέροιεν, ὡς τούτῳ τὸ πῦρ ἐπισχήσοντες;
他们不让身体中的流体继续蔓延,而是在炎症扩散到整个肌体之前将其控制住;难道我们不应该克制过度的冲动,反而要在先前的灾祸历历在目的情况下,增加第二次灾祸,用更多的骑兵、更多的士兵和更多的资金来加重事态的负担,并且为战争筹集有害的燃料,就像有人在火灾燃起时,不顾去扑灭,反而搬来木材、柴火和木料,以为这样就能阻止火势一样吗?
μὴ ὑμεῖς γε, ὦ Ἀθηναῖοι, μηδὲν ἀβέλτερον πάθητε μηδὲ ἐξαπατήσητε ὑμᾶς αὐτοὺς, ὥσπερ οἱ τοὺς ὀφθαλμοὺς συγκλείοντες, ὅπως μὴ ὁρῶσιν ἃ μὴ θέλουσιν.
雅典人啊,千万不要做出如此愚蠢的事,也不要欺骗自己,就像那些为了不看自己不想看的东西而闭上双眼的人一样。
ἀλλʼ ἰδόντες οἷ πρόεισι τὰ πράγματα, ἕως ἔτι καιρὸς καὶ κύριοι τῆς βουλῆς καθέστατε, ἐπίσχετε καὶ μὴ βούλεσθε δυοῖν ὁδοῖν τὴν μὲν καθʼ ὑμῶν ἰδεῖν, τὴν δὲ ὑπὲρ ὑμῶν ἀγνοεῖν.
相反,在看清事态的发展方向后,只要还有时间和掌握决策权,就请停下脚步,不要在两条道路中,偏偏去选择看清那条对自己不利的路,而忽视那条对自己有利的路。
οὐδὲ γὰρ νῦν ἐνδείᾳ σωμάτων καὶ τῆς ἄλλης παρασκευῆς οὕτω διατέθειται τὰ πράγματα, ἵνʼ ὡς ἀγεννέστερον αὐτοῖς ἐγχειρήσαντας ἡμᾶς αὐτοὺς καταμεμφώμεθα, ἀλλʼ ἕνεκα μὲν στόλου λαμπρότητος καὶ περιουσίας ἅπαντα πέπρακται, τῇ τύχῃ δὲ ἐπταίκαμεν καὶ τῷ προεῖσθαι τὸ μέγιστον τῶν πλεονεκτημάτων, τοῦτο δʼ ἦν ὁ καιρὸς, καὶ τῷ μὴ ἐπιστῆναι ταῖς Συρακούσαις ἐν ἀκμῇ τοῦ φόβου, πρὸς ταῦτα καὶ Νικίου καὶ ὅτου τις βούλεται κατηγορείτω·
因为即使在现在,局势也并非由于缺乏人员和其他装备,以至于我们会责怪自己下手不够体面,反而就远征军的华美与充裕而言,一切都已经做到了。 我们之所以受挫,是因为运气,是因为丢掉了最大的优势——也就是时机——以及没有在叙拉古人恐惧达到顶点时攻打他们。 对于这些事,就让人们去指责尼基阿斯,或者任何他们想指责的人吧。
οἱ δʼ οὖν καιροὶ προεῖνται, καὶ οὐχ οἷόν τε §381ἀναλαβεῖν αὐτοὺς, οὐδʼ ἂν δὶς τοσούτους ἀποστείλωμεν.
总之,时机已经失去了,而且是无法挽回的,哪怕我们派出两倍于此的人马。
ὀφθέντες μὲν γὰρ ἐξαίφνης ἐκπλήττουσι καὶ ὀλίγοι πολλοὺς καὶ φαυλότεροι κρείττονας, ὅταν δʼ ἐφʼ ἡσυχίας διάθωνται τὸν πόλεμον οἱ τὰ δεινὰ προσδοκήσαντες πολλῷ ῥᾴους εἰσὶν ἀμύνασθαι τῶν ἐπελθόντων, τὴν μὲν ὀργὴν ἐξ ὧν ἐφοβήθησαν ἔχοντες, τὴν δʼ ἰσχὺν τῇ σχολῇ προσειληφότες.
因为突然出现时,哪怕是少数人也会使多数人震惊,弱者也会让强者恐惧;但当那些预料到可怕后果的人能够气定神闲地应对战争时,防御入侵者就容易得多,因为他们从先前的恐惧中汲取了愤怒,又在从容中获得了力量。
δοκεῖ δʼ ἔμοιγε Νικίας εἰς ταυτὸν ἀφῖχθαι κατὰ τὴν ἐπιστολὴν εἰς ὅπερ τότε δημηγορῶν.
在我看来,尼基阿斯在信中所达到的结论,与他当时在集会上演讲时完全一致。
δημηγορῶν τε γὰρ, ὦ Ἀθηναῖοι, βουλόμενος τῆς στρατείας ὑμᾶς ἀποστρέψαι πλῆθος ᾔτησε τοσοῦτον ὅσον ἥκιστʼ ἂν ὑμᾶς ᾠήθη δοῦναι, ἵνʼ ἐκ τούτου πρὸς τὴν ἀναγκαίαν ἡσυχίαν τράπησθε —ὃ καὶ σφόδρα δῆλόν ἐστιν ὡς οὐκ ἐνδείᾳ δυνάμεως εἰς ταῦτα ἐλήλυθε· πάντα γὰρ ὧν ἐμνήσθη λαβὼν ἐξέπλευσεν—ἐπιστέλλων τε ὑπὲρ τῶν ἐκεῖ νῦν πραγμάτων ἓν μὲν εὐθὺς καὶ σαφὲς αἰσχύνεσθαί μοι δοκεῖ δηλοῦν ὅτι ὑμῖν κλητέον ἐστὶν αὐτούς· προστίθησι δʼ ὥσπερ παραμυθούμενος αἵρεσιν εἶναι ἢ τοὺς ἐκεῖθεν καλεῖν, ἢ πέμπειν τοσαύτην βοήθειαν, ὅση τοῖς ἐκεῖ φόβοις ἀρκέσει.
因为雅典人啊,他在演讲时为了阻止你们去远征,要求了如此庞大的数量,他原本以为你们最不可能给,好让你们因此转向不得不保持的平静——这也非常明显地表明,他并不是因为缺乏兵力才落入这般田地的:因为他带走了他所提及的一切东西而扬帆起航的——而他在就那里的现状写信时,首先且显然让我觉得,他耻于直接表明你们必须召回他们;但他又仿佛在安慰你们似地加上了一个选择:要么从那里召回他们,要么派出足以应付那里恐慌的大量援军。
ἂν οὖν, ὦ Ἀθηναῖοι, καὶ νῦν ταυτὸν ὅπερ πρότερον συμβῇ καὶ ὑμεῖς μὲν πρὸς τὴν βοήθειαν καὶ τὸ πέμπειν ὁπόσους ἂν μάλιστα ἐθελήσειεν ὁρμήσητε, οἱ δὲ ταῖς αὐταῖς ἀπορίαις ἐμπέσωσι νὴ Δίʼ, οὐ γὰρ ἂν τοῦτο γένοιτο;
因此,雅典人啊,如果这次也发生和以前一样的事,你们急于提供援助并派出他最想要的人数,而他们却陷入同样的困境之中,凭宙斯起誓,难道这不会发生吗?
μηδὲ γὰρ γένοιτο, ὦ Ζεῦ καὶ πάντες θεοὶ, οὐδὲ ἐγὼ βούλομαι μὴ ὅτι συμβῆναι, ἀλλʼ οὐδʼ αὐτὸ τοῦτο δεῖσαι μὴ γένηται.
但愿它不会发生,噢,宙斯和众神啊,我不仅不希望这发生,甚至不希望有要为此担惊受怕的必要。
ἀλλʼ οἶμαι πάντες ἐπιστάμεθα ὅτι νῦν οὐ μόνον εὐξόμενοι συνήλθομεν ὥσπερ εἰς ἱερὸν, ἀλλὰ σκεψόμενοι περὶ τῶν ὅλων.
但我认为我们大家都清楚,我们现在聚集在一起,并不仅仅是像在神殿里那样来祈祷,而是为了通盘考虑大局。
δεῖ δὲ εὐχομένους μὲν τὰ μέγιστα καὶ τὰ ἥδιστα αἰτεῖν τοὺς θεοὺς, βουλευομένους δὲ τὰ ἀσφαλέστατα ἐκ τῶν παρόντων αἱρεῖσθαι τούς γε μήθʼ αὑτοῖς μήτε τοῖς θεοῖς μέλλοντας ὕστερον ἐγκαλεῖν.
我们在祈求时,应该向神明乞求最伟大、最美好的事物;但在决策时,必须从现状中选择最安全的道路,以免日后既埋怨自己又埋怨神明。
φρασάτω τις οὖν ἐμοὶ τίνα χρὴ λαβεῖν ἡμᾶς ἐγγυητὴν ἀξιόχρεων τῷ θαρρῆσαι θεῶν, οὐ γὰρ ἀνθρώπων γε οὐδενὶ, ὡς ἡ αὐτὴ ἀπιοῦσα δύναμις τἀκεῖ κατασχήσει καὶ
那么谁能告诉我,我们应当接受哪位神明作为足够分量的担保人——因为人类中肯定是没有任何人的——好让我们有信心相信,这支即将出发的同一力量将掌控那里的局势,并且……

词汇与语法注释

  1. 380τῷ τὰ οἰκεῖα βεβαίως καρποῦσθαι — 表示原因或依据的与格名词短语。冠词不定式 `τῷ καρποῦσθαι` 的逻辑主语根据上下文为“我们(雅典人)”,其宾语为 `τὰ οἰκεῖα`。
  2. 380ὥσπερ εἴ τινες ... συμφέροιεν, ὡς ... ἐπισχήσοντες — 比较的比喻性假设结构。`ὥσπερ εἰ` 后接希求语气 `συμφέροιεν` 表示虚拟或潜在的对比。末尾的 `ὡς` 连同将来分词 `ἐπισχήσοντες` 表示主观目的(“意图阻止”)。
  3. 380ἕνεκα μὲν στόλου λαμπρότητος ... τῇ τύχῃ δὲ ἐπταίκαμεν — 由 `ἕνεκα`(关于……方面)引导的短语与由与格 `τῇ τύχῃ`(因运气)引导的动词 `ἐπταίκαμεν`(我们受挫)之间的对比。远征的准备本身是完美的(`ἕνεκα`),但挫折是由于运气和错失良机。
  4. 381ὅσον ἥκιστʼ ἂν ὑμᾶς ᾠήθη δοῦναι — 带有潜在意义的数量关系从句。`ὅσον` 后接支配带有潜在助词 `ἄν` 的不定式 `δοῦναι`(给予)的 `ᾠήθη`(他认为),意为“他认为你们最不可能给予的庞大数量”。
  5. 381οὐ μόνον εὐξόμενοι συνήλθομεν ... ἀλλὰ σκεψόμενοι — 表示目的的将来分词 `εὐξόμενοι`(为了祈祷)与 `σκεψόμενοι`(为了抉择)之间的对比。结合 `οὐ μόνον ... ἀλλὰ ...`(不仅……而且……)句型,强调集会是为了主动的决策,而不仅是消极的祈祷。

引用这一段

阿里斯·台德斯, 反对西西里远征 §380-381. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg030.humanitext-grc2:380-381

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。