§378νόμους αὐτοὺς ἐξεῖναι λύειν, ἐάν τι βλάπτωσιν, ἐν αὐτοῖς εἴρηται τοῖς νόμοις, ἦ που ψήφισμά γε, καὶ τοῦτο ὑπὲρ πλοῦ καὶ στρατείας, ἀνεπίφθονον διορθώσασθαι.
法律自身就已写明,如果有什么损害,允许废除法律本身。 既然如此,修改一项决议(更何况是关于航行和远征的决议)自然更是无可非议。
ἐγὼ δʼ οὐδὲ λύσειν ὑμᾶς φημι τῶν δεδογμένων οὐδέν.
但我认为,你们甚至不需要废除任何已决定的事。
εἰ μὲν γὰρ ἔχει τις δεῖξαι καὶ τοῦτο ἡμᾶς προσεψηφισμένους, μηδέποτʼ ἐξεῖναι δεῦρʼ ἐπαναπλεῦσαι αὖθις, ἄλλος ἂν εἴη λόγος· νῦν δὲ κἀκεῖνο πεπλήρωται καὶ τὰ δεύτερα μὴ κεκωλύσθω.
因为如果有人能够证明我们也曾追加决议,规定“绝不允许再次乘船返回此地”,那将是另一回事;但事实是,前一项命令已经完成,第二项善后措施就不应受到阻碍。
φέρε γὰρ πρὸς θεῶν, εἴ τις εὐθὺς ἀπʼ ἀρχῆς ἠδυνήθη πᾶν ὑμῖν ἀκριβῶς τὸ μέλλον παραστῆσαι—ἦν δʼ ἂν οὗτος, ὡς ἔοικε, θεῶν τις· οὐ γὰρ ἀνθρώπων γε οὐδεὶς οἷος ἀντισχεῖν τοῖς τόθʼ ὑμᾶς ἀνάπτουσιν—ὡς τὰ πράγματα εἰς τοῦτο περιστήσεται ὥσθʼ ἡμῖν περὶ τῶν ἀπελθόντων πρότερον γενέσθαι τὸν λόγον ἢ περὶ τῆς Σικελίας, ἔσθʼ οὕτω τις ἄφρων ἢ δυστυχὴς ὅτῳ ταῦτα ἤδη ἀφικέσθαι παρέστη, ὥστε τὴν πόλιν τοσαύτῃ δαπάνῃ καὶ τοσούτοις κινδύνοις περιβαλεῖν;
因为请在神明面前想一想,如果有人能从一开始就向你们准确地展示未来的全貌——而这个人,显而易见,只可能是某位神明,因为没有任何人能抵挡当时点燃你们热情的事物——即事态会一转而陷入如此境地,以至于我们竟然要在讨论西西里之前,先讨论那些已经离去的人(的安危),那么是否会有如此愚蠢或不幸的人,在预见到这些即将到来时,还会让城邦承受如此巨大的开支和如此多的危险呢?
οὐκ ἂν ἔγωγε πειθοίμην.
我绝不相信。
οὐκοῦν ἅ γε προγνόντες οὐκ ἂν ἐπέμψατε, ταῦτʼ ἐπιγνόντες μεταπέμποισθʼ ἂν ἐν καιρῷ τοὺς ἄνδρας, ἄλλως τε καὶ οὐκ ἐν ὁμοίοις, ὦ Ἀθηναῖοι, τοῖς ὅλοις πράγμασι καὶ καιροῖς τὴν τότε γνώμην ἔσχομεν καὶ τὴν νῦν μεταθησόμεθα, ἂν ἐμοὶ πείθησθε.
既然如此,对于那些如果预先知道就不会派出的人马,既然如今事后查明了真相,难道你们不应当及时召回他们吗? 更何况,雅典人啊,我们当时持有那种意见时的整体局势和时机,与我们如今在你们听从我的情况下将要改变意见的局势,是完全不同的。
τότε μὲν γὰρ καὶ σπονδῶν οὐσῶν πρὸς Λακεδαιμονίους καὶ τὸν οἴκοι πόλεμον νενικηκότες λαμπρῶς ἐν ἐρημίᾳ πολεμίων ὄντες εἰκότως ἐτρυφῶμεν, νῦν δὲ ὁρᾶτε μὲν δή που τοὺς πολεμίους ἀπὸ τοῦ τείχους, ἀντὶ δὲ ὀχληροῦ κἀκείνου καὶ βαρέος, τοῦ καθʼ ἕκαστον ἔτος ἐμβάλλειν εἰς τὴν χώραν, ἵδρυνται συνεχῶς ἐπὶ ταῖς πύλαις καὶ περιέστηκεν, εἰ δεῖ μὴ ληρεῖν, ἀκριβὴς πολιορκία·
因为当时,我们既与拉刻代蒙人有停战协定,又在本土的战争中取得了辉煌的胜利,处于没有敌人的安逸状态,我们自然骄奢放逸;而现在,你们想必正从城墙上看着敌人,而且彼时那每年侵入我们国土的、令人烦扰而沉重的负担,如今已变成了敌人持续在我们的城门前驻扎,如果我们不胡言乱语的话,这已经是事实上的严密包围了。
χρήματα δʼ ἡμῖν τὰ μὲν εἰς τὸν ἀπόστολον τὸν καλὸν ἐξανήλωται, τὰ δʼ ἐν τοῖς ἄνω καιροῖς κατεχρησάμεθα·
而我们的资金,一方面在送出那次体面的远征中消耗殆尽,另一方面我们在以前的时期也已用光了。
οἰκέται δʼ αὐτομολοῦσιν ὁσημέραι, τοσούτοις δὲ τοῖς πᾶσιν ἐλάττους γεγόναμεν, ὅσοις ἱκανῶς ἡ μεγίστη μεθʼ ἡμᾶς πόλις κατεσκεύαστο.
奴隶们每天都在逃跑,而且在总人数上,我们减少的数量,已等同于仅次于我们的那座最大城市为了武装好自己所需的人数。
σκοπῶμεν οὖν εἰ δόξομεν ἢ ἡμᾶς αὐτοὺς γιγνώσκειν, ἢ τὴν πόλιν καλῶς θεραπεύειν, εἰ πολιορκούμενοι μὲν αὐτοὶ τοῦθʼ ἑτέρους ποιεῖν ἐπιχειρήσομεν διαπόντιοι καὶ πρὶν ἐξελθεῖν ἔχειν §379ἔξω τείχους πλευσούμεθα ἐπʼ ἄλλους, τὴν Ἀττικὴν ἀποκρύψαντες, τῶν δὲ οἰκείων ἄρχειν οὐχ οἷοί τε ὄντες τῶν ἐν Σικελίᾳ βουλησόμεθα Ἑλλήνων καὶ βαρβάρων ἅμα.
因此,让我们考虑一下,如果我们自己被包围着,却企图在海外对其他人做同样的事,而且在能够跨出城墙一步之前,我们就遮蔽起对阿提卡的视线而扬帆去进攻他人,连自己的领土都无法统治,却希望同时统治西西里的希腊人和蛮族,那我们究竟会被看作是自知之明呢,还是在很好地维护城邦呢?
ἀλλʼ οὐ τοῖς εἰς ἀνάγκας ἀφιγμένοις, ἀλλʼ οἷς περίεστι τὰ τοιαῦτα ἴσως ἀποδέδοται.
然而,这样的事情也许并不是给予那些陷入绝境之人的,而是给予那些拥有充裕资源之人的。
καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· τὰ δʼ ἐκεῖ ποῖʼ ἄττα;
在这里的局势就是如此;而那里的情况又如何呢?
οὐδὲν ἀμείνω τούτων, εἰ μὴ πολλῷ φοβερώτερα, ὅσῳ γῆ τε ξένη καὶ πλείων ἡ τῶν ἀναγκαίων χρεία καὶ τοὺς κινδύνους ὀξυτέρους ἔχουσα.
一点也不比这里好,如果不是要恐怖得多的话。 因为那是异乡之地,对必需品的需求更大,且蕴含着更迫切的危险。
νῆες μὲν διάβροχοι, ναῦται δὲ ἀτακτοῦσι, χρήματα δʼ ἔρρει, τῶν δὲ ἐμπόρων οἱ πλείους μεθεστᾶσιν, οἰκέται δʼ αὐτομολοῦσιν, ἐφορμοῦσι δʼ οἱ πολέμιοι, μάχῃ δʼ ἡττήμεθα, τῶν δὲ ἐπιτηδείων ἡ κομιδὴ παρʼ αὐτὰς τὰς χεῖρας τῶν πολεμίων, ἀφέστηκε δʼ ἡ Σικελία, Γύλιππος δʼ οἴχεται δυνάμεις ἄξων ἑτέρας, πεπράγαμεν δʼ εὐχῆς τε ἔξω καὶ πέρα προσδοκίας, ὑπὸ μὲν γὰρ τῶν καταφρονούμεθα, πρὸς δὲ τοὺς διαβεβλήμεθα, οἱ δʼ ἀσθενέστατοι μόνοι λειπόμενοι φίλοι τοῦ μηδενὸς ἄξιοι τῇ χρείᾳ.
船只浸水,水兵纪律涣散,资金流失,大多数商人已经离去,奴隶逃跑,敌人严阵以待,我们在战斗中被击败,粮食补给的运输就在敌人的眼皮底下,西西里已经叛离,居利普斯已经前去带领其他军队,我们的处境完全超出了我们的祈祷和预料。 因为我们被一些人鄙视,又在另一些人面前遭到孤立,只剩下那些最软弱的朋友,而他们对我们的迫切需要毫无用处。
τὰ δʼ Ἐγεσταίων χρήματα φροῦδα ὁμοῦ τῷ καπνῷ.
埃格斯塔人的资金已经随烟消逝。
Συρακοσίους δὲ οὐδὲν ἐπιχωρεῖν φασιν, εἰ μὴ δίκην προσλήψονται τῆς ἐπιβουλῆς ἀξίαν.
他们还说,叙拉古人绝不让步,除非他们对我们的阴谋施以应有的惩罚。
εἶθʼ ἡμεῖς, ὦ Ἀθηναῖοι, ταῦτʼ ἀναμενοῦμεν καὶ τῶν πραγμάτων οὐκ ἀκολουθησάντων οἷς ἐψηφισάμεθα αὐτοὶ τοῖς ἐψηφισμένοις ἀκολουθεῖν ἀξιώσομεν, ὥσπερ τοῦτʼ ἀρκέσον, ἂν μὴ παυσώμεθα μωραίνοντες, ἢ Συρακοσίους κατὰ τὰς ἡμετέρας ἐπιθυμίας τὸν ἀγῶνα τὸν πρὸς ἡμᾶς διοίσοντας;
那么,雅典人啊,我们还要等待这些事情发生,并且在事态没有顺应我们自己所决议的事情时,却坚持要让我们去顺应那些决议,仿佛只要我们不停地犯傻,这就足够了,或者仿佛叙拉古人会按照我们的意愿去与我们进行这场对抗一样吗?
καὶ τριῶν μὲν ἐκπεμφθέντων στρατηγῶν ὁ μὲν τέθνηκεν, ὁ δʼ εἰς τοὺς πολεμίους οἴχεται, εἷς δὲ ὁ λειπόμενος ὃν ἄκοντα ἐνθένδε ἐξηλάσαμεν, τούτῳ δʼ αὖ νῦν ἑτέρους προσκαταστήσομεν;
而且在派出的三位将军中,一位已经阵亡,另一位已经投奔敌人,剩下的一位是我们违背其意愿从这里赶走的,难道我们现在还要在他之外增派其他人吗?
καὶ οὐδὲ τοῦτʼ αὐτὸ ποιησόμεθα ὡσπερεὶ σύμβολον τοῦ παντὸς, ὅτι οὐχ ἡμέτερα τἀκεῖ οὐδʼ ἴσα τῇ δυνάμει σπουδάζομεν, εἴ γε ὁ μὲν τὰς περὶ αὐτῶν ὑποθεὶς ἐλπίδας ἐν τοῖς πολεμίοις ἐστὶ νῦν, τῷ δʼ ἀπαγορεύοντι μάλιστα τούτῳ πάντων χρῆσθαι πρὸς αὐτὰ ἠναγκάσμεθα, ἀλλʼ ὥσπερ κακῶν ἐπιθήκην ζητοῦντες ἑτέρους στρατηγοὺς καὶ στρατιὰν ἄλλην ἐπιπέμψομεν καὶ φιλονεικήσομεν;
而且,难道我们不把这件事情本身,当作一个昭示全局的象征——表明我们所热衷的,并不是属于我们的东西,也与我们的实力不相称吗? 如果说,那些对远征寄予希望的人现在已在敌人阵营,而我们现在却被迫在这一任务中,使用所有法中最为拒绝它的人。 然而,难道我们就像在寻求灾祸的累加一样,还要派出其他的将军和另一支军队,并继续固执己见吗?
τίνι θαρρήσαντες, ὦ
你们到底在凭仗什么,噢……