§382φόβον οὐδένα ἕτερον προσαγγελεῖ Νικίας ἡμῖν αὖθις;
难道尼基阿斯再也不会向我们报告其他任何困难了吗?
ὅτι νὴ Δίʼ αὐτὸς εἴρηκεν, ἢ καλεῖν αὐτοὺς, ἢ πέμπειν τοὺς βοηθήσοντας;
“因为,凭宙斯起誓,他自己已经说过,要么召回他们,要么派出救援人员,”有人会这么说吗?
ὁ δέ γε αὐτὸς οὗτος ἐκπλέων ἐνθένδε ᾔτησε τὰ καὶ τὰ, ὡς ἀρκέσοντα, καὶ ὅμως κατὰ τὴν αὐτοῦ νῦν ἐκείνου μαρτυρίαν οὐδὲν τούτων ἀποχρῆσαν φαίνεται.
但是,正是这个人在从这里起航时,要求了这样那样的物资,认为这些就足够了,然而根据他现在自己的证言,这些似乎没有一样是足够的。
τί οὖν ἐὰν καὶ τὰ δεύτερα σφαλῆτε, ἢ καὶ μέσος ᾖ τοῦ τε τἀληθῆ λέγειν καὶ τοῦ θεραπεύειν τὴν ἡμετέραν ἐπιθυμίαν;
那么,如果你们在第二次尝试中也失败了,或者他正处于说真话与迎合我们欲望的两难境地,又会怎样呢?
οὐχ αἱρησόμεθα, ὦ Ἀθηναῖοι, τὸ πρόδηλον καὶ ὁρώμενον πρὸ τοῦ ἀδήλου καὶ ἀπίστου καὶ τάχʼ ἂν ἡμᾶς αὖθις ταράξοντος;
雅典人啊,难道我们不应该在不确定、不可信且可能再次使我们陷入混乱的事物之前,选择那显而易见、清晰可见的事物吗?
ἀλλʼ ὅμοιον πεισόμεθα ὥσπερ ἂν εἴ τινες σωμάτων ἐν νηὶ κινδυνευόντων ἀγωνιῶντες καὶ φοβούμενοι περὶ αὐτῶν, εἶθʼ ἑτέραν ναῦν προσπληροῦν ἀξιοῖεν τῆς αὐτῆς ταραχῆς ἕνεκα.
还是说,我们的遭遇会像某些人一样:当船上的人生命危在旦夕时,他们感到焦虑并为他们担忧,随后却主张为了同样的混乱而装满另一艘船送去?
ἀλλά τοι κἀν τοῖς τοιούτοις οἱ βοηθοῦντες τοὺς χειμαζομένους ἐκκομίζουσιν ἐκ τῆς θαλάττης, οὐκ αὐτοὶ μετʼ ἐκείνων πλέουσι.
然而,在这样的情况下,救援者是将受风暴折磨的人从海中救出,而不是他们自己与他们一同航行。
καὶ μὴν εἰ μὲν, ὦ Ἀθηναῖοι, τοσαύτην δύναμιν πέμψομεν ὅση τὴν ὠφέλειαν ἐπίδηλον ἐκείνοις ἕξει, εἰς λεπτὸν παντελῶς τὸ τῶν ἐνταῦθα καθίσταται, ὥσθʼ ἅμα τε ἐκείνοις τοῖς ἐκεῖ πέμψομεν τοὺς βοηθήσοντας καὶ τοῖς ἐνταῦθα δεήσει ζητεῖν.
此外,雅典人啊,如果我们派出如此庞大的军队,以至于对他们的帮助显而易见,我们在本国的防守就会彻底变得薄弱,以至于我们在向那里的他们派出救援的同时,也将不得不为这里的我们寻求救援。
εἰ δὲ διαιρήσομεν ἀμφοτέρων ἐχόμενοι, τοῦ μηδʼ ἐκείνους προέσθαι δοκεῖν καὶ τἀνταῦθα δύνασθαι διασώζειν, δέδοικα μὴ τοὐναντίον οὗ βουλόμεθα ποιήσωμεν, διαρκῆ μὲν οὐδετέρῳ τῷ μέρει τὴν ὠφέλειαν, ἑκατέρῳ δὲ ἐνδεεστέραν διὰ θάτερον, εἶτα μέσοι δυοῖν καθιζώμεθα.
但是,如果我们兼顾两者而分割兵力——既想显得没有放弃他们,又想能够保全这里——我担心我们会做出与我们所愿相反的事情,使任何一方都得不到持久的帮助,而每一方都因为另一方而更加不足,从而使我们自己陷入两难的境地。
ὡς ἐγὼ δέδοικα μὲν περὶ τῷ Πειραιεῖ, συνειδὼς καὶ πρότερον πειραθέντας Πελοποννησίους εἰσπλεῦσαι κατʼ ἀρχὰς ἔτι τοῦ πολέμου, πρίν τι καὶ μικρὸν ἡμῖν τοῦ ναυτικοῦ προσπταῖσαι· δέδοικα δὲ καὶ περὶ τῶν ἀπιόντων μὴ τῆς εὐφημίας χεῖρον πράξωσι καὶ βοηθῶν ἔχοντες τοῖς ἐκεῖ σχῆμα τῶν ἀμφοτέρους μελλόντων συνεκσώζειν προσδεηθῶσιν.
因为我担心皮埃里乌斯港,我知道即使在以前,在战争刚刚开始、我们的海军还没有受到任何哪怕微小的打击之前,伯罗奔尼撒人就已经尝试过驶入港口;我也担心那些正在出发的人,害怕他们的遭遇比吉兆还要糟糕,本是作为那里人们的救援者,却反而需要更多来共同拯救双方的力量(新的援助)。
εἰ γὰρ μίαν, ὦ Ἀθηναῖοι, μίαν ναυμαχίαν μόνον ἡττηθείημεν, οἱ θεοὶ δὲ πάντες τρέποιεν εἰς Συρακοσίων παῖδας καὶ τοὺς ἐκείνοις τὰ αὐτὰ φρονοῦντας, οὐκ ἔστιν ἔθʼ ἡμῖν μὴ ὅτι ἑλεῖν τἀκεῖ πράγματα, ἀλλʼ οὐδʼ ὅπως αὐτοὶ διαφευξόμεθα εὑρεῖν.
因为,雅典人啊,如果我们在仅仅一场,仅仅一场海战中失败——愿所有的神明将这灾难转向叙拉古人的孩子和与他们有同样想法的人! ——我们不仅不可能控制那里的局势,甚至连我们自己如何逃脱都无法找到办法。
κεκλείσεται γὰρ ὁ λιμὴν εὐθὺς καὶ μόνον οὐκ ἐν τοῖς κόλποις τῶν πολεμίων ἐνεξόμεθα.
因为港口将立即被封锁,我们几乎会被困在敌人的海湾中。
καὶ τί κελεύσουσι τότε ποιεῖν οἱ νῦν εὐχερεῖς οὗτοι;
而那些现在气定神闲的家伙,到时候会命令我们做什么呢?
§383ἢ πέμπειν πάλιν ἀντʼ ἐπισιτισμοῦ Συρακοσίοις ὧν κύριοι καταστήσονται;
难道是再次送去那些叙拉古人即将掌控的东西,来代替对他们的粮食供应吗?
νὴ Δίʼ ἀλλὰ φοβήσονται τὴν δευτέραν ἔφοδον ταυτηνί.
“凭宙斯起誓,但他们会害怕这第二次袭击,”有人会说。
μᾶλλον θαρρήσουσι συνειδότες ὡς καὶ τῆς προτέρας ἐκράτησαν.
相反,他们会更加自信,因为他们知道自己也战胜了前一次袭击。
καὶ γὰρ ἂν παρʼ αὐτῶν ἡμῶν οὕτω γʼ ἔχειν ἤδη μαρτυρίαν ἡγοῖντο, ὡς ἀπέγνωμεν μηκέτʼ ἐν εὐπόρῳ τὰ πράγματα εἶναι.
因为他们会认为,已经从我们自己这里得到了证据,表明我们已经放弃,且事态不再处于顺利状态。
οὐ γὰρ ὡς θαρροῦντες, ἀλλʼ ὡς φοβούμενοι δή που πέμψαι τοὺς νυνὶ δόξομεν.
因为我们送去现在的军队,看起来绝非因为自信,而必定是因为害怕。
εἶεν.
好吧。
ἰδίᾳ μὲν δὴ καθʼ αὑτὸ ἑκάτερον τοσοῦτον ἔχει φόβον, τό τε τῆς ἐνταῦθα ἀφελεῖν δυνάμεως καὶ τὸ στρατεύειν ἐκεῖσε ὁποσοιστισινοῦν.
单独来看,这两种做法的每一步都蕴含着如此巨大的恐惧:既削减这里的兵力,又向那里派出任何数量的军队。
ἀλλήλοις δὲ πῶς ὑπεναντία ταῦτα;
但是,这两者又是如何相互矛盾的呢?
ἐκ μὲν τοῦ τἀνταῦθα πονήρως ἔχειν, θάρσος τοῖς ἐκεῖ γίγνεται πολεμίοις, ὡς εἰ μικρὸν ἀντίσχοιεν, οὐ περαιτέρω κινδυνεύσοντας, ἐκ δʼ αὖ τοῦ παρὰ γνώμην ἐκεῖ πρᾶξαί τι τοῖς ἐνταῦθα πᾶσι συγκινδυνεύειν ἐστί.
一方面,因为这里的状况糟糕,那里的敌人便产生了勇气,认为如果他们能再坚持一会儿,他们就不会再有危险;另一方面,如果在那里发生出乎意料的事情,就会让这里的所有人共同面临危险。
μὴ γὰρ ὅτι κρατηθέντος ἡμῶν τοῦ στόλου, ἢ τοῖς ὅλοις ἐκείνων ὑπερεχόντων, ἀλλʼ εἰ ψευδὴς μόνον φήμη καὶ δόξα ἀφίκοιτο, ὅτι ἐπταίκαμεν, πάντα ἀνακεχαίτισται καὶ μεθέστηκε, καὶ τῶν νῦν κατʼ ἀνάγκας ὑμῶν ἀκροωμένων οὐδείς ἐστιν ὅστις οὐ διὰ Λακεδαιμονίων εὐθὺς τὰ ἑαυτοῦ ποιήσεται.
因为且不说我们的舰队被击败,或者他们彻底压倒我们,哪怕仅仅传来我们受挫的虚假谣言和舆论,一切都会被颠覆和改变,而那些现在迫于无奈顺从你们的同盟国中,绝没有一个不会立即通过拉刻代蒙人来谋求自己的利益。
εἰ δὲ στερησόμεθα, ὦ Ἀθηναῖοι, τῶν συμμάχων καὶ τῶν προσόδων, τί τὸ λοιπὸν ὑμῖν;
雅典人啊,如果我们被夺去了盟友和岁入,你们还剩下什么?
ἐγὼ μὲν οὐκ ἂν εἴποιμι, ὁρᾶται δὲ ὑπὸ πάντων.
我虽然不想说出来,但这已是众人皆知。
ἔπειτα ἀναμιμνήσκουσιν ἡμᾶς ὡς εὐθὺς ἀπʼ ἀρχῆς ἔδοξε μὴ μάχεσθαι Πελοποννησίοις περὶ τῆς χώρας, ἀλλʼ ἀποστόλοις καὶ περίπλοις πολεμεῖν.
此外,他们提醒我们,从一开始就决定不与伯罗奔尼撒人在领土上交战,而是通过远征军和海上巡航来作战。
ὅτι δʼ αὐτὸς οὗτος ἀνὴρ Περικλῆς ὁ ταῦτα πείθων κἀκεῖνο συνέπειθεν, ἀρχὴν μὴ ἐπικτᾶσθαι παρὰ τὸν πόλεμον, τοῦτο οὐ βούλονται μεμνῆσθαι, πάντων μάλιστα εἰκὸς ὄν.
但是,说服我们采取这些策略的正是伯里克利本人,而他也曾一同劝说,在战争期间不要扩张疆域,这一点他们却不想记住,尽管这在所有事情中是最理所当然应该记住的。
ἐγὼ γὰρ, ὦ Ἀθηναῖοι, τὴν πόλιν τὴν ἡμετέραν ἁπασῶν πόλεων τοσοῦτον προέχειν ὑπολαμβάνω ὥστε μὴ μόνον καθʼ ἑκάστην οἵαν τε εἶναι νικᾶν, ἀλλὰ καὶ κατὰ ἔθνη τινὰς αὐτῶν, οὐ μέντοι κρείττω γε τῆς ἀνθρωπείας φύσεως γενέσθαι ποτʼ ἂν, οὐδʼ εἰκὸς εἶναι ταῦτʼ ἀξιοῦν.
因为,雅典人啊,我认为我们的城邦在所有城邦中如此卓越,以至于不仅能够战胜每一个城邦,甚至能够战胜其中的一些民族;然而,我们绝不可能超越人类的本性,要求这一点也是不合情理的。
οἷον Πελοποννησίων κρατεῖν ἂν ὑμᾶς φημι μόνους μόνων καὶ συμπάντων, καὶ πάλιν αὖ Σικελίαν οὐ χαλεπῶς ἂν λαβεῖν, εἰ πρὸς αὐτοὺς ὑμῖν εἴη
例如,我声明,你们单对单或对抗他们全体都能战胜伯罗奔尼撒人;同样,如果你们的战争仅仅是对抗他们,那么拿下西西里也并非难事。