§380Ἀθηναῖοι;
アテナイの皆さん。
πότερον τῷ τὰ οἰκεῖα βεβαίως καρποῦσθαι;
それは、私たちが自分たちの領地を確実に享受しているからでしょうか。
ἀλλʼ οὕτω γʼ εἴη τοῖς πολεμίοις.
しかし、そのようなことは敵にこそあれ(敵にとってそうであらんことを)!
ἀλλὰ τῷ πλήθει τῶν ὁπλιτῶν καὶ ἱππέων;
それとも、重装歩兵や騎兵の数の多さゆえでしょうか。
ἀλλὰ φοβοῦμαι μὲν εἰπεῖν, ἐξάγομαι δὲ, ἐξελύσαμεν, ὦ Ἀθηναῖοι, τὸν κατάλογον καὶ τὰς συντάξεις πέρα τοῦ καιροῦ διεσείσαμεν.
しかし、口にするのは恐ろしいのですが、あえて言わざるを得ません。 アテナイの皆さん、私たちは名簿を弱体化させ、軍制を限界を超えて揺るがしてしまったのです。
ἃ γὰρ εἰς τὴν σωτηρίαν ὑπάρχειν ἀποκείμενα χρῆν τῇ πόλει, ταῦτʼ ἀπολέξαντες ὑπὲρ τῆς τῶν Ἐγεσταίων καὶ Λεοντίνων σκιᾶς εἰς τὰ πρὸς ἑσπέραν τῆς οἰκουμένης ἀπεστείλαμεν, καὶ τῆς παροιμίας οὐ πόρρω θέομεν τὰ νῦν·
というのも、国家の安全のために蓄えられて存在しているべきであった資源を、私たちは選び出して、エゲスタ人やレオンティノイ人の幻影のために、世界の西の果てへと送り出してしまったからです。 そして私たちは、現在、あの諺から遠くないところを走っています。
ἐπιθυμίᾳ γὰρ τῶν πλειόνων καὶ ἀπόντων—ἀλλʼ ἐάσω τὸ βλάσφημον—ἀλλʼ ὅπως γε μὴ στερηθῶμεν τῶν ὄντων, τοῦτο οὐκ ἂν ἁμαρτεῖν οἴομαι προσθείς.
というのも、より多くのもの、および手元にないものを熱望するあまりに――いや、不吉な言葉を口にするのはやめましょう――しかし、少なくとも現にあるものまで奪われないように、ということ、これを付け加えても私は間違ってはいないと思います。
οὐ μιμησόμεθα, ὦ Ἀθηναῖοι, τοὺς ἰατροὺς, οἳ τὰ ἐν τοῖς σώμασι ῥεύματα οὐκ ἐῶσι περαιτέρω χωρεῖν, ἀλλὰ τὸ φλεγμαῖνον ἴσχουσι, πρὶν εἰς ἅπαντα τὸν ὄγκον χυθῆναι·
アテナイの皆さん、私たちは医師たちを見習わないのでしょうか。 彼らは身体の中の流動がそれ以上進むのを許さず、腫れが体全体に広がる前に、炎症を起こしている箇所を抑えます。
οὐ σωφρονιοῦμεν τὰς ἄγαν ὁρμὰς, ἀλλʼ ὁρωμένου τοῦ προτέρου κακοῦ τὰ δεύτερα προσθήσομεν καὶ βαρυνοῦμεν τὰ πράγματα ἑτέροις ἵπποις καὶ ἑτέροις ἀνδράσι καὶ χρήμασι, καὶ συμποριοῦμεν τροφὴν τῷ πολέμῳ κακὴν, ὥσπερ εἴ τινες πυρκαϊᾶς ἡμμένης ἀμελήσαντες σβεννύναι ξύλα καὶ φορυτὸν καὶ ὕλην συμφέροιεν, ὡς τούτῳ τὸ πῦρ ἐπισχήσοντες;
私たちは過度の衝動を抑制しないのでしょうか。 むしろ、先の災いが目に見えているのに、第二の災いを付け加え、さらに別の騎兵、別の兵士、別の資金によって事態を重くし、そして、戦争に悪しき燃料を供給するのでしょうか。 それはまるで、燃え上がっている火災を消すことを怠り、これによって火を抑えようとするかのように、木材や柴や薪を運び集める人々のようではありませんか。
μὴ ὑμεῖς γε, ὦ Ἀθηναῖοι, μηδὲν ἀβέλτερον πάθητε μηδὲ ἐξαπατήσητε ὑμᾶς αὐτοὺς, ὥσπερ οἱ τοὺς ὀφθαλμοὺς συγκλείοντες, ὅπως μὴ ὁρῶσιν ἃ μὴ θέλουσιν.
アテナイの皆さん、決してそのような愚かな目に遭わないように、また、見たくないものを見まいとして目を閉じる人々のように、自分自身を欺かないようにしてください。
ἀλλʼ ἰδόντες οἷ πρόεισι τὰ πράγματα, ἕως ἔτι καιρὸς καὶ κύριοι τῆς βουλῆς καθέστατε, ἐπίσχετε καὶ μὴ βούλεσθε δυοῖν ὁδοῖν τὴν μὲν καθʼ ὑμῶν ἰδεῖν, τὴν δὲ ὑπὲρ ὑμῶν ἀγνοεῖν.
そうではなく、事態がどこへ進みつつあるかを見届け、まだ時があり、決定権が皆さんの手にあるうちに、踏みとどまってください。 そして、二つの道のうち、皆さんに不利な道をあえて見ようとし、有利な道を無視しようとはしないでください。
οὐδὲ γὰρ νῦν ἐνδείᾳ σωμάτων καὶ τῆς ἄλλης παρασκευῆς οὕτω διατέθειται τὰ πράγματα, ἵνʼ ὡς ἀγεννέστερον αὐτοῖς ἐγχειρήσαντας ἡμᾶς αὐτοὺς καταμεμφώμεθα, ἀλλʼ ἕνεκα μὲν στόλου λαμπρότητος καὶ περιουσίας ἅπαντα πέπρακται, τῇ τύχῃ δὲ ἐπταίκαμεν καὶ τῷ προεῖσθαι τὸ μέγιστον τῶν πλεονεκτημάτων, τοῦτο δʼ ἦν ὁ καιρὸς, καὶ τῷ μὴ ἐπιστῆναι ταῖς Συρακούσαις ἐν ἀκμῇ τοῦ φόβου, πρὸς ταῦτα καὶ Νικίου καὶ ὅτου τις βούλεται κατηγορείτω·
というのも、現在、兵員やその他の備えの不足のために、私たちが事態にあまりにも意気地なく着手したとして、自分たち自身を責めるような状態に事態が置かれているわけではないからです。 そうではなく、遠征軍の華麗さと豊かさの点ではすべてがなされたのですが、私たちは不運によって、また、最大の利点、すなわち好機を失ってしまったことによって、そしてシラクサ人たちの恐怖が絶頂にあるうちに彼らに攻めかからなかったことによって、つまずいたのです。 これらに対して、ニキアスを非難するなり、誰でも望む者を非難するがよい。
οἱ δʼ οὖν καιροὶ προεῖνται, καὶ οὐχ οἷόν τε §381ἀναλαβεῖν αὐτοὺς, οὐδʼ ἂν δὶς τοσούτους ἀποστείλωμεν.
とにかく、好機は失われたのであり、たとえ私たちがその二倍の軍勢を送り出したとしても、それを取り戻すことは不可能なのです。
ὀφθέντες μὲν γὰρ ἐξαίφνης ἐκπλήττουσι καὶ ὀλίγοι πολλοὺς καὶ φαυλότεροι κρείττονας, ὅταν δʼ ἐφʼ ἡσυχίας διάθωνται τὸν πόλεμον οἱ τὰ δεινὰ προσδοκήσαντες πολλῷ ῥᾴους εἰσὶν ἀμύνασθαι τῶν ἐπελθόντων, τὴν μὲν ὀργὴν ἐξ ὧν ἐφοβήθησαν ἔχοντες, τὴν δʼ ἰσχὺν τῇ σχολῇ προσειληφότες.
というのも、不意に姿を現した時には、少数が多数を、劣った者が優れた者を驚愕させるものですが、恐ろしい事態を予期していた人々が、落ち着いて戦争に対処できるようになると、侵入してきた者たちを防御することは遥かに容易になるからです。 彼らは恐れていた事柄から怒りを抱き、かつ十分な時間によって力を増しているからです。
δοκεῖ δʼ ἔμοιγε Νικίας εἰς ταυτὸν ἀφῖχθαι κατὰ τὴν ἐπιστολὴν εἰς ὅπερ τότε δημηγορῶν.
私には、ニキアスがその手紙において、当時民衆の前で演説していた時と全く同じ結論に達しているように思われます。
δημηγορῶν τε γὰρ, ὦ Ἀθηναῖοι, βουλόμενος τῆς στρατείας ὑμᾶς ἀποστρέψαι πλῆθος ᾔτησε τοσοῦτον ὅσον ἥκιστʼ ἂν ὑμᾶς ᾠήθη δοῦναι, ἵνʼ ἐκ τούτου πρὸς τὴν ἀναγκαίαν ἡσυχίαν τράπησθε —ὃ καὶ σφόδρα δῆλόν ἐστιν ὡς οὐκ ἐνδείᾳ δυνάμεως εἰς ταῦτα ἐλήλυθε·
というのも、アテナイの皆さん、彼は民会で演説していた際、皆さんを遠征から思いとどまらせようと望んで、皆さんが到底与えるはずがないと彼が考えたほどの多大な量を要求したからです。 それは、これによって皆さんが、やむを得ず静観へと向かうようにするためでした。 ――このことは、彼が戦力の不足のためにこのような事態に陥ったのではないということが極めて明らかであることからも分かります。
πάντα γὰρ ὧν ἐμνήσθη λαβὼν ἐξέπλευσεν—ἐπιστέλλων τε ὑπὲρ τῶν ἐκεῖ νῦν πραγμάτων ἓν μὲν εὐθὺς καὶ σαφὲς αἰσχύνεσθαί μοι δοκεῖ δηλοῦν ὅτι ὑμῖν κλητέον ἐστὶν αὐτούς·
なぜなら、彼は自分が言及したすべてのものを手に入れて出帆したからです――そして、あちらの現在の事態について手紙を送るにあたり、まず第一に、そして明らかに、彼らを呼び戻すべきであると率直に表明することを彼は恥じているように私には思われます。
προστίθησι δʼ ὥσπερ παραμυθούμενος αἵρεσιν εἶναι ἢ τοὺς ἐκεῖθεν καλεῖν, ἢ πέμπειν τοσαύτην βοήθειαν, ὅση τοῖς ἐκεῖ φόβοις ἀρκέσει.
しかし彼は、まるで慰めるかのように、あちらから彼らを呼び戻すか、あるいはあちらの不安を和らげるのに十分なほどの多大な援軍を送るか、どちらかの選択肢を付け加えています。
ἂν οὖν, ὦ Ἀθηναῖοι, καὶ νῦν ταυτὸν ὅπερ πρότερον συμβῇ καὶ ὑμεῖς μὲν πρὸς τὴν βοήθειαν καὶ τὸ πέμπειν ὁπόσους ἂν μάλιστα ἐθελήσειεν ὁρμήσητε, οἱ δὲ ταῖς αὐταῖς ἀπορίαις ἐμπέσωσι νὴ Δίʼ, οὐ γὰρ ἂν τοῦτο γένοιτο;
それゆえ、アテナイの皆さん、もし今回も以前と同じことが起こり、皆さんが援軍を送ること、すなわち彼が最も望むであろうほどの人数を送ることに奔走する一方で、彼らが同じ困難に陥るとしたら、ゼウスにかけて、そのようなことが起こらないとでも言うのでしょうか。
μηδὲ γὰρ γένοιτο, ὦ Ζεῦ καὶ πάντες θεοὶ, οὐδὲ ἐγὼ βούλομαι μὴ ὅτι συμβῆναι, ἀλλʼ οὐδʼ αὐτὸ τοῦτο δεῖσαι μὴ γένηται.
いや、ゼウスよ、そしてすべての神々よ、そのようなことが起こりませんように。 私もまた、それが起こることはおろか、それが起こるのではないかと心配することさえ望んでいません。
ἀλλʼ οἶμαι πάντες ἐπιστάμεθα ὅτι νῦν οὐ μόνον εὐξόμενοι συνήλθομεν ὥσπερ εἰς ἱερὸν, ἀλλὰ σκεψόμενοι περὶ τῶν ὅλων.
しかし、私たちは今、単に神殿に祈りを捧げるためだけに集まったのではなく、事態の全体について熟議するために集まったのだということを、私たち全員が知っていると思います。
δεῖ δὲ εὐχομένους μὲν τὰ μέγιστα καὶ τὰ ἥδιστα αἰτεῖν τοὺς θεοὺς, βουλευομένους δὲ τὰ ἀσφαλέστατα ἐκ τῶν παρόντων αἱρεῖσθαι τούς γε μήθʼ αὑτοῖς μήτε τοῖς θεοῖς μέλλοντας ὕστερον ἐγκαλεῖν.
祈る際には、神々に最も偉大で最も心地よいものを求めるべきですが、熟議する際には、後に自分自身をも神々をも責めることのないように、現状から最も安全な道を選ぶべきなのです。
φρασάτω τις οὖν ἐμοὶ τίνα χρὴ λαβεῖν ἡμᾶς ἐγγυητὴν ἀξιόχρεων τῷ θαρρῆσαι θεῶν, οὐ γὰρ ἀνθρώπων γε οὐδενὶ, ὡς ἡ αὐτὴ ἀπιοῦσα δύναμις τἀκεῖ κατασχήσει καὶ
それゆえ、出発しようとしているこの同じ軍勢があちらの事態を制圧し、かつ