← アイリオス・アリステイデス

シチリア遠征反対論

§380-381

ニキアスの手紙の意図と援軍派遣への反対

シケリア遠征の継続(援軍派遣)に反対する弁者が、アテナイの現状が包囲される危機にあることを指摘し、ニキアスの手紙の意図を分析した上で、安易な追加出兵を避けて安全な道を選ぶよう民会に訴える。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§380

Ἀθηναῖοι; πότερον τῷ τὰ οἰκεῖα βεβαίως καρποῦσθαι;1 ἀλλʼ οὕτω γʼ εἴη τοῖς πολεμίοις. ἀλλὰ τῷ πλήθει τῶν ὁπλιτῶν καὶ ἱππέων; ἀλλὰ φοβοῦμαι μὲν εἰπεῖν, ἐξάγομαι δὲ, ἐξελύσαμεν, ὦ Ἀθηναῖοι, τὸν κατάλογον καὶ τὰς συντάξεις πέρα τοῦ καιροῦ διεσείσαμεν. ἃ γὰρ εἰς τὴν σωτηρίαν ὑπάρχειν ἀποκείμενα χρῆν τῇ πόλει, ταῦτʼ ἀπολέξαντες ὑπὲρ τῆς τῶν Ἐγεσταίων καὶ Λεοντίνων σκιᾶς εἰς τὰ πρὸς ἑσπέραν τῆς οἰκουμένης ἀπεστείλαμεν, καὶ τῆς παροιμίας οὐ πόρρω θέομεν τὰ νῦν· ἐπιθυμίᾳ γὰρ τῶν πλειόνων καὶ ἀπόντων—ἀλλʼ ἐάσω τὸ βλάσφημον—ἀλλʼ ὅπως γε μὴ στερηθῶμεν τῶν ὄντων, τοῦτο οὐκ ἂν ἁμαρτεῖν οἴομαι προσθείς. οὐ μιμησόμεθα, ὦ Ἀθηναῖοι, τοὺς ἰατροὺς, οἳ τὰ ἐν τοῖς σώμασι ῥεύματα οὐκ ἐῶσι περαιτέρω χωρεῖν, ἀλλὰ τὸ φλεγμαῖνον ἴσχουσι, πρὶν εἰς ἅπαντα τὸν ὄγκον χυθῆναι· οὐ σωφρονιοῦμεν τὰς ἄγαν ὁρμὰς, ἀλλʼ ὁρωμένου τοῦ προτέρου κακοῦ τὰ δεύτερα προσθήσομεν καὶ βαρυνοῦμεν τὰ πράγματα ἑτέροις ἵπποις καὶ ἑτέροις ἀνδράσι καὶ χρήμασι, καὶ συμποριοῦμεν τροφὴν τῷ πολέμῳ κακὴν, ὥσπερ εἴ τινες πυρκαϊᾶς ἡμμένης ἀμελήσαντες σβεννύναι ξύλα καὶ φορυτὸν καὶ ὕλην συμφέροιεν, ὡς τούτῳ τὸ πῦρ ἐπισχήσοντες;2 μὴ ὑμεῖς γε, ὦ Ἀθηναῖοι, μηδὲν ἀβέλτερον πάθητε μηδὲ ἐξαπατήσητε ὑμᾶς αὐτοὺς, ὥσπερ οἱ τοὺς ὀφθαλμοὺς συγκλείοντες, ὅπως μὴ ὁρῶσιν ἃ μὴ θέλουσιν. ἀλλʼ ἰδόντες οἷ πρόεισι τὰ πράγματα, ἕως ἔτι καιρὸς καὶ κύριοι τῆς βουλῆς καθέστατε, ἐπίσχετε καὶ μὴ βούλεσθε δυοῖν ὁδοῖν τὴν μὲν καθʼ ὑμῶν ἰδεῖν, τὴν δὲ ὑπὲρ ὑμῶν ἀγνοεῖν. οὐδὲ γὰρ νῦν ἐνδείᾳ σωμάτων καὶ τῆς ἄλλης παρασκευῆς οὕτω διατέθειται τὰ πράγματα, ἵνʼ ὡς ἀγεννέστερον αὐτοῖς ἐγχειρήσαντας ἡμᾶς αὐτοὺς καταμεμφώμεθα, ἀλλʼ ἕνεκα μὲν στόλου λαμπρότητος καὶ περιουσίας ἅπαντα πέπρακται, τῇ τύχῃ δὲ ἐπταίκαμεν3 καὶ τῷ προεῖσθαι τὸ μέγιστον τῶν πλεονεκτημάτων, τοῦτο δʼ ἦν ὁ καιρὸς, καὶ τῷ μὴ ἐπιστῆναι ταῖς Συρακούσαις ἐν ἀκμῇ τοῦ φόβου, πρὸς ταῦτα καὶ Νικίου καὶ ὅτου τις βούλεται κατηγορείτω· οἱ δʼ οὖν καιροὶ προεῖνται, καὶ οὐχ οἷόν τε ἀναλαβεῖν αὐτοὺς, οὐδʼ ἂν δὶς τοσούτους ἀποστείλωμεν. ὀφθέντες μὲν γὰρ ἐξαίφνης ἐκπλήττουσι καὶ ὀλίγοι πολλοὺς καὶ φαυλότεροι κρείττονας, ὅταν δʼ ἐφʼ ἡσυχίας διάθωνται τὸν πόλεμον οἱ τὰ δεινὰ προσδοκήσαντες πολλῷ ῥᾴους εἰσὶν ἀμύνασθαι τῶν ἐπελθόντων, τὴν μὲν ὀργὴν ἐξ ὧν ἐφοβήθησαν ἔχοντες, τὴν δʼ ἰσχὺν τῇ σχολῇ προσειληφότες. δοκεῖ δʼ ἔμοιγε Νικίας εἰς ταυτὸν ἀφῖχθαι κατὰ τὴν ἐπιστολὴν εἰς ὅπερ τότε δημηγορῶν. δημηγορῶν τε γὰρ, ὦ Ἀθηναῖοι, βουλόμενος τῆς στρατείας ὑμᾶς ἀποστρέψαι πλῆθος ᾔτησε τοσοῦτον ὅσον ἥκιστʼ ἂν ὑμᾶς ᾠήθη δοῦναι,4 ἵνʼ ἐκ τούτου πρὸς τὴν ἀναγκαίαν ἡσυχίαν τράπησθε —ὃ καὶ σφόδρα δῆλόν ἐστιν ὡς οὐκ ἐνδείᾳ δυνάμεως εἰς ταῦτα ἐλήλυθε· πάντα γὰρ ὧν ἐμνήσθη λαβὼν ἐξέπλευσεν—ἐπιστέλλων τε ὑπὲρ τῶν ἐκεῖ νῦν πραγμάτων ἓν μὲν εὐθὺς καὶ σαφὲς αἰσχύνεσθαί μοι δοκεῖ δηλοῦν ὅτι ὑμῖν κλητέον ἐστὶν αὐτούς· προστίθησι δʼ ὥσπερ παραμυθούμενος αἵρεσιν εἶναι ἢ τοὺς ἐκεῖθεν καλεῖν, ἢ πέμπειν τοσαύτην βοήθειαν, ὅση τοῖς ἐκεῖ φόβοις ἀρκέσει. ἂν οὖν, ὦ Ἀθηναῖοι, καὶ νῦν ταυτὸν ὅπερ πρότερον συμβῇ καὶ ὑμεῖς μὲν πρὸς τὴν βοήθειαν καὶ τὸ πέμπειν ὁπόσους ἂν μάλιστα ἐθελήσειεν ὁρμήσητε, οἱ δὲ ταῖς αὐταῖς ἀπορίαις ἐμπέσωσι νὴ Δίʼ, οὐ γὰρ ἂν τοῦτο γένοιτο; μηδὲ γὰρ γένοιτο, ὦ Ζεῦ καὶ πάντες θεοὶ, οὐδὲ ἐγὼ βούλομαι μὴ ὅτι συμβῆναι, ἀλλʼ οὐδʼ αὐτὸ τοῦτο δεῖσαι μὴ γένηται. ἀλλʼ οἶμαι πάντες ἐπιστάμεθα ὅτι νῦν οὐ μόνον εὐξόμενοι συνήλθομεν ὥσπερ εἰς ἱερὸν, ἀλλὰ σκεψόμενοι5 περὶ τῶν ὅλων. δεῖ δὲ εὐχομένους μὲν τὰ μέγιστα καὶ τὰ ἥδιστα αἰτεῖν τοὺς θεοὺς, βουλευομένους δὲ τὰ ἀσφαλέστατα ἐκ τῶν παρόντων αἱρεῖσθαι τούς γε μήθʼ αὑτοῖς μήτε τοῖς θεοῖς μέλλοντας ὕστερον ἐγκαλεῖν. φρασάτω τις οὖν ἐμοὶ τίνα χρὴ λαβεῖν ἡμᾶς ἐγγυητὴν ἀξιόχρεων τῷ θαρρῆσαι θεῶν, οὐ γὰρ ἀνθρώπων γε οὐδενὶ, ὡς ἡ αὐτὴ ἀπιοῦσα δύναμις τἀκεῖ κατασχήσει καὶ

アテナイの人々よ。それはわれわれが自分たちの所有物を確実に享受しているからでしょうか。いや、そんなことは敵にこそ起きるように!それとも重装歩兵や騎兵が多数を頼むからでしょうか。しかし、口にするのは恐ろしいことながら、あえて言わざるを得ません。アテナイの人々よ、われわれは召集名簿を弱体化させ、軍の編制を時機が許す限度を越えて動揺させてしまったのです。なぜなら、国家の安全のために蓄えられ備えられているべきであったものを、われわれは選り抜いて、エゲスタ人やレオンティノイ人の幻影のために、人が住む世界の西の果てへと送り出してしまい、今やあの諺から遠くないところを走っているからです。より多くのもの、手元にないものを欲したあまりに——いや、不吉な言葉を口にするのはやめましょう——しかし、少なくとも現にあるものすら奪われないようにすべきだと言い添えたとしても、私が誤っているとは思えません。アテナイの人々よ、われわれは医者たちを見習おうとしないのでしょうか。彼らは体内の悪液がこれ以上広がるのを許さず、炎症が身体全体に広がる前に腫れた部位を抑えます。過度な衝動を自制することなく、以前の災厄が目の前に見えているというのに、第二の災厄を付け加え、さらなる騎兵、さらなる兵士、さらなる資金で事態を重苦しくし、戦争に悪しき糧をもたらそうとするのでしょうか。あたかも、燃え上がった火を消すことを怠り、これによって火を食い止めようとするかのように木や粗朶や薪を寄せ集める人々の如くに。 アテナイの人々よ、決してそのように愚かな目にあってはなりませんし、見たくないものを見まいとして目を閉じる人たちのように自らを欺いてはなりません。そうではなく、事態がどこへ向かっているのかを見極め、まだ時機があり、議決権が諸君にあるうちに踏みとどまり、二つの道のうち諸君に不利な道を見ようとし、諸君のためになる道を無視することを望んではなりません。なぜなら、現在においても、人員やその他の軍備の不足によって事態がこのような状態に陥ったわけではなく、自分たちの着手の仕方が余りにも不甲斐なかったと自らを責める筋合いはないからです。かえって遠征軍の華麗さと豊かさに関する限り、すべては尽くされたのです。われわれがつまずいたのは運命のためであり、最大の利点であったもの、すなわち時機を投げ捨ててしまったためであり、シラクサの人々の恐怖が頂点に達していた時に攻めかからなかったためなのです。これらのことについては、ニキアスであれ、誰が望む相手であれ非難するがよいでしょう。いずれにせよ好機は投げ捨てられてしまい、たとえ二倍の軍勢を送ったところで、これを取り戻すことは不可能なのです。なぜなら、不意に現れたときには少数でも多数を、劣る者でも勝る者を驚愕させるものですが、恐ろしい事態を予期した者たちが落ち着いて戦争に備えるならば、侵入者を撃退することははるかに容易になるからです。彼らは恐れていた事柄から怒りを抱き、ゆとりによって力を得たからです。私には、ニキアスがその書状において、当時民会で演説していたときとまったく同じ境地に達しているように思われます。というのも、アテナイの人々よ、彼は民会で演説した際、諸君を遠征から思いとどまらせようと望み、諸君が到底与えないであろうと思われるほどの多数を要求したからです。それによって諸君が余儀なく平穏へと立ち戻るようにするためでした——そして彼が軍事力の不足によってこの境地に陥ったのではないことは、彼が言及したあらゆるものを手に入れて出航したという事実からも極めて明白です——。また、現在の向こうの情勢について報告する際、彼らを呼び戻さねばならないと率直かつ明白に明かすことを、まず恥じているように私には見えます。しかし、諸君を慰めるかのように、向こうから彼らを召還するか、あるいは向こうの恐怖を鎮めるに十分なほどの大規模な援軍を送るかという選択肢を付け加えています。ですから、アテナイの人々よ、もし今また以前と同じことが起き、諸君は救援と、彼が最も望むであろうほどの数を派遣することへと駆り立てられる一方で、彼らが同じ困難に陥るのだとしたら——ゼウスに誓って、そのようなことが起こらないと誰が言えましょうか。否、ゼウスよ、すべての神々よ、どうかそのようなことが起こりませんように!私とても、それが起こることはもとより、まさにそれが起こるのではないかと恐れることすら望みません。しかし、われわれが今、神殿に参るかのようにただ祈るために集まったのではなく、事態の全体について熟考するために集まったのだということは、誰もが承知していると思います。祈る際には、神々に最も偉大で最も快い事柄を願うべきですが、熟議する際には、後になって自分自身をも神々をも責めることのないよう、現状から最も安全な道を選ぶべきです。 それでは誰か私に教えていただきたい。出発するこの同じ軍勢が向こうの事態を掌握し、そして……と確信するために、われわれは神々の中から——人間にそんな者がいるはずもないのですから——誰を頼むに足りる保証人として立てるべきなのでしょうか。

構文注5 件
  1. 380τῷ τὰ οἰκεῖα βεβαίως καρποῦσθαι

    因果関係あるいは根拠を表す与格名詞句。冠詞付き不定詞 τῷ καρποῦσθαι の意味上の主語は文脈から「私たち(アテナイ人)」であり、目的語は τὰ οἰκεῖα。

  2. 380ὥσπερ εἴ τινες ... συμφέροιεν, ὡς ... ἐπισχήσοντες

    比喩の仮定構文。ὥσπερ εἰ に接続法ではなく希求法 συμφέροιεν が続くことで、反実仮想的あるいは潜在的な比喩を表す。末尾の ὡς +未来分詞 ἐπισχήσοντες は、主観的な目的(「〜するつもりで」)を表している。

  3. 380ἕνεκα μὲν στόλου λαμπρότητος ... τῇ τύχῃ δὲ ἐπταίκαμεν

    ἕνεκα(〜の点に関しては)が率いる句と、τῇ τύχῃ(運命によって)などの与格が率いる動詞 ἐπταίκαμεν(私たちはつまずいた)の対比。遠征の準備自体は完璧だった(ἕνεκα)が、運命や機会の逸失によって挫折した(τῇ τύχῃ...)という対照的な構造を持つ。

  4. 381ὅσον ἥκιστʼ ἂν ὑμᾶς ᾠήθη δοῦναι

    比較級的な節における相関関係。ὅσον(〜ほどの量)に、可能の ἄν を伴う不定詞 δοῦναι(与えること)と、それを支配する ᾠήθη(彼が考えた)が続く。「皆さんが最も与えそうにないと彼が考えたほどの多さ」を意味する。

  5. 381οὐ μόνον εὐξόμενοι συνήλθομεν ... ἀλλὰ σκεψόμενοι

    目的を表す未来分詞 εὐξόμενοι(祈るために)と σκεψόμενοι(熟議するために)の対比。οὐ μόνον ... ἀλλὰ ...(〜だけでなく〜も)の構文で、単に祈りを捧げる受動的な集まりではなく、主権者として決定するための集会であることを強調している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-16)
  • 日は 2026-11-16 に Gemini 3.8 Flash で再翻訳
  • 2026-11-16 再翻訳 — 訳文 1 件
urn:cts:greekLit:tlg0284.tlg030.humanitext-grc2:380-381