Humanitext Reader

阿里斯·台德斯 · 圣书四 §341-342

鲁菲努斯的调解与帕加马的新诉讼

第 11 段,共 13 段 · 希腊语

内容简介

阿里斯泰德在鲁菲努斯的协助和梦境指引下,与总督塞维鲁交涉并使其确认自己的免税权范围,但随后由于再次受到职位提名,不得不面临在帕加马的新诉讼。

§341ἀδωροδοκήτου, ὡς πρότερον τὰ ῥεῖθρα τῶν ποταμῶν ἄν τινα στῆσαι ἢ ʼκεῖνον πρίασθαι, οὕτω δʼ αὖ δεινοῦ περὶ πράγματα καὶ πάντων ἥκιστα ἂν ἐξαπατηθέντος;
……一个不接受贿赂的人,人们阻断河流的奔流甚至比收买他还要容易,而在另一方面他又极其精通事务,最不可能被欺骗。
ἔοικεν ἡ ὑπόσχεσις ἄρνησις εἶναι, ἐπεῖναι γὰρ τὸ ἀδύνατον.
这个承诺似乎等同于拒绝,因为其中附带了不可能实现的条件。
ταῦτα ἠπόρουν· κἀν τούτῳ ἐκάλει ὁ θεὸς πάλιν εἰς Πέργαμον, καὶ ἐτύγχανε Ῥουφῖνος ἐπιδημῶν, ἔμελε δʼ αὐτῷ τοῦ τιμᾶν ἡμᾶς εἰς ὅσον οἷός τʼ ἦν.
我对此感到困惑;在此期间,神明再次召我前往帕加马,恰逢鲁菲努斯侨居在那里,他尽其所能地给予我们尊重。
συντυχὼν δʼ αὐτῷ διηγοῦμαι τὰ πεπραγμένα καὶ βοηθεῖν ἠξίουν.
与他会面后,我讲述了事情的经过,并请求他予以协助。
πάντως δὲ καὶ αὐτὸν Σεβῆρον ὡμολογηκέναι κυρίαν εἶναί μοι τὴν ἀτέλειαν· τοῦτο δʼ οὐκ ἐξαρκεῖν γεγράφθαι· καὶ γὰρ ἄλλῳ παντὶ τῶν ἡγεμόνων ὑπάρξειν ἄλλο τι προστάττειν ἐμοὶ μετὰ τοῦ αὐτοῦ τούτου παραγράμματος, καὶ οὕτω λυθήσεσθαι τὴν ἀτέλειαν διὰ προσθήκης τοῦ μένειν.
无论如何,塞维鲁本人也已承认我的免税权是有效的;但这仅仅写在纸上是不够的;因为任何其他总督都有权在保留这同一条款的情况下命令我做其他事情,如此一来,免税权反而会因为增加了“保持有效”这一附加项而被废除。
δεῖσθαι δὲ οὐ τῆς τοῦ ῥήματος εὐπρεπείας, ἀλλὰ τοῦ πράγματος, τὸ γὰρ σῶμα οὕτως ἔχειν μοι.
我说我需要的不是言辞上的体面,而是实实在在的结果,因为我的身体状况就是这样。
ἔδοξα δίκαια λέγειν τῷ Ῥουφίνῳ καί μοι δίδωσι πρὸς αὐτὸν ἐπιστολὴν τῇ αὑτοῦ φωνῇ γράψας ὡς δυνατὸν προθυμότατα, ἐν ᾗ τά τε ἄλλα ἐπεξῄει, τὰ μὲν ὡς συνιστὰς, τὰ δʼ ὡς συμβουλεύων, καὶ περὶ μὲν τοῦ μέλλοντος ᾐνίττετο ὁποῖόν τι ἔσοιτο, εἰ μή με ἑκὼν ἀφίοι.
鲁菲努斯认为我的话合情合理,便以极大的热情亲笔给塞维鲁写了一封信,信中他详细阐述了其他事项,有些是推荐,有些是建议,并暗示如果他不主动放我走,未来将会如何。
ἵνα δʼ ἐκπεράνω, γιγνόμεθα ἐν τῇ Σμύρνῃ Διονυσίοις, καὶ παρῆν ὁ Σεβῆρος κατὰ τὴν ἑορτήν· ἦν οὖν τις τῶν καλουμένων πρεσβευτῶν τά τε ἄλλα θαυμαστὸς ὡς ἐπιτηδείως ἔχων αὐτῷ, καὶ σχεδὸν ὡσπερεὶ γραμματεὺς αὐτοῦ·
简而言之,我们在斯密娜过狄奥尼索斯节,塞维鲁也出席了节日;当时有一位所谓的使者,他在其他方面都十分出色,与塞维鲁关系亲密,几乎就像他的秘书一般;因为凡是涉及书信的事,他都全权作主。
πάντων γὰρ ὅσα ἐν γράμμασι κύριος αὐτὸς ἦν. καὶ δὴ καὶ τότε τὴν ἐπιστολὴν τούτῳ δείκνυμεν, ἐντυχόντες πρώτῳ· καὶ γὰρ ἦν ἐπὶ τῆς διοικήσεως τῆς περὶ Σμύρναν.
于是那时我们首先见到了他,并把信出示给他;因为他负责管理斯密娜一带的行政事务。
καὶ μὴν ὅσα γε ἀπὸ στόματος εἰπεῖν ἔδει, πάντα διῆλθον πρὸς αὐτὸν, ἵνα εἰδὼς ἀκριβῶς φράζοι πρὸς τὸν ἡγεμόνα.
确实,凡是需要口头传达的话,我都向他详尽地说了一遍,以便他能准确了解并转告总督。
καὶ ὡς ἑώρων τούς τε λόγους δεχόμενον καὶ πρὸς τὰ δίκαια καμπτόμενον, ἐνθύμιον ποιοῦμαι τὴν τοῦ ἐνυπνίου φωνὴν, ὡς ὁ γραμματεὺς ὑπισχνεῖτό μοι συμπράξειν.
当我看到他听取了我的话并倾向于公正时,我便想起了梦中的声音,即秘书曾承诺与我协助。
καὶ τό τε ὄναρ αὐτὸ διηγοῦμαι πρὸς αὐτὸν καὶ ἠξίουν ὑπακοῦσαι τῷ θεῷ, φάσκων τοῦτον ἐκεῖνον εἶναι τὸν ὑπισχνούμενον, αὐτὸν δὴ λέγων.
于是我向他讲述了这个梦,并请求他顺从神明,说他就是那个承诺协助的人,指的就是他自己。
ἥσθη τοῖς λόγοις, προσῆγεν ἡμᾶς τῷ ἡγεμόνι, ἀπεδίδου τὰ γράμματα §342κοινῇ μεθʼ ἡμῶν.
他听后十分高兴,带我们去见总督,并与我们共同呈上信件。
καὶ ὃς ἔτι μὲν ἀναγιγνώσκων δῆλος ἦν παντοῖος γιγνόμενος, ἱστάμενός τε πολλαχοῦ τῶν γραμμάτων καὶ στρεφόμενος· πλεῖστα δὲ καὶ μέγιστα ἐπιστείλαντος αὐτῷ περὶ τῶν λόγων τῶν ἐμῶν Παρδάλου τοῦ ἡμετέρου μὲν ἑταίρου, ἐκείνῳ δʼ οἰκείου καὶ συνήθους ἐκ παίδων, ἐπειδὴ καὶ ταύτην ἔλαβε τὴν ἐπιστολὴν καὶ διῆλθεν ἀμφοτέρας, οὐδεὶς, ἔφη, ζητεῖ περὶ τῶν λόγων, ἀλλʼ ἕτερόν ἐστι πρῶτον Ἑλλήνων εἶναι καὶ ἄκρον ἐν λόγοις, οὕτω γὰρ ὠνόμασε, καὶ ἕτερον διατρίβειν ἐπὶ τούτῳ καὶ μαθητὰς ἔχειν.
塞维鲁在阅读时,显然神色变幻不定,在信中多处停顿,反复思量;由于我们的同伴帕尔达拉斯(他也是塞维鲁从小到大的至交和亲戚)在信中向塞维鲁极力赞扬我的言论,当塞维鲁收到这封信并读完两封信后,说道:“没有人对你的言论有所质疑;但成为希腊人的第一人、在言论上达到顶峰(他是这样称呼的)是一回事,而致力于此并招收弟子则是另一回事。
καὶ μικρὸν διαλιπὼν, πορεύθητι, ἔφη, πρὸς τὴν βουλὴν, πεῖσον τοὺς πολίτας·
”稍作停顿后,他又说:“去议事会吧,去说服市民们。
καὶ ἅμα προὔτρεπε καὶ παρῄνει προσίεσθαι τοὺς νέους· ὅτε δὴ κἀγὼ τοσοῦτον ἀπεκρινάμην, ὅτι οὐδὲν δεοίμην παρακλήσεως, ἀλλʼ ὁ θεὸς αὐτῶν τούτων ἕνεκα ἀποστείλειεν, ὡς ἀνάγκη πείθεσθαι.
”同时他鼓动并建议我接纳年轻人;那时我也仅回答说,我不需要任何劝告,因为神明正是为了这些事情派遣我来的,所以必须服从。
ἀρχὴ μὲν δὴ καὶ κατάστασις αὕτη τοῦ πράγματος γίγνεται καὶ πάροδος πρώτη μετὰ τὴν ἐν τῇ Ἐφέσῳ γνῶσιν γενομένην.
这确实成了事情的开端与确立,也是在以弗所作出决定后的第一步进展。
ἔτι δʼ ὄντος μετεώρου συμβαίνει δεύτερον τοιόνδε.
然而在事情依然悬而未决时,又发生了第二件类似的事。
πρὶν εἰσελθεῖν εἰς τὴν βουλὴν ἐμὲ καὶ γενέσθαι λόγον ὁντινοῦν περὶ τούτων, ἦσαν δʼ ἀρχαιρεσίαι κατʼ ἐκεῖνον τὸν χρόνον πρυτανεῖαι, προὐβάλετό με ἡ βουλὴ δυοῖν καὶ τριῶν ὑπειπόντων.
在我进入议事会、对这些事发表任何言论之前——当时正值普吕塔尼斯(执政官)的选举时期——由于两三人的提议,议事会提名了我。
καὶ περιειστήκει τὸ πρᾶγμα εἰς ἄτοπον.
事情随之变得十分荒谬。
ἀντὶ γὰρ τοῦ πείθειν ἐκείνους περὶ ὧν ὁ ἡγεμὼν ἀπέστειλεν, ἠναγκαζόμην αὖθις ἐφιέναι παρʼ ἐκείνων εἰς τὸ τοῦ ἡγεμόνος δικαστήριον, καὶ δύο γε ἀντὶ μιᾶς αἱ δίκαι γίγνονται, καὶ δικαστὴς πάλιν ὁ αὐτὸς ὅσπερ ἐξ ἀρχῆς.
因为我本应说服他们关于总督所派下的事情,现在却不得不再次从他们那里向总督的法庭提出上诉,一桩诉讼变成了两桩,而法官依然是最初的那位。
καὶ ἀπηντῶμεν εἰς Πέργαμον.
我们便在帕加马会合。
μελλούσης δὲ καλεῖσθαι τῆς δίκης, ἵνα συντέμω, ᾔδει μὲν οὐδεὶς ἡμῶν· οὐ γὰρ προείρητο ἡμέρα· ὄναρ δʼ ἐπιστὰν περὶ τὴν ἕω τοσοῦτον ἔφραζε, "Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια.
在案件即将开庭时——长话短说——我们中没人知道具体时间,因为此前并未公布日期;但黎明时分出现的一个梦仅宣告了这句话: “卡德摩斯的公民们,必须说合时宜的话。
" εὐθὺς οὖν δῆλον ἦν ὅτι ἀγωνίζεσθαι δεήσοι, καὶ παρεσκευαζόμην οὕτω.
” 因此,显然必须进行抗争,我也随之做好了准备。
καὶ οὐ πολὺ ὕστερον ἧκεν ἀγγέλλων τις ὅτι καὶ δὴ καλεῖταί μου τὸ ὄνομα.
没过多久,有人跑来通报说我的名字确实正在被呼唤。
ἐν ὅσῳ δὲ ἐκ τοῦ ἱεροῦ κατῄειν εἰς τὴν πόλιν, διατριβῆς ἐγγιγνομένης καὶ καλουμένου πάλιν αὖ τοῦ ὀνόματος ἔφασαν τὸν Σεβῆρον μάλα δεξιῶς εἰπεῖν ὅτι ἀφιξοίμην τε καὶ οὐδὲν δέοι κατεπείγειν.
在我从神殿下到城里的过程中,由于产生了耽搁,我的名字再次被呼唤,据说塞维鲁非常宽大地说,我一定会赶到的,无需催促。
καὶ μετὰ τοῦτο ὡς εἶδε προσιόντα, ῥαβδούχους
此后,当他看到我走近时,便命令侍从们……

词汇与语法注释

  1. 341ἀδωροδοκήτου, ὡς πρότερον τὰ ῥεῖθρα τῶν ποταμῶν ἄν τινα στῆσαι ἢ ʼκεῖνον πρίασθαι — 承接前句的属格名词(`παρʼ ἀνδρὸς`)。由 `ὡς` 引导的从句表示结果或程度,包含带 `ἄν` 的不定式 `στῆσαι` 和 `πρίασθαι`,意为“人们阻断河流的奔流甚至比收买他还要容易”。此处 `πρότερον ... ἤ` 起到了比较的作用。
  2. 341διὰ προσθήκης τοῦ μένειν — 动名词属格 `τοῦ μένειν`(保持、留任)修饰名词 `προσθήκης`(追加),意为“通过增加(‘保持有效’这一条款)”。阿里斯泰德担心,如果在确认其免税权有效的决定中,加上“共同执政(即留任公职)”的义务,免税权实际上将被架空,并给其他总督提供强加类似公职的借口。
  3. 342ἕτερόν ἐστι ... καὶ ἕτερον — 用于对比两种不同情况的惯用表达,意为“……是一回事,而……是另一回事”。此处塞维鲁指出,阿里斯泰德“成为希腊人的第一人、在言论上达到顶峰”(荣誉)与“致力于此并招收弟子”(实际的教学/活动)是不同的,后者才是与免除公职相关联的关键。
  4. 342Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια — 忠实引用自埃斯库罗斯悲剧《七将攻特拜》的第一行。此处的 `τὰ καίρια` 意为“适时的话”或“切中要害的话”,作为神启,指示阿里斯泰德在法庭辩论中应当发表精准且合时宜的申辩。

引用这一段

阿里斯·台德斯, 圣书四 §341-342. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg026.humanitext-grc2:341-342

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。