§343τε εὐθὺς ἐκπέμπει μοι ῥᾳστώνης ἕνεκα τῆς προσόδου· τουτὶ γὰρ πρόσθεν ᾐτηκὼς ἔτυχον αὐτόν· καὶ ἐπειδὴ παρῆλθον, ἅπασαν αἰδῶ καὶ παρʼ αὐτοῦ καὶ παρὰ τῶν συνέδρων, ὡσαύτως δὲ ῥητόρων τῶν προσεστηκότων καὶ τῶν ἄλλων ὁπόσοι παρῆσαν, καὶ σχῆμα ἐπιδείξεως μᾶλλον ἦν ἢ δίκης· ἥ τε γὰρ εὔνοια θαυμαστὴ καὶ τὸ πρὸς τοὺς λόγους ὡρμηκὸς ἐπεσήμαινον τότε καὶ χειρὶ καὶ φωνῇ, καὶ πάντʼ ἦν ὥσπερ ἐπὶ σχολῆς ἀκροωμένων.
(侍从们)立即派到我这里,以便我能轻松进殿;因为我此前恰好向他请求过此事;当我走进去时,不仅从他那里,也从陪席官们那里,同样也从侍立在一旁的辩论家们以及其他所有在场的人那里,都得到了极大的敬意,那景象与其说是一场审判,倒不如说更像是一场(辩论的)展示;因为他们的好意令人惊叹,他们用手势和声音表达了对我的辩论的热切期盼,一切就像人们在讲堂里听课一样。
πέντε δὲ μέτρων ἐκπερανθέντων καὶ παρρησίᾳ μου χρησαμένου πλείονι καὶ παραδηλώσαντος ὁποῖός τις ἂν εἴην παρὰ τῷ βασιλεῖ, τούτους ποιούμενος τοὺς λόγους, τελευτῶν ὁ Σεβῆρος ἑνὸς τῶν ἀπὸ τῆς πόλεως συνδίκων μικρὰ καὶ μετʼ εὐφημίας ἀπαντήσαντος ἡμῖν, ἅμα καὶ τὴν βουλὴν τιμῶν κἀμοὶ ταυτὸν ἔσεσθαι νομίζων, καὶ ταύτην ἀρίστην εἶναι γνῶσιν, πέμπει με αὖθις εἰς τὴν βουλὴν μετὰ γραμμάτων ἐντίμων.
当五个水钟的时间结束,我以极大的坦率发表了这些辩论,并暗示了自己在皇帝面前的地位,最后,在城里的一位代言人对我们作了简短而友善的答辩后,塞维鲁既想尊重议事会,又认为这对我来说也是同样(体面)的事,且判定这是最好的决定,于是带着充满敬意的信件将我再次送回议事会。
καὶ συνέβη δή μοι οὐ μόνον τὴν ἀτέλειαν βεβαιώσασθαι, ἀλλὰ καὶ μετὰ τιμῆς τοσαύτης καὶ σχήματος, ὥστε μηδενὶ τῶν ἄλλων δοκεῖν περὶ ταῦτα κοινωνεῖν.
结果,我不仅确立了我的免税权,而且是在如此巨大的荣誉和格式下完成的,以至于其他任何人似乎都无法在此类事情上与我相比。
τῆς δʼ ἑτέρας ἀρχῆς, ἐφʼ ἣν αὐτὸς ἦγέ με, οὐδʼ ἐμνήσθη πρὸς ἐμὲ, οὐδʼ οὖν ἡμεῖς πρὸς ἐκεῖνον· ἀλλʼ ἐπέστειλεν ἐφʼ αὑτοῦ τοῖς ἄρχουσι, κελεύων ἕτερον ἀντʼ ἐμοῦ καταστῆσαι.
至于他原本要派给我的另一项公职,他对我只字未提,我们也同样未对他提起;相反,他自己写信给执政官们,命令他们另选他人代替我。
εἰς τοῦτο ἐτελεύτησεν ἡ πρόρρησις τοῦ θεοῦ.
神明的预言确实以此告终。
καί μοι λογιζομένῳ τὰ ἀνηλωμένα μισθόν τʼ ἀγοραίοις καὶ οἰκέταις ἐφόδια, εἴ τινάς ποι τούτων ἕνεκα ἀπέστειλα, αἱ πεντακόσιαι μάλιστά πως συνέβαινον δραχμαί.
当我计算所花费的开销时,包括给代理人的报酬以及派往各处的仆人的旅费,大约刚好是五百德拉克马。
οἷον δʼ αὖ καὶ τὸ πρόσθεν τούτων ἐνιαυτῷ σχεδὸν γενόμενον ἐπὶ Πολλίωνος ἄρχοντος τῆς Ἀσίας.
而在此事大约一年前,在波利奥担任亚细亚总督期间,也发生过类似的事。
ἄρτι μὲν εἰς τὸ βουλευτήριον παρεληλύθειν ἐκ τῆς πολλῆς ἡσυχίας, ὥσπερ ἔφην, τοῦ θεοῦ προαγαγόντος κατὰ τοὺς λόγους· ἅπαντες δʼ ἦσαν ἐπʼ ἐλπίδων ὡς καὶ δὴ συνεσοίμην τοῖς νέοις· ἀπωλώλεσαν δὲ οἱ δείλαιοι σοφισταὶ τῷ δέει, οὐχ ἅπαντες, ἀλλʼ οἷς ἀνιᾶσθαι ἐπιμελὲς ἦν, ᾑρέθην ἐκλογεύς.
我刚刚结束了长期的隐居,如我所说,在神明引导我致力于辩论后进入了议事会;所有人都满怀希望,认为我确实会去指导年轻人;但那些可怜的诡辩家们却吓得要命——并非所有人,而是那些执意要刁难我的人——我被选为了征税官。
ἧκε τὸ πρᾶγμα ἐπὶ τὸν πρεσβευτὴν, κυροῖ τὴν χειροτονίαν ἐν Φιλαδελφίᾳ δικαστηρίοις ἀπόντος ἐμοῦ.
这件事传到了副总督那里,他在我缺席的情况下,于费拉德尔菲亚的法庭上批准了这一选举。
μετὰ ταῦτα ἀνεγιγνώσκετο ἐν τῇ βουλῇ ἡ γνῶσις ἡ τοῦ πρεσβευτοῦ.
此后,副总督的决定书在议事会中宣读。
καὶ παρʼ ἡμῶν ἔφεσις μὲν εἰς Ῥώμην ἐδίδοτο, §344ἐπιστολαὶ δʼ ἐπέμποντο παρά τε αὐτὸν Πολλίωνα καὶ τὸν πρεσβευτὴν οἷα εἰκὸς λέγουσαι.
我们则向罗马提出了上诉,并给波利奥本人和副总督送去了信件,陈述了理所当然的内容。
ὁ δὲ θεὸς τάδʼ ἐσήμαινεν· ἐδόκουν τὸν Ἄλκιμον τὸν διοικητὴν, ὃν ἔπεμψα τούτων ἕνεκα, ἐπανήκειν, κομίζοντά μοι λόγον Δημοσθένους τὸν ὑπὲρ τοῦ στεφάνου, ἔχοντα οὐχ ὡς νῦν, ἀλλʼ ἑτέρως γε καὶ καθʼ ἑτέραν σύνθεσιν.
但神明预示了以下景象:我梦见我为此派遣的管家阿尔基莫斯回来了,给我带回了德摩斯梯尼的《金冠书》,但内容不像现在这样,而是完全不同且有着不同的结构。
καὶ πάλιν ἦσαν ὑποσχέσεις, ὡς Γλαβρίωνος τοῦ πάνυ συγκαταστήσαντος τὸ πᾶν.
接着又有了承诺,仿佛德高望重的格拉布里奥与我们一同解决了一切。
ὁ δʼ ἔτυχεν, οἶμαι, τότε ἐπιδημῶν.
我想,他当时恰好寄居在那里。
ἐγένοντο δέ μοι καὶ παρὰ τοῦ Σαράπιδος καὶ τῆς Ἴσιδος χρησμοὶ, ὡς πεπραξομένου τε τοῦ πράγματος καὶ ἐχθροῖς εἰς φιλίαν ἥξεις ἔφασαν.
我也从萨拉皮斯和伊西斯那里得到了神托,说事情将会办成,并且他们说“你将与敌人达成和解”。
καὶ τὰ μὲν χρησθέντα καὶ φανθέντα ὡς ἐν κεφαλαίοις τοιαῦτα ἦν· εἰς δὲ τὴν Φιλαδελφίαν ἀφίκοντο οἱ πεμφθέντες, καὶ ἦν μὲν ἀφέσιμος, ὡς ἔφασαν, ἡμέρα, ᾗ τὰ γράμματα ἀπεδίδοσαν.
神托和梦中呈现的事物,概括起来就是这些;而被派遣的人到达了费拉德尔菲亚,据他们说,他们呈递信件的那天刚好是休庭日。
ἀναγνοὺς δὲ ὁ Πολλίων, καί τινος καιροῦ γενομένου περὶ ἡμῶν ὑπὸ τῶν ἐν τῇ προσρήσει παρόντων, γνοὺς τοῦ πρεσβευτοῦ τὴν ἀφέλειαν κελεύει πορευθέντα εὐθὺς καθίζεσθαι καὶ ἐπανορθώσασθαι τὴν γνῶσιν.
但波利奥在阅读后,并且在谒见在场的人为我们的事情提供了一次机会之后,察觉到了副总督的草率决定,便命令他立即前去开庭并修正决定。
ποιεῖ ταῦτα ὁ πρεσβευτὴς καὶ καθίζει ἑνὸς ἕνεκα τούτου καὶ δίδωσι γράμματα ἕτερα πρὸς τὴν βουλήν.
副总督照做了,并仅为此一件事开庭,并向议事会给出了另一封信。
κομισθέντων δʼ αὐτῶν ὁ ἄρχων, ὅσπερ προθυμότατα ἀνθειστήκει μοι καὶ τἀναντία τούτων ἀνεγνώκει πρότερον, θορυβούμενος ἤδη καὶ ἐν παντὶ ὢν ἔπεμψεν ὡς τοὺς ἡγεμόνας πυνθανόμενος περὶ αὐτῶν.
当这些信件送达时,曾最极力反对我、此前宣读过与此相反决定的那位执政官,此时已陷入慌乱,不知所措,便派人去总督那里询问此事。
οἱ δʼ οὐδὲν ἀπεκρίναντο.
但他们没有作任何答复。
ὁ δʼ ἐλθὼν ὡς ἐμὲ ἐδεῖτο συγγνώμην ἔχειν, καὶ παρῄειν εἰς τὴν βουλὴν, καὶ τῆς τε διακονίας ἀφείθην καὶ τῆς ἀτελείας ἔτυχον· πρῶτον τότε καὶ μετὰ τοῦτο φίλτατος μὲν ὁ ἄρχων, φίλτατος δὲ ὁ πρεσβευτὴς αὐτός.
于是他来到我这里请求宽恕,我便进入了议事会,既免去了那项职务,也获得了免税权;当时起初以及在此之后,那位执政官成了我最亲密的人,而副总督本人也是最亲密的人。
φέρε δὴ καθάπερ κλίμακος ἀεὶ τῷ ἀνωτέρω προϊόντες ἑτέρου τῶν ὑπὲρ ταῦτα μνημονεύσωμεν.
来吧,就像沿着梯子不断向上攀登一样,让我们提及在这些事情之上的另一件事。
ὁ σοφιστὴς, οὗ μικρῷ πρόσθεν ἐμνήσθην, ἦρχεν.
我刚才提到的那位诡辩家当时担任执政官。
ἱσταμένου δὲ τοῦ ἔτους καὶ γιγνομένης ἐκκλησίας τῆς πρώτης ἧκον ἐκ δήμου καλοῦντές με, οἷα δὴ διὰ χρόνου τε ἀφιγμένον, καὶ ἅμα ἀπαγγέλλοντες ὅτι μέλλοιεν θύσειν ὑπὲρ ἐμοῦ δημοσίᾳ, ὅπερ οὖν καὶ πρότερον πολλάκις πεποιηκότες ἦσαν.
新年意始,在举行第一次民会时,有人从民众中走来召我,因为我确实是久别重逢,同时也通知我说他们准备为我举行公祭,而这确实是他们以前多次做过的事。
ὡς δὲ παρῆλθον εἰς τὴν ἐκκλησίαν καὶ ὁ δῆμος τὰ
当我进入民会,而民众……