Humanitext Reader

阿里斯·台德斯 · 圣书四 §339-340

皇帝免税公函与总督塞维鲁的判决

第 10 段,共 13 段 · 希腊语

内容简介

阿里斯泰德在神谕以及皇帝确认其免税特权的来信鼓舞下,向总督塞维鲁申诉;塞维鲁在以弗所法庭上公开确认了其免税权,但同时以恳求的方式邀请其共职,这使得阿里斯泰德在如何上诉上再次陷入困境并向神明祈求梦兆。

§339"ἐμοὶ μελήσει ταῦτα καὶ λευκαῖς κόραις.
“此事由我和白衣少女们来操心。
" ποῖ οὖν τοῦτο ἐτελεύτησεν;
” 那么,这件事最终结果如何呢?
ἡμέραις οὐ πολλαῖς ὕστερον ἐξ Ἰταλίας ἀφικνοῦνται ἐπιστολαί μοι παρὰ τῶν βασιλέων, τοῦ τε αὐτοκράτορος αὐτοῦ καὶ τοῦ παιδὸς, ἄλλας τε εὐφημίας ἔχουσαι καὶ τὴν ἀτέλειαν ἐπισφραγιζόμεναι τὴν ἐπὶ τοῖς λόγοις, εἰ τυγχάνοιμι χρώμενος αὐτοῖς.
没过几天,皇帝们——皇帝本人及其子——从意大利给我送来了信件,信中包含其他赞誉之辞,并确认了我因言论而享有的免税特权(如果我恰好从事言论活动)。
ἥκει δέ μοι καὶ παρὰ Ἡλιοδώρου τοῦ τῆς Αἰγύπτου ὑπάρχου γενομένου γράμματα ἅμα τοῖς βασιλικοῖς, ἐμοί τε αὐτῷ καὶ ἕτερα ὑπὲρ ἐμοῦ τῷ ἡγεμόνι, καὶ μάλʼ ἔντιμα καὶ λαμπρὰ, γραφέντα μὲν πολλῷ πρότερον τῆς χρείας ταύτης, ἀπαντήσαντα δὲ εἰς τὸν καιρὸν τότε.
伴随着皇帝的信件,我也收到了前埃及长官赫里奥多罗斯写给我的信,以及另一封他为我的利益写给总督的信,这些信件非常体面且光彩,虽然在这次需要产生之前很久就已写好,但正好在此时派上了用场。
τὰς μὲν οὖν κόρας τὰς λευκὰς εἰς τὰς ἐπιστολὰς εὐθὺς ἔλαβον.
因此,我立刻将“白衣少女们”理解为这些信件。
θαρρήσας δὲ τῷ τε χρησμῷ καὶ τῷ παρὰ τῆς τύχης συμβάντι κινεῖσθαι μὲν οὐχ οἷός τʼ ἦν τοῦ θεοῦ κατέχοντος, πέμπω δὲ γράμματα πρὸς τὸν ἡγεμόνα, τό τε σύμπαν δηλῶν ὁποῖον εἴη τοὐμὸν πρᾶγμα καὶ ὅτι παντάπασιν ἐοίκασιν οἱ πρὸς αὐτὸν εἰπόντες τοὐμὸν ὄνομα οὐδὲν πλέον εἰπεῖν ἢ τοὔνομα·
受到神谕和命运带来的巧合的鼓舞,虽然由于神明的阻留我无法动身,但我还是给总督送去了一封信,表明了我的事情整体上是怎样的,并指出那些向他提起我名字的人似乎除了我的名字之外什么也没有多说。
τούς τε ἀφιέντας ἐδήλουν οἵτινες εἶεν καὶ τὰ γράμματα τὰ νεωστὶ ἥκοντα·
我也说明了那些免除我职务的人是谁,以及最近收到的信件。
ἅμα δὲ καὶ αὐτὰ ἔπεμπον μετὰ τῶν ἐμῶν, τά τε τῆς συστάσεως καὶ τὰ τῆς ἀφέσεως.
同时,我将这些信件——包括推荐信和免除职务的信件——与我自己的信一起送了过去。
ἔτι δὲ ὄντος μετεώρου τοῦ πράγματος ἐντολαὶ παντοῖαι παρὰ τῶν ἀγοραίων ἐφοίτων, ὅσοι φιλικῶς ἐδόκουν ἔχειν πρός με καὶ ἅμα τὰς ἀνάγκας ὁρᾶν ὀρθῶς·
在事情依然悬而未决的时候,法庭上的各种劝告纷纷传来,这些人似乎对我十分友好,同时也正确地看到了必然的形势。
τήν τε γὰρ δύναμιν τοῦ ἀνδρὸς ἔφραζον ὅση καὶ ὅτι τῶν βασιλικῶν εἴη δικαστῶν εἷς, καὶ μάλιστα δὴ τὸν τόνον τῆς γνώμης καὶ τὴν ῥώμην, καὶ ὡς οὐδʼ ἂν εἴ τι γένοιτο, μεταθεῖτο τῶν δεδογμένων οὐδέν· ἐδέοντό τε μὴ προσκρούειν διὰ κενῆς.
他们告诉我那个人的权力有多大,他是皇帝的法官之一,尤其强调了他意志的坚定和强硬,并说无论发生什么,他绝不会改变已作出的决定;他们恳求我不要无谓地与他发生冲突。
γράφω δὴ καὶ πρὸς τούτους μακρότερα καὶ νεανικώτερα ἐξεπίτηδες, εὖ εἰδὼς εἰς τὰς Σεβήρου χεῖρας ἥξοντα τὰ γράμματα, καὶ γὰρ ἤκουον αὐτοὺς ἐπιεικῶς συνήθως ἔχειν αὐτῷ.
因此,我故意给他们也写了更长、更强硬的回信,因为我清楚地知道这些信件会落入塞维鲁的手中,我听说他们与他关系相当熟稔。
κεφάλαιον δʼ ἦν ὅπερ καὶ πρὸς αὐτὸν ἐπέστειλα, ὅτι ἀδύνατα ἀξιοῖεν.
其要旨与我写给他的相同,即他们提出了不可能的要求。
μετὰ ταῦτα Σεβῆρος μὲν ἐκ τῶν ἄνωθεν χωρίων εἰς τὴν Ἔφεσον κατῄει δικῶν ἀγορὰν ἄξων, καὶ τὰ γράμματα ἀναγνοὺς §340ἐκέλευεν ἀπαντᾶν ἐκεῖσε.
此后,塞维鲁从内陆地区下到以弗所去主持法庭审判,在读了我的信后命令我到那里去会合。
ἐγὼ δʼ ἔπεμπον.
我派遣了代表。 当指定的期限到来、我的名字被呼唤时,共同诉讼人们走上前来。
ὡς δʼ ἧκεν ἡ κυρία καὶ τοὔνομα ἐκλήθη, παρῄεσαν οἱ σύνδικοι. καὶ πρὶν φθέγξασθαι μόνον αὐτοὺς, ὁ Σεβῆρος ἄνωθεν, Ἀριστείδην, ἔφη, γιγνώσκω, καὶ τῆς δόξης ἄγαμαι, καὶ σύμφημι πρωτεύειν περὶ λόγους, καὶ ταῦτά μοι καὶ παρὰ τῶν ἐν Ῥώμῃ φίλων ἐπέσταλται.
在他们还没来得及开口说一个字之前,塞维鲁在台上说道:“我了解阿里斯泰德,我赞赏他的名声,并同意他在言论上独占鳌头;这也是我在罗马的朋友们写信告诉我的。
αἰτοῦμαι δʼ αὐτὸν, ἔφη, συνάρξαι μοι.
我请求他,”他说道,“与我共同执政。
τὰ δὲ δίκαια τῆς ἀτελείας αὐτῷ καὶ βεβαιῶ καὶ μένει.
但他免税的权利,我予以确认,并且继续有效。
ταῦτʼ εἶπε δημοσίᾳ, ταῦτʼ ἐνέγραψε τοῖς ὑπομνήμασι.
”这些话他是公开说的,并记录在公报中。
γενομένης δὲ τῆς γνώσεως τοιαύτης οἱ πεμφθέντες παρʼ ἐμοῦ τῆς δίκης ἕνεκα ἅμα μὲν τῶν τε συνδίκων συγχαιρόντων τῇ τιμῇ καὶ τῶν ἄλλων μέγα ποιουμένων ὅτι ἐν παρακλήσεως μέρει ταῦτʼ ἔφη ποιεῖν ὁ Σεβῆρος καὶ ὅτι τὴν ἀτέλειαν ἐκύρου πρὸς ἅπαντα τὸν λοιπὸν χρόνον καὶ ταῦτα ἀπόντι, καί τι καὶ αὑτοῖς εἰς τὸ πρόσω πεπεράνθαι νομίζοντες, καὶ οὐ παντάπασιν ἄπρακτοι δοκεῖν ἐπανήκειν, ἅμα δὲ οὐκ ἔχοντες ὅπως χρὴ ποιήσασθαι τὴν ἔφεσιν, ἀνθρώπου μὴ κρίσεως νόμῳ τὴν ἀρχὴν ἀνατιθέντος, ἀλλʼ ὡσπερεὶ χάριν αἰτοῦντος καὶ φιλίας ἀρχήν τινα ταύτην καθισταμένου, στέρξαντες τοῖς παροῦσιν, ἐπανελθόντες ὡς ἐμὲ, διηγοῦνται τὸ πᾶν·
当作出这样的决定时,我为了诉讼而派去的人们——一方面,由于共同诉讼人们共同祝贺这一荣誉,其他人也高度评价塞维鲁是作为恳求的一部分说出这些话,并且他为我缺席的情况下确认了今后所有时间里的免税权,他们自己也认为为未来取得了一定的进展,不希望显得完全无功而返;但另一方面,由于他们不知道该如何对一个并非通过法律判决强加职务、而是仿佛在请求恩惠并以此作为某种友谊开端的人提出上诉——他们只好安于现状,回到我这里,向我讲述了事情的经过。
ἐν δὲ τούτῳ καὶ ἡ προθεσμία παρεληλύθει ἡ τῆς ἐφέσεως.
而在此期间,上诉的期限也已经过去了。
ἔτι οὖν ἀπορώτερον ἢ πρότερον διεκείμεθα, οὐ γὰρ ἔμοιγε ἤρκει τετιμῆσθαι διὰ κενῆς.
因此,我们处于比以前更加困惑的境地,因为对我来说,仅仅获得虚无的名誉是不够的。
πάλιν δὴ προσεκείμην τῷ θεῷ, δεόμενός τε καὶ πυνθανόμενος τί τις ἂν χρήσαιτο τῷ πράγματι τούτῳ.
于是我再次求助于神明,恳求并询问人们该如何处理这件事。
καί μοι δίδωσιν ὄναρ θαυμαστὸν οἷον, οὗ τὰ μὲν καθʼ ἕκαστα οὐκ ἂν οἷός τʼ εἴην εἰπεῖν, τὸ δʼ ὡσπερεὶ κεφάλαιον οὕτως εἶχεν. ἐδόκουν τῷ γραμματεῖ τοῦ ἡγεμόνος διαλέγεσθαι περὶ τούτων, ἥκειν δʼ αὐτὸν ὡς ἐμέ.
神明赐予了我一个极为奇妙的梦,其中的细节我无法一一说出,但其要旨如下:我似乎在与总督的秘书谈论这些事情,他来到了我这里。
ὡς δʼ ἀκοῦσαι πάντων, ὑπισχνεῖσθαι λύσειν καὶ μεταθήσειν τὰ γεγραμμένα, προέσθαι δὲ κελεύειν ὅσον δραχμὰς πεντακοσίας.
当他听完一切后,承诺撤销并修改已写下的决定,但要求我付出多达五百德拉克马。
γενομένου δὲ τοῦ ὀνείρατος τῇ μὲν ἡδίων γίγνομαι, ὅτι ἐπαγγελία τις ἐφαίνετο ἐνεῖναι καὶ οὐκ ἄντικρυς ἄρνησις ἦν, τῇ δʼ ὥσπερ εἰς ταυτὸν φέρειν ἐδόκει μοι.
梦醒之后,一方面我感到稍微高兴一些,因为其中似乎包含着某种承诺,而不是直截了当的拒绝;但另一方面,这对我来说似乎意味着同样的结果。
ποῦ γὰρ ἄν τις πεντακοσίων δραχμῶν πρίαιτο πρᾶγμα τοσοῦτον, καὶ ταῦτα παρʼ ἀνδρὸς οὕτω μὲν
因为谁能以五百德拉克马买下如此重大的事情,而且还是从一个如此……的人那里?

词汇与语法注释

  1. §339λευκαῖς κόραις — 德尔斐神谕的诗句。阿里斯泰德本人在紧接着的叙述中将其解释为“信件(白纸)”(τὰς μὲν οὖν κόρας τὰς λευκὰς εἰς τὰς ἐπιστολὰς εὐθὺς ἔλαβον)。字面上虽指“白衣少女们”,但在古代被视为对写信所用的白纸或纸草书卷的隐喻。
  2. §339εἰ τυγχάνοιμι χρώμενος αὐτοῖς — 条件关系从句,使用了希求语气,表示相对于主句时态(历史现在时 ἀφικνοῦνται)而言的未来可能性或不确定假设。意思是“如果我碰巧从事言论活动”。
  3. §340γενομένης δὲ τῆς γνώσεως... — 该句结构长而复杂,以主语 `οἱ πεμφθέντες`(我所派去的人)开始,通过 `ἅμα μὲν... ἅμα δὲ...`(一方面……另一方面……)这一并列对照结构,利用多个分词短语描述了他们所处的心理和环境。全句的主动词为 `διηγοῦνται`(讲述),而中间的 `δοκεῖν`(似乎)则是作分词 `νομίζοντες`(认为)的宾语不定式。
  4. §340τῇ μὲν... τῇ δʼ — 阴性单数与格冠词的副词性用法,表示对比:“一方面(在某一方面)……另一方面(在另一方面)……”。

引用这一段

阿里斯·台德斯, 圣书四 §339-340. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg026.humanitext-grc2:339-340

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。