- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg026.humanitext-grc2:341-342
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
アリステイデスは、ルフィヌスの協力や夢の告げを通じて総督セウェルスと交渉し、自らの弁論活動と免税特権の範囲について一定の承認を得るが、直後に新たな役職への推薦を受け、ペルガモンで再び訴訟に直面する。
ἀδωροδοκήτου, ὡς πρότερον τὰ ῥεῖθρα τῶν ποταμῶν ἄν τινα στῆσαι ἢ ʼκεῖνον πρίασθαι,1 οὕτω δʼ αὖ δεινοῦ περὶ πράγματα καὶ πάντων ἥκιστα ἂν ἐξαπατηθέντος; ἔοικεν ἡ ὑπόσχεσις ἄρνησις εἶναι, ἐπεῖναι γὰρ τὸ ἀδύνατον. ταῦτα ἠπόρουν· κἀν τούτῳ ἐκάλει ὁ θεὸς πάλιν εἰς Πέργαμον, καὶ ἐτύγχανε Ῥουφῖνος ἐπιδημῶν, ἔμελε δʼ αὐτῷ τοῦ τιμᾶν ἡμᾶς εἰς ὅσον οἷός τʼ ἦν. συντυχὼν δʼ αὐτῷ διηγοῦμαι τὰ πεπραγμένα καὶ βοηθεῖν ἠξίουν. πάντως δὲ καὶ αὐτὸν Σεβῆρον ὡμολογηκέναι κυρίαν εἶναί μοι τὴν ἀτέλειαν· τοῦτο δʼ οὐκ ἐξαρκεῖν γεγράφθαι· καὶ γὰρ ἄλλῳ παντὶ τῶν ἡγεμόνων ὑπάρξειν ἄλλο τι προστάττειν ἐμοὶ μετὰ τοῦ αὐτοῦ τούτου παραγράμματος, καὶ οὕτω λυθήσεσθαι τὴν ἀτέλειαν διὰ προσθήκης τοῦ μένειν.2 δεῖσθαι δὲ οὐ τῆς τοῦ ῥήματος εὐπρεπείας, ἀλλὰ τοῦ πράγματος, τὸ γὰρ σῶμα οὕτως ἔχειν μοι. ἔδοξα δίκαια λέγειν τῷ Ῥουφίνῳ καί μοι δίδωσι πρὸς αὐτὸν ἐπιστολὴν τῇ αὑτοῦ φωνῇ γράψας ὡς δυνατὸν προθυμότατα, ἐν ᾗ τά τε ἄλλα ἐπεξῄει, τὰ μὲν ὡς συνιστὰς, τὰ δʼ ὡς συμβουλεύων, καὶ περὶ μὲν τοῦ μέλλοντος ᾐνίττετο ὁποῖόν τι ἔσοιτο, εἰ μή με ἑκὼν ἀφίοι. ἵνα δʼ ἐκπεράνω, γιγνόμεθα ἐν τῇ Σμύρνῃ Διονυσίοις, καὶ παρῆν ὁ Σεβῆρος κατὰ τὴν ἑορτήν· ἦν οὖν τις τῶν καλουμένων πρεσβευτῶν τά τε ἄλλα θαυμαστὸς ὡς ἐπιτηδείως ἔχων αὐτῷ, καὶ σχεδὸν ὡσπερεὶ γραμματεὺς αὐτοῦ· πάντων γὰρ ὅσα ἐν γράμμασι κύριος αὐτὸς ἦν. καὶ δὴ καὶ τότε τὴν ἐπιστολὴν τούτῳ δείκνυμεν, ἐντυχόντες πρώτῳ· καὶ γὰρ ἦν ἐπὶ τῆς διοικήσεως τῆς περὶ Σμύρναν. καὶ μὴν ὅσα γε ἀπὸ στόματος εἰπεῖν ἔδει, πάντα διῆλθον πρὸς αὐτὸν, ἵνα εἰδὼς ἀκριβῶς φράζοι πρὸς τὸν ἡγεμόνα. καὶ ὡς ἑώρων τούς τε λόγους δεχόμενον καὶ πρὸς τὰ δίκαια καμπτόμενον, ἐνθύμιον ποιοῦμαι τὴν τοῦ ἐνυπνίου φωνὴν, ὡς ὁ γραμματεὺς ὑπισχνεῖτό μοι συμπράξειν. καὶ τό τε ὄναρ αὐτὸ διηγοῦμαι πρὸς αὐτὸν καὶ ἠξίουν ὑπακοῦσαι τῷ θεῷ, φάσκων τοῦτον ἐκεῖνον εἶναι τὸν ὑπισχνούμενον, αὐτὸν δὴ λέγων. ἥσθη τοῖς λόγοις, προσῆγεν ἡμᾶς τῷ ἡγεμόνι, ἀπεδίδου τὰ γράμματα κοινῇ μεθʼ ἡμῶν. καὶ ὃς ἔτι μὲν ἀναγιγνώσκων δῆλος ἦν παντοῖος γιγνόμενος, ἱστάμενός τε πολλαχοῦ τῶν γραμμάτων καὶ στρεφόμενος· πλεῖστα δὲ καὶ μέγιστα ἐπιστείλαντος αὐτῷ περὶ τῶν λόγων τῶν ἐμῶν Παρδάλου τοῦ ἡμετέρου μὲν ἑταίρου, ἐκείνῳ δʼ οἰκείου καὶ συνήθους ἐκ παίδων, ἐπειδὴ καὶ ταύτην ἔλαβε τὴν ἐπιστολὴν καὶ διῆλθεν ἀμφοτέρας, οὐδεὶς, ἔφη, ζητεῖ περὶ τῶν λόγων, ἀλλʼ ἕτερόν ἐστι πρῶτον Ἑλλήνων εἶναι καὶ ἄκρον ἐν λόγοις, οὕτω γὰρ ὠνόμασε, καὶ ἕτερον3 διατρίβειν ἐπὶ τούτῳ καὶ μαθητὰς ἔχειν. καὶ μικρὸν διαλιπὼν, πορεύθητι, ἔφη, πρὸς τὴν βουλὴν, πεῖσον τοὺς πολίτας· καὶ ἅμα προὔτρεπε καὶ παρῄνει προσίεσθαι τοὺς νέους· ὅτε δὴ κἀγὼ τοσοῦτον ἀπεκρινάμην, ὅτι οὐδὲν δεοίμην παρακλήσεως, ἀλλʼ ὁ θεὸς αὐτῶν τούτων ἕνεκα ἀποστείλειεν, ὡς ἀνάγκη πείθεσθαι. ἀρχὴ μὲν δὴ καὶ κατάστασις αὕτη τοῦ πράγματος γίγνεται καὶ πάροδος πρώτη μετὰ τὴν ἐν τῇ Ἐφέσῳ γνῶσιν γενομένην. ἔτι δʼ ὄντος μετεώρου συμβαίνει δεύτερον τοιόνδε. πρὶν εἰσελθεῖν εἰς τὴν βουλὴν ἐμὲ καὶ γενέσθαι λόγον ὁντινοῦν περὶ τούτων, ἦσαν δʼ ἀρχαιρεσίαι κατʼ ἐκεῖνον τὸν χρόνον πρυτανεῖαι, προὐβάλετό με ἡ βουλὴ δυοῖν καὶ τριῶν ὑπειπόντων. καὶ περιειστήκει τὸ πρᾶγμα εἰς ἄτοπον. ἀντὶ γὰρ τοῦ πείθειν ἐκείνους περὶ ὧν ὁ ἡγεμὼν ἀπέστειλεν, ἠναγκαζόμην αὖθις ἐφιέναι παρʼ ἐκείνων εἰς τὸ τοῦ ἡγεμόνος δικαστήριον, καὶ δύο γε ἀντὶ μιᾶς αἱ δίκαι γίγνονται, καὶ δικαστὴς πάλιν ὁ αὐτὸς ὅσπερ ἐξ ἀρχῆς. καὶ ἀπηντῶμεν εἰς Πέργαμον. μελλούσης δὲ καλεῖσθαι τῆς δίκης, ἵνα συντέμω, ᾔδει μὲν οὐδεὶς ἡμῶν· οὐ γὰρ προείρητο ἡμέρα· ὄναρ δʼ ἐπιστὰν περὶ τὴν ἕω τοσοῦτον ἔφραζε, "Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια.4" εὐθὺς οὖν δῆλον ἦν ὅτι ἀγωνίζεσθαι δεήσοι, καὶ παρεσκευαζόμην οὕτω. καὶ οὐ πολὺ ὕστερον ἧκεν ἀγγέλλων τις ὅτι καὶ δὴ καλεῖταί μου τὸ ὄνομα. ἐν ὅσῳ δὲ ἐκ τοῦ ἱεροῦ κατῄειν εἰς τὴν πόλιν, διατριβῆς ἐγγιγνομένης καὶ καλουμένου πάλιν αὖ τοῦ ὀνόματος ἔφασαν τὸν Σεβῆρον μάλα δεξιῶς εἰπεῖν ὅτι ἀφιξοίμην τε καὶ οὐδὲν δέοι κατεπείγειν. καὶ μετὰ τοῦτο ὡς εἶδε προσιόντα, ῥαβδούχους
賄賂を受け取らない(人物)、人が河の流れを止めることのほうが彼を買収することよりも容易であると思えるほどの、また一方では実務に極めて長け、何よりも騙されることの最もなさそうな人物から?約束は拒絶に等しいように思われた。不可能なことが伴っているからである。私はこれらのことに困惑していた。そんな中、神が再びペルガモンへと召された。ちょうどルフィヌスが滞在しており、彼はできる限り私を敬うことに心を配っていた。彼に会って、これまでの経緯を説明し、援助を求めた。いずれにせよ、セウェルス自身も私の公役免除が有効であることを認めていた。しかし、それが単に書かれているだけでは十分ではない。他のすべての総督にとっても、これと同じただし書きを伴って、私に別の何かを命じることが可能になり、その結果、「有効のままである」という文言が付け加わることによってかえって免除が解かれてしまうことになるからである。私に必要なのは言葉の体裁ではなく、実質である。私の身体はこのようだからである。ルフィヌスには私の言い分がもっともに思われ、彼は私に彼(セウェルス)への手紙をくれた。彼自身の言葉で、できる限り熱意を込めて書かれたもので、その中で彼は他のことについても触れており、あることは推薦し、あることは助言し、もし彼が私を自発的に解放してくれないならば、将来どうなるかをほのめかしていた。 手短に言えば、私たちはスミュルナのディオニュシア祭におり、セウェルスも祭りに臨席していた。そこに、いわゆる公使の一人がいた。彼は他の点でもセウェルスと非常に親しい間柄で素晴らしく、ほとんど彼の秘書のような存在であった。書簡によるすべてのことにおいて彼自身が権限を持っていたからである。そこで、私たちはまず彼に出会い、この手紙を見せた。彼はスミュルナ周辺の管轄に当たっていたからである。そして、口頭で伝えるべきことはすべて彼に詳しく話し、彼が正確に知った上で総督に伝えられるようにした。そして彼が話を聞き入れ、道理に傾くのを見て、私は夢の言葉、すなわち秘書が私に協力を約束したという言葉を思い出した。そこで私はその夢自体を彼に話し、彼がその約束した本人であると言って、神に従うよう求めた。彼はこの話に喜び、私たちを総督のもとへ連れて行こうとし、手紙を渡した私たちと共同で。そして彼(セウェルス)はそれを読んでいる間、あらゆる表情を見せ、手紙のあちこちで目を止め、考え込んでいるのが明らかだった。私たちの友人であり、彼にとっては子供の頃からの親しい身内であるパルダラスが、私の弁論について非常に多くかつ重要なことを書き送っていた。彼はこの手紙を受け取り、両方を読み終えると、「誰も弁論について詮索してはいない。しかし、ギリシア人の第一人者であり弁論の極致であること(彼はそう呼んだ)と、これに専念して弟子を抱えることは別物である」と言った。そして少し間を置いて、「評議会に行き、市民たちを説得せよ」と言った。そして同時に若者たちを受け入れるように勧め、勧告した。その時、私も「私には何の勧めも必要ありません。神がまさにこれらのために私を送り出されたのですから、従わざるを得ません」とだけ答えた。 これが事の始まりと定着であり、エフェソスでの決定の後に生じた最初の進展であった。しかし、事態がまだ宙に浮いている間に、第二の次のような出来事が起こった。私が評議会に入ってこれらのことについて何らかの言葉を交わす前に、ちょうどその時期はプリュタニス(当番評議員)選挙の時期であったが、二、三人の提案により評議会が私を推薦した。そして事態は奇妙なことになった。総督が送り出した事柄について彼らを説得する代わりに、私は再び彼らから総督の裁判所へと上訴せねばならなくなり、一つの代わりに二つの訴訟が生じ、裁判官はまたもや最初と同じ人物になったのである。そして私たちはペルガモンで会うことになった。裁判が呼び出されようとしていたとき、手短に言えば、私たちの誰もその日を知らなかった。というのも、日は予告されていなかったからである。しかし、明け方に現れた夢は、これだけを告げた。 「カドモスの市民らよ、適切な言葉を語るべし。」 すぐさま闘わなければならないことは明らかになり、私はそのように準備した。そして間もなく、誰かが私の名前が呼ばれていると知らせに来た。私が神殿から町へと下りていく間、遅れが生じて私の名前が再び呼ばれたとき、セウェルスは非常に寛大に、私が到着するであろうから急ぐ必要はないと言ったという。そしてその後、私が近づいてくるのを見ると、リクトルたちを……
- 341ἀδωροδοκήτου, ὡς πρότερον τὰ ῥεῖθρα τῶν ποταμῶν ἄν τινα στῆσαι ἢ ʼκεῖνον πρίασθαι
直前の文の属格名詞(παρʼ ἀνδρὸς)から続く修飾関係にある。ὡς に導かれる節は結果・程度を表し、ἄν を伴う不定詞 στῆσαι と πρίασθαι を含んで「人が河の流れを止めることのほうが彼を買収することよりも容易であると思えるほどの」という意味になる。ここでは πρότερον ... ἤ が比較のニュアンスで機能している。
- 341διὰ προσθήκης τοῦ μένειν
動名詞属格 τοῦ μένειν(留まること、有効であること)は名詞 προσθήκης(追加)にかかり、「(有効であるという条項の)追加によって」を意味する。アリステイデスは、セウェルスが下した「免税は有効である」という決定に「共同で執政する(=職務に留まる)」という義務が追加されることで、実質的に免税が有名無実化し、他の総督たちにとっても同様の公務を課す口実になると懸念している。
- 342ἕτερόν ἐστι ... καὶ ἕτερον
相対する二つの事態を対比する慣用表現で、「〜と〜は別物である」を意味する。ここでは、アリステイデスが「ギリシア人の第一人者であり弁論の極致であること」(名誉)と、「これ(弁論)に専念して弟子を教えること」(実際の活動や職務)が区別され、後者が公的義務の免除と結びついていることをセウェルスが指摘している。
- 342Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια
アイスキュロスの悲劇『テーバイ攻めの七人』第1行の忠実な引用。ここでの τὰ καίρια は「適切なこと」「時宜を得たこと」を意味し、アリステイデスが裁判において要点を得た弁論を行うべきであるという神からの啓示として示されている。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
- 2026-09-21 AI校閲 — 訳文 2 件
