§335Πλάτωνα ὁρᾶν ἐδόκουν ἑστῶτα ἐν τῷ δωματίῳ τῷ ἐμῷ ἀπαντικρὺ τῆς τε κλίνης κἀμοῦ· ὁ δʼ ἔτυχε μεταχειριζόμενος τὴν ἐπιστολὴν τὴν πρὸς Διονύσιον, καὶ μάλα μεστὸς ὢν θυμοῦ προσβλέψας δέ μοι, ποῖός τις, ἔφη, σοὶ φαίνομαι εἰς ἐπιστολάς;
我似乎梦见柏拉图站在我的房间里,就在床和我的正对面;他正巧拿着给狄奥尼修斯的信,极其愤怒地看着我说道:“在书信方面,你觉得我是个怎样的人?
μὴ φαυλότερος τοῦ Κέλερος;
难道比凯勒还差吗?
τὸν γραμματέα δὴ λέγων τὸν βασιλικόν.
”他指的是皇帝的秘书。
κἀγὼ, εὐφήμει, ἔφην, τὸ καὶ μεμνῆσθαί σε τοιοῦτον ὄντα ὅστις εἶ.
我便说:“请别这么说,像您这样的人,哪怕只是记得自己是谁(就足够了)。
καὶ οὐ πολὺ ὕστερον ὁ μὲν ἠφάνιστο, ἐγὼ δὲ συννοίᾳ εἰχόμην.
”不久之后他就消失了,而我陷入了沉思。
παρὼν δέ τις εἶπεν, οὗτος μέντοι ὁ διαλεγόμενός σοι ὡς Πλάτων ἀρτίως ὁ σὸς Ἑρμῆς ἐστι· λέγων δὴ τὸν εἰληχότα τὴν γένεσιν τὴν ἐμήν.
在场的一人说道:“不过,刚才以柏拉图的身份与你交谈的那个人,其实是你的赫尔墨斯”;他指的是分管我出生的 animate 守护神。
Πλάτωνι δʼ, ἔφη, εἴκαστο.
他说:“他是化作了柏拉图的模样。
τοῦτο μὲν δὴ ἐν Σμύρνῃ γίγνεταί μοι τὸ ὄναρ, ἕτερον δὲ ἐν Περγάμῳ σχεδὸν πρότερον τούτου.
” 这桩梦是在斯密娜发生在我的,另一个则在佩尔加蒙,几乎在这之前。
ᾐτιᾶτο τῶν ὀνειράτων τούτων καὶ τῆς ἐναργοῦς τῶν θεῶν ἐπιμελείας τὸν τοῦ Διὸς ἀστέρα, ὅστις δὴ καὶ ὁ αἰτιώμενος ἦν·
有人将这些梦境和神明显而易见的眷顾归咎于木星(宙斯之星),这颗星确实就是那被视作原因的星体;因为在我出生时,它正分划着天顶的中心度数。
σχίζειν γὰρ αὐτὸν μέσου τοῦ οὐρανοῦ μέσην τὴν μοῖραν, ἡνίκα ἐγιγνόμην, καὶ λέγουσι μέντοι οἱ ἀστρονόμοι λέοντα μὲν εἶναι τηνικαῦτα ἐπὶ μέσου τοῦ οὐρανοῦ, τὸν δὲ τοῦ Διὸς ἀστέρα ὑπὸ τῷ λέοντι, ἐκ τετραγώνου πλευρᾶς Ἑρμῇ δεξιὸν, ἀμφοτέρους ἑώους.
天文学家也说,那时狮子座正处于天顶,而木星在狮子座之下,从呈九十度角(四分相)的一侧处于水星之右,且两者皆为晨星。
σχεδὸν δὲ καὶ τῶν ἄλλων παλαιῶν τοὺς ἐνδοξοτάτους ἐπὶ λόγοις ὑπῆρξέ μοι θεάσασθαι, ὁμοίως λογοποιούς τε καὶ ποιητάς· τὸ δὲ τοῦ Λυσίου καὶ διηγήσεως ἄξιον.
此外,我也得以同样亲眼目睹古代在言论上最享有盛名的其他人,不论是散文作家还是诗人;其中关于利西亚斯的事迹更是值得一叙。
ἔκαμνον γὰρ τριταίῳ οἵῳ βαρυτάτῳ καὶ ὁρῶ Λυσίαν τὸν ῥήτορα, νεανίσκον οὐκ ἄχαριν.
因为我当时正患着极其严重的间日疟,却看见了修辞学家利西亚斯,他是一位颇具魅力的年轻人。
ἐπῄει δὲ ἡ τῆς καταβολῆς ἡμέρα καὶ ὁ πυρετὸς οὐκ ἐπεγένετο, ἀλλʼ ἐλύθη τὸ νόσημα ἐν τούτῳ.
接着,疟疾发作的日子到了,发热却没有继之而来,反而病症在此期间消退了。
καὶ δὴ καὶ Σοφοκλέα ποτὲ ἔδοξα τὸν ποιητὴν παρελθεῖν εἰς τὴν οἰκίαν τὴν ἐμαυτοῦ, παρελθόντα δὲ στῆναι πρόσθεν τοῦ οἰκήματος οὗ διατρίβων τυγχάνω, ἑστῶτος δὲ αὐτοῦ καὶ σιωπῶντος αὐτὰ ἐφʼ αὑτῶν τὰ χείλη βομβεῖν οἷον ἥδιστον· ἦν δὲ καὶ ἡ πᾶσα πρόσοψις γεραροῦ τε καὶ εὐσχήμονος.
而且,我还曾梦见诗人索福克勒斯来到我家中,他走进来,站在我刚好逗留的房间前,就在他站立且保持沉默时,他自己的双唇便在翕动中发出了极其悦耳的嗡嗡声;他的整个外貌也显得庄严而端庄。
ἰδὼν οὖν αὐτὸν ἥσθην τε καὶ ἀναστὰς ἠσπαζόμην καὶ ἠρώτων, ποῦ δέ σοι, ἔφην, ἁδελφός;
我看到他,感到十分欣喜,便站起身迎接并问他:“你的兄弟在哪里?
καὶ ὃς, ἔστι γάρ τις, ἔφη, ἀδελφὸς ἐμοί;
”他便说:“我难道还有什么兄弟吗?
Αἰσχύλος γε οὗτος, ἔφην ἐγώ.
”我说:“就是这位埃斯库罗斯啊。
καὶ ἅμα συμπαρῄειν ἔξω, καὶ ὡς ἐν τῷ προθύρῳ ἐφάνημεν, σοφιστὴς τῶν ἐφʼ ἡμῶν καὶ μάλα τῶν ἐπιφανῶν μικρὸν ἀπωτέρω τῶν θυρῶν ἐξ ἀριστερᾶς ἀνατραπεὶς ἔκειτο.
”同时我与他一同走到外面,当我们出现在前廊时,我们这个时代的一位极其著名的哲士,在门外偏左一点的地方仰面倒在地上。
§336ἄλλους δὲ ἐν ἄλλῳ σχήματι καὶ τύπῳ μάλα σεμνῶς τε καὶ οἰκείως ἐφʼ ὧν ἑκάστους συνέβη χρόνων εἴδομεν.
至于其他人,我们则在各人所处的时代中,以不同的姿态和形象,极其庄严且亲切地见到了他们。
ὑπῆρξε δὲ καὶ τόδε εἰς εὐθυμίαν.
另外,以下这件事也令我感到宽慰。
ἐπιδεικνυμένου γάρ μου λόγους τινὰς ὡς τὸ ὄναρ καὶ σφόδρα εὐδοκιμοῦντος, εἰπόντος τινὸς τῶν ἀκροωμένων κατὰ εὐφημίαν ὅτι ὡς ὁ δεῖνα, ὃν δὴ μάλιστα ἐθαύμαζε τῶν παλαιῶν, παρόντα ἐδόκουν τὸν διδάσκαλον εἰπεῖν ὑποδυσχεράναντα, οὐ προσθήσεις τὸν καὶ τόν;
因为当我像在梦中一样展示我的某些言论并大获好评时,听众中有一人为了赞美而说道“就像某某人一样”,而这某某人正是他最推崇的古人;这时,梦中在场的我的老师似乎有些不悦地说道:“你难道不把这个和那个也加上吗?
καὶ ἄλλους ἔμελλεν ἐρεῖν ἑξῆς, ὡς ἕνα γε οὐδένα ἀντεξετάσαι δέον.
”他接着还要说出其他人的名字,仿佛没有任何一个人应该被拿来(与我)相提并论。
καὶ ταῦτʼ ἐγνώκειν εἰπὼν καταλῦσαι τὸν περὶ τούτων λόγον, καὶ ὑπῆλθέ με θαυμαστὸν ἕτερον χάριτος, εἰ δή τι καὶ ἄλλο, οὐκ ὀλίγης ἄξιον τῷ θεῷ.
叙述完这些后,我本打算结束关于这些事情的话题,但另一桩神圣而美妙的恩惠悄然降临在我的身上,其价值绝不亚于其他任何恩典。
ἀφικομένου γὰρ Κοδράτου τοῦ ῥήτορος ἐπὶ τὴν τῆς Ἀσίας ἀρχὴν ᾠήθην καιρὸν ἔχειν μοι τὴν πρὸς αὐτὸν πρόσρησιν, ἄλλως τε καὶ πραγμάτων ὄντων μοι τινῶν ἐκ τῶν ἄνωθεν χρόνων, περὶ ὧν αὐτίκα εἰρήσεται.
因为当修辞学家科德拉托斯前来治理亚细亚省时,我认为向他致敬是个契机,尤其是考虑到从以前起我便有一些事情,这些事情稍后便会提及。
καὶ γράφω δὴ πρὸς αὐτὸν, ὅστις τε εἴην δηλῶν καὶ πᾶσαν τὴν ἐμαυτοῦ διατριβήν.
于是我便写信给他,说明我是谁,并陈述我过去的全部生活。
ᾗ δὲ ἡμέρᾳ δέξεσθαι τὰ γράμματα ἔμελλε —τουτὶ γὰρ ὕστερον ἔγνωμεν ἐκ τῶν ἀπαγγελθέντων, ἦν δὲ καὶ εὐθὺς ἐκ λογισμοῦ τῶν ἡμερῶν τεκμαίρεσθαι— ταύτῃ μοι ἐδόκει ὁ ἱερεὺς ὁ τοῦ Ἀσκληπιοῦ οὗτος ὁ ἔτι νῦν ὢν καὶ ὁ τούτου πάππος, ἐφʼ οὗ τὰ πολλὰ καὶ μεγάλα ὡς ἐπυνθανόμεθα ἐχειρούργησεν ὁ θεὸς καὶ ἔστι δὴ ἐνδοξότατος τῶν μέχρι τούτου, οὗτοί μοι ἐδόκουν παρελθεῖν εἰς τὴν τοῦ Κοδράτου καταγωγὴν καὶ συνεῖναι μάλα ἐγγύθεν, ὁ μὲν οὑτωσὶ παρακαθήμενος, ὁ δὲ ἐπʼ αὐτῆς καθεζόμενος ἄνω τῆς κλίνης ὁ πρεσβύτερος.
而在他收到信的那一天——因为这一点我们后来从汇报中得知,且当时也能立刻从天数推算出来——在这一天,我梦见如今仍健在的这位阿斯克勒庇俄斯的祭司,以及他的祖父(我们听说,在这位祖父任内,神明施行了许多重大的外科手术,他也是迄今为止最享盛名的祭司),他们似乎来到了科德拉托斯的住所,并与他走得很近,一个像这样坐在旁边,另一个年长者则坐在床的上方。
συνίστασαν οὖν με τῷ Κοδράτῳ πάνυ σπουδῇ, ἄλλους τε λόγους φιλανθρώπους λέγοντες καὶ ὡς ἐπὶ τοῖς λόγοις ὁ πρεσβύτερος γίγνεται τοῖς ἐμοῖς δὴ καὶ οὓς ἔδει καὶ αὐτοὺς πρὸς τὸν Κοδρᾶτον ἐπαινεθῆναι.
他们竭力向科德拉托斯推荐我,说了许多充满善意的话,尤其是这位年长者,极力向科德拉托斯赞扬我的言论。
περὶ δὲ λόγων ἔφη ἐνσημηνάμενός τέ πως τῇ φωνῇ καὶ διαλιπὼν ἐξεπίτηδες ὡς μάλιστα ἔμελλεν ἐκεῖνον προσάξειν τῷ μέλλοντι λεχθήσεσθαι· ἔτι δʼ αὐτοῦ μέλλοντος ἐρεῖν τὴν ὑπερβολὴν, ὑπολαβὼν ὁ Κοδρᾶτος, ἀλλʼ ἦ τὸ τῆς παροιμίας, ἔφη, ἐρεῖς,
关于这些言论,他说话时在声音中带有些许强调,并且故意停顿了一下,以便最大程度地吸引对方对即将说出的话的注意力;而就在他正要说出最赞溢之词时,科德拉托斯打断并说道:“但是,你难道不是要说出那句谚语所说的话吗,”