§335Πλάτωνα ὁρᾶν ἐδόκουν ἑστῶτα ἐν τῷ δωματίῳ τῷ ἐμῷ ἀπαντικρὺ τῆς τε κλίνης κἀμοῦ·
私は、プラトンが私の部屋の中で、ベッドと私自身の向かいに立っているのを見るように思われた。
ὁ δʼ ἔτυχε μεταχειριζόμενος τὴν ἐπιστολὴν τὴν πρὸς Διονύσιον, καὶ μάλα μεστὸς ὢν θυμοῦ προσβλέψας δέ μοι, ποῖός τις, ἔφη, σοὶ φαίνομαι εἰς ἐπιστολάς;
彼はたまたま、ディオニュシオスへの書簡を手にしており、たいそう憤慨しながら、私を見つめて言った。 「書簡に関して、私はお前にどのような人物に見えるかね?
μὴ φαυλότερος τοῦ Κέλερος;
ケレルよりも劣っているかね?
τὸν γραμματέα δὴ λέγων τὸν βασιλικόν.
」と、皇帝の秘書官を指して言った。
κἀγὼ, εὐφήμει, ἔφην, τὸ καὶ μεμνῆσθαί σε τοιοῦτον ὄντα ὅστις εἶ.
すると私は言った。 「お静かに。 あなたのようなお方が、ご自身が誰であるかを覚えておられるだけでも(十分です)。
καὶ οὐ πολὺ ὕστερον ὁ μὲν ἠφάνιστο, ἐγὼ δὲ συννοίᾳ εἰχόμην.
」そして間もなく彼は姿を消し、私は物思いに沈んだ。
παρὼν δέ τις εἶπεν, οὗτος μέντοι ὁ διαλεγόμενός σοι ὡς Πλάτων ἀρτίως ὁ σὸς Ἑρμῆς ἐστι·
そこに居合わせた者が言った。 「しかし、さきほどプラトンとしてあなたと対話していた者は、あなたのヘルメス(誕生を司る守護神)ですよ」と。
λέγων δὴ τὸν εἰληχότα τὴν γένεσιν τὴν ἐμήν.
彼は私の誕生を割り当てられた神のことを言ったのである。
Πλάτωνι δʼ, ἔφη, εἴκαστο.
「プラトンに姿を似せていたのだ」と彼は言った。
τοῦτο μὲν δὴ ἐν Σμύρνῃ γίγνεταί μοι τὸ ὄναρ, ἕτερον δὲ ἐν Περγάμῳ σχεδὸν πρότερον τούτου.
この夢はスミュルナで私に起こったが、もう一つはペルガモンで、ほぼこれより前に起こった。
ᾐτιᾶτο τῶν ὀνειράτων τούτων καὶ τῆς ἐναργοῦς τῶν θεῶν ἐπιμελείας τὸν τοῦ Διὸς ἀστέρα, ὅστις δὴ καὶ ὁ αἰτιώμενος ἦν·
(ある者は)これらの夢と神々の明白な配慮を木星(ゼウスの星)のせいにしていた。 それ(木星)がまさに原因とされていたものである。
σχίζειν γὰρ αὐτὸν μέσου τοῦ οὐρανοῦ μέσην τὴν μοῖραν, ἡνίκα ἐγιγνόμην, καὶ λέγουσι μέντοι οἱ ἀστρονόμοι λέοντα μὲν εἶναι τηνικαῦτα ἐπὶ μέσου τοῦ οὐρανοῦ, τὸν δὲ τοῦ Διὸς ἀστέρα ὑπὸ τῷ λέοντι, ἐκ τετραγώνου πλευρᾶς Ἑρμῇ δεξιὸν, ἀμφοτέρους ἑώους.
というのも、私が生まれたとき、それが天の中央の真ん中の度数を分割しており、天文学者たちが言うには、そのとき獅子座が天の中央にあり、木星は獅子座の下、水星に対して四角形の辺(スクエア)から右側にあり、両者とも朝の星(東出)であった。
σχεδὸν δὲ καὶ τῶν ἄλλων παλαιῶν τοὺς ἐνδοξοτάτους ἐπὶ λόγοις ὑπῆρξέ μοι θεάσασθαι, ὁμοίως λογοποιούς τε καὶ ποιητάς·
また、散文作家や詩人を問わず、古代の言論において最も高名な他の人々を目の当たりにすることも、私には同様に可能であった。
τὸ δὲ τοῦ Λυσίου καὶ διηγήσεως ἄξιον.
リシアスに関するものは、語るに値する。
ἔκαμνον γὰρ τριταίῳ οἵῳ βαρυτάτῳ καὶ ὁρῶ Λυσίαν τὸν ῥήτορα, νεανίσκον οὐκ ἄχαριν.
というのも、私はきわめて重い三日熱を患っていたのだが、弁論家リシアスが、さほど不快でない若者の姿で現れるのを見た。
ἐπῄει δὲ ἡ τῆς καταβολῆς ἡμέρα καὶ ὁ πυρετὸς οὐκ ἐπεγένετο, ἀλλʼ ἐλύθη τὸ νόσημα ἐν τούτῳ.
そして熱の発作の日が訪れたが、熱は生じず、この間に病は癒えた。
καὶ δὴ καὶ Σοφοκλέα ποτὲ ἔδοξα τὸν ποιητὴν παρελθεῖν εἰς τὴν οἰκίαν τὴν ἐμαυτοῦ, παρελθόντα δὲ στῆναι πρόσθεν τοῦ οἰκήματος οὗ διατρίβων τυγχάνω, ἑστῶτος δὲ αὐτοῦ καὶ σιωπῶντος αὐτὰ ἐφʼ αὑτῶν τὰ χείλη βομβεῖν οἷον ἥδιστον·
またあるとき、詩人ソポクレスが私の家に入ってきて、私がいま滞在している部屋の前に立ち、彼が立って沈黙している間に、彼自身の唇がそれ自体で極めて心地よい音を響かせるように思われた。
ἦν δὲ καὶ ἡ πᾶσα πρόσοψις γεραροῦ τε καὶ εὐσχήμονος.
その全体の容姿は威厳があり優雅であった。
ἰδὼν οὖν αὐτὸν ἥσθην τε καὶ ἀναστὰς ἠσπαζόμην καὶ ἠρώτων, ποῦ δέ σοι, ἔφην, ἁδελφός;
彼を見て私は喜び、立ち上がって挨拶し、「あなたの兄弟はどこですか? 」と尋ねた。
καὶ ὃς, ἔστι γάρ τις, ἔφη, ἀδελφὸς ἐμοί;
すると彼は「私に兄弟がいるのか? 」と言った。
Αἰσχύλος γε οὗτος, ἔφην ἐγώ.
私は「このアイスキュロスですよ」と言った。
καὶ ἅμα συμπαρῄειν ἔξω, καὶ ὡς ἐν τῷ προθύρῳ ἐφάνημεν, σοφιστὴς τῶν ἐφʼ ἡμῶν καὶ μάλα τῶν ἐπιφανῶν μικρὸν ἀπωτέρω τῶν θυρῶν ἐξ ἀριστερᾶς ἀνατραπεὶς ἔκειτο.
そして同時に外へ一緒に出て行ったが、私たちが玄関口に現れたとき、現代のソフィストで、きわめて著名な者の一人が、戸口から少し離れた左側で、仰向けになって倒れていた。
§336ἄλλους δὲ ἐν ἄλλῳ σχήματι καὶ τύπῳ μάλα σεμνῶς τε καὶ οἰκείως ἐφʼ ὧν ἑκάστους συνέβη χρόνων εἴδομεν.
他の人々については、それぞれ異なる姿や形で、きわめて厳かに、また親しげに、それぞれが属する時代において私たちは見た。
ὑπῆρξε δὲ καὶ τόδε εἰς εὐθυμίαν.
また、次のことも気晴らしとなった。
ἐπιδεικνυμένου γάρ μου λόγους τινὰς ὡς τὸ ὄναρ καὶ σφόδρα εὐδοκιμοῦντος, εἰπόντος τινὸς τῶν ἀκροωμένων κατὰ εὐφημίαν ὅτι ὡς ὁ δεῖνα, ὃν δὴ μάλιστα ἐθαύμαζε τῶν παλαιῶν, παρόντα ἐδόκουν τὸν διδάσκαλον εἰπεῖν ὑποδυσχεράναντα, οὐ προσθήσεις τὸν καὶ τόν;
私が夢のようにいくつかの言論を披露し、大いに好評を博していたとき、聴衆の一人がお世辞として「あの(いにしえの)誰それのようだ」と言ったところ、その古代人を最も賛美していた私の先生が居合わせて、不満そうに「これこれの者も付け加えないのか? 」と言うように思われた。
καὶ ἄλλους ἔμελλεν ἐρεῖν ἑξῆς, ὡς ἕνα γε οὐδένα ἀντεξετάσαι δέον.
そして彼は、一人の者も比肩すべきではないかのように、次々と他の人々をも挙げようとした。
καὶ ταῦτʼ ἐγνώκειν εἰπὼν καταλῦσαι τὸν περὶ τούτων λόγον, καὶ ὑπῆλθέ με θαυμαστὸν ἕτερον χάριτος, εἰ δή τι καὶ ἄλλο, οὐκ ὀλίγης ἄξιον τῷ θεῷ.
これらを語った上で、私はこれらのことに関する話を終えるつもりであったが、神に対する、他と同様に少なからぬ価値のある、素晴らしい別の恵みが私に忍び寄ってきた。
ἀφικομένου γὰρ Κοδράτου τοῦ ῥήτορος ἐπὶ τὴν τῆς Ἀσίας ἀρχὴν ᾠήθην καιρὸν ἔχειν μοι τὴν πρὸς αὐτὸν πρόσρησιν, ἄλλως τε καὶ πραγμάτων ὄντων μοι τινῶν ἐκ τῶν ἄνωθεν χρόνων, περὶ ὧν αὐτίκα εἰρήσεται.
弁論家コドラトスがアジア属州の統治に赴任してきたとき、私は彼に挨拶をする機会があると考えた。 とりわけ私には、以前の時代から続いているいくつかの事柄があったからであり、それについてはすぐに語られるであろう。
καὶ γράφω δὴ πρὸς αὐτὸν, ὅστις τε εἴην δηλῶν καὶ πᾶσαν τὴν ἐμαυτοῦ διατριβήν.
そこで私は彼に手紙を書き、自分が何者であるかを示し、私の暮らしぶりのすべてを明らかにした。
ᾗ δὲ ἡμέρᾳ δέξεσθαι τὰ γράμματα ἔμελλε —τουτὶ γὰρ ὕστερον ἔγνωμεν ἐκ τῶν ἀπαγγελθέντων, ἦν δὲ καὶ εὐθὺς ἐκ λογισμοῦ τῶν ἡμερῶν τεκμαίρεσθαι— ταύτῃ μοι ἐδόκει ὁ ἱερεὺς ὁ τοῦ Ἀσκληπιοῦ οὗτος ὁ ἔτι νῦν ὢν καὶ ὁ τούτου πάππος, ἐφʼ οὗ τὰ πολλὰ καὶ μεγάλα ὡς ἐπυνθανόμεθα ἐχειρούργησεν ὁ θεὸς καὶ ἔστι δὴ ἐνδοξότατος τῶν μέχρι τούτου, οὗτοί μοι ἐδόκουν παρελθεῖν εἰς τὴν τοῦ Κοδράτου καταγωγὴν καὶ συνεῖναι μάλα ἐγγύθεν, ὁ μὲν οὑτωσὶ παρακαθήμενος, ὁ δὲ ἐπʼ αὐτῆς καθεζόμενος ἄνω τῆς κλίνης ὁ πρεσβύτερος.
彼がその手紙を受け取ることになっていたその日――というのも、これは後に報告されたことから知ったのだが、日数の計算からすぐに推測できることでもあった――その日、今もなお健在であるアスクレピオスの神官と、その祖父(彼のもとで神は多くの偉大な外科的手術を施されたと聞いており、これまでの神官の中で最も高名な人物である)が、コドラトスの宿舎に入り、きわめて身近に付き添うように思われた。 一方はこのように傍らに座り、年長の他方はベッドの上のほうに座っていた。
συνίστασαν οὖν με τῷ Κοδράτῳ πάνυ σπουδῇ, ἄλλους τε λόγους φιλανθρώπους λέγοντες καὶ ὡς ἐπὶ τοῖς λόγοις ὁ πρεσβύτερος γίγνεται τοῖς ἐμοῖς δὴ καὶ οὓς ἔδει καὶ αὐτοὺς πρὸς τὸν Κοδρᾶτον ἐπαινεθῆναι.
彼らは大急ぎで私をコドラトスに推薦し、様々な好意的な言葉を語り、また年長者は私の言論について、まさにコドラトスに対しても称賛されるべき言論について語った。
περὶ δὲ λόγων ἔφη ἐνσημηνάμενός τέ πως τῇ φωνῇ καὶ διαλιπὼν ἐξεπίτηδες ὡς μάλιστα ἔμελλεν ἐκεῖνον προσάξειν τῷ μέλλοντι λεχθήσεσθαι·
彼(年長者)は言論について、声に何らかの強調を込め、これから語られることに相手(コドラトス)を引きつけようと、わざと間を置いて語った。
ἔτι δʼ αὐτοῦ μέλλοντος ἐρεῖν τὴν ὑπερβολὴν, ὑπολαβὼν ὁ Κοδρᾶτος, ἀλλʼ ἦ τὸ τῆς παροιμίας, ἔφη, ἐρεῖς,
彼がその最大級の賛辞をさらに語ろうとしたとき、コドラトスが引き取って言った。 「いや、まさかことわざにあるように言うのではないだろうね、」