§337ἢ τοιαύτην χρὴ γαμεῖν ἢ μὴ γαμεῖν;
“娶这样的女人,还是不娶?
τοιαῦτʼ ἄττα ἑκατέρωθεν ἐλέγετο.
”双方说的是这样的话。
μετὰ δὲ ταῦτα ἐδόκουν τοὺς μὲν πορεύεσθαι, αὐτὸς δὲ συνεξιέναι μετʼ αὐτῶν, καὶ ἐπειδὴ γιγνόμεθα πρὸς τῇ πυλίδι, οὗ ἡ ἐκτροπὴ πρὸς τὸ ἱερόν ἐστι, τοὺς μὲν βαδίζειν εὐθὺ τοῦ ἱεροῦ, αὐτὸς δὲ ἀπαλλαττόμενος δεξιοῦσθαί τε αὐτοὺς καὶ χάριν ἔχειν, ὅτι πανταχοῦ κοσμοῖεν καὶ μέλοι πάντως αὐτοῖς τῶν ἐμῶν.
在这之后,他们似乎离去了,而我自己也同他们一起出去。 当我们走到通往神殿的转角处的小门时,他们径获朝神殿走去,而我则在与他们告别时与他们握手,并感谢他们随时随地抬举我,并且无论如何都关照我的事务。
ὃν μὲν οὖν τρόπον εὐθὺς εὐδοκίμησε τὰ γράμματα ἀναγιγνωσκόμενά τε εἰς πάντας ὑπʼ αὐτοῦ τοῦ ἡγεμόνος καὶ περιμάχητα πᾶσιν ὄντα λαβεῖν, καὶ ἃ πρὸς ταῦτα ἀντεπέστειλε καὶ οἷα τελευτῶν, ἐπειδὴ τῆς ἀρχῆς ἐξῄει, τῇ μὲν ἴσως ἀλαζονίαν ἔχειν ἂν δόξειε διηγουμένῳ διὰ τὰς ὑπερβολὰς τῶν ἐν αὐτοῖς ἐνόντων, τῇ δʼ ὥσπερ μικρότης τις ἂν εἴη διατρίβειν ἐπὶ τούτοις, μετὰ τὰς παρὰ τῶν θεῶν τιμάς.
至于那封信如何立刻大受欢迎——被总督本人在众人面前朗读,并且人人争相获取,以及他对此作出的答复,和他在卸任时最终写了怎样的信——如果要详细叙述,或许会因为其中所含的过分溢美之词而显得叙述者有些自夸,但另一方面,在获得神明的荣耀之后,把时间花在这些事情上,似乎又是一种卑微。
ἀλλʼ ἅ γʼ εἰς τὸν παρόντα ἔφερε λόγον, τοιαῦτα μάλιστα ἐγένετο.
但至少,与当前的叙述相关的部分,确实就是这样的。
καὶ ταῦτα μὲν τῶν ἄνω χρόνων ἐστὶν, ἐπεὶ δʼ ἐνταῦθα ἐγεγόνειν τοῦ λόγου καὶ πρὸς τὰς ἄλλας ἔμελλον εὐεργεσίας τοῦ θεοῦ τρέψεσθαι καὶ γράψειν ἐφεξῆς τὰς ἐπὶ τῶν ἄλλων ἡγεμόνων καὶ πραγμάτων γενομένας, ὄναρ μοι γίγνεται μεταξὺ τῆς γραφῆς, εἰς ταῦτα φέρον πως πάλιν. εἶχε δὲ οὑτωσί.
这些都是以前的事情,但当我叙述到这一阶段,正准备转向神明的其他恩惠、并依次写下在其他总督和事件下发生的事情时,在写作的过程中,我做了一个梦,不知怎的又把我带回到了这些事情上。
ἔδοξα λέγειν ἔν τισιν ἐνδεικνύμενος αὐτοῖς μεταξὺ τῶν λόγων ὧν ἠγωνιζόμην καλέσαι τὸν θεὸν ὡδὶ λέγων, δέσποτα Ἀσκληπιὲ, εἰ μὲν ὑπερέχω τε λόγοις καὶ πολὺ ὑπερέχω, ἐμοὶ μὲν ὑγίειαν, τοῖς βασκάνοις δʼ εἶναι ῥήγνυσθαι.
梦境如下:我似乎在一些人面前说话,在我的言论竞赛间隙向他们展示我如何呼唤神明,说道:“主阿斯克勒庇俄斯啊,如果我在言论上卓越,并且远远超出,请赐予我健康,而让嫉妒者爆裂吧。
καὶ ταῦτά τε ὡς ὄναρ τυγχάνειν ἑορακὼς καὶ γενομένης ἡμέρας βιβλίον τι λαβὼν ἀναγιγνώσκειν·
”梦见这些之后,到了白天,我拿起一本书读,发现其中正包含着我所说的话。
εὑρεῖν οὖν ἐνόντα ἅπερ ἐφθεγξάμην. θαυμάσας δὲ πρὸς Ζώσιμον εἰπεῖν, θέασαι ἃ λέγειν ἐδόκουν ὄναρ εὑρίσκω γεγραμμένα ἐν τῷ βιβλίῳ.
我感到十分惊讶,对佐西莫斯说:“看啊,梦中我似乎说的话,我发现它们写在这本书里。
οὕτω δὴ καὶ ταῦτα καινὰ παλαιοῖς προσετέθη· εἰ δὲ τῆς γνώμης τοῦ θεοῦ τετυχήκαμεν αὐτὸς ἂν εἰδείη καλῶς.
”就这样,这些新事也加在了旧事之上;至于我们是否符合神明的意图,神明自己最清楚。
τὰ μὲν περὶ τοὺς λόγους καὶ ὡς κατέστησεν ἡμᾶς ἐξ ἀρχῆς εἰς αὐτοὺς καὶ ψῆφον ὁποίαν τινὰ ἤνεγκε περὶ αὐτῶν καὶ ὅσα εἰς τοῦτο φέροντα ἐχρημάτιζε, καὶ τοὔνομα ὡς πρὸς τῷ ἀρχαίῳ τὸν Θεόδωρον προσέθετο, καὶ περὶ τῆς αὑτοῦ φύσεως ὁποῖʼ ἄττα ἔδειξε, καὶ ὅσα §338τοῦ τύπου τούτου, πάντα μὲν οὐδʼ ἐγγὺς εἴρηται, ὅσα δὲ ἦν ἔναυλα καὶ ἀφʼ ὧν ἔξεστι περὶ τῶν ἄλλων τεκμαίρεσθαι.
关于言论的事,以及他最初如何引导我们致力于言论、对此作出了怎样的评判,以及为此给予了多少神谕,以及他如何在古老名字之外加上了狄奥多罗斯的名字,以及关于他自身本性展现了怎样的事情,以及所有属于这一类的、甚至还没说出个大体,而只是说出了那些耳熟能详的、以及能够以此来推测其他情况的事情。
ἐπάνειμι δʼ οὗ μικρῷ πρόσθεν ἔφην στήσας καταλείψειν τὸν λόγον, ὡς καὶ τὰ ἄλλα σημαίνων καὶ πράττων καὶ προσεστὼς πανταχῆ φανερὸς ἦν.
现在我回到不久前我说要暂停叙述的地方,以表明他在各个方面通过指示、行动和陪伴都显而易见。
ὁ Σεβῆρος ὁ τῆς Ἀσίας ἡγεμὼν ἦρξεν, οἶμαι, ἐνιαυτῷ πρότερον τοῦ ἡμετέρου ἑταίρου.
亚细亚总督塞维鲁,我认为,是在我们朋友的前一年开始统治的。
ἦν δὲ ἀνὴρ ὑψηλὸς τοὺς τρόπους, καὶ ὅ τι γνοίη καὶ προέλοιτο οὐκ ἂν ὑφεῖτο οὐδενί.
他是一个品格高尚的人,凡是他决定和选择的事情,他绝不会向任何人让步。
διατρίβοντος δέ μου περὶ τὸν Αἴσηπον τότε καὶ αὖ περὶ τὸ ἱερὸν τοῦ Διὸς ἐποίησε τοιόνδε.
当时我正滞留在埃塞波斯河附近,后来又在宙斯神殿附近,他做了这样一件事。
ἐπέμπετο τοῖς ἡγεμόσι κατʼ ἐκείνους τοὺς χρόνους ἀφʼ ἑκάστης πόλεως ἑκάστου ἔτους ὀνόματα δέκα ἀνδρῶν τῶν πρώτων.
在那个时候,每年各城市都会向总督送去十名首要人物的名字。
ταῦτα ἔδει σκεψάμενον τὸν ἡγεμόνα ἕνα ὃν προκρίνειεν ἐξ ἁπάντων καθιστάναι φύλακα τῆς εἰρήνης.
总督需要考察这些名字,并从所有人中挑选出一名他最看好的人,任命为和平的守护者。
ἐκ δὴ πολίσματος τῆς Μυσίας, οὗ τοὔνομα οὐδὲν δέομαι λέγειν, ἀφικνεῖται παρʼ αὐτὸν τὰ προχειρισθέντα ὀνόματα.
从密西亚的一个小镇(我无需提及它的名字),推选出的名字送到了他那里。
ὁ δʼ οὐδέν πω τῶν ἐμῶν σαφῶς εἰδὼς ἀλλʼ ἢ τοσοῦτον ἀκηκοὼς, ὅτι κτήματα εἴη μοι περὶ τὸν τόπον τοῦτον καὶ τὴν ἄλλην μοι δοκεῖν τάξιν ὅτι οὐ τῶν ἀφανῶν, παριδὼν καὶ ἀτιμάσας ἅπαντα τὰ πεμφθέντα ὀνόματα προὔκρινεν ἄρχειν ἐμὲ, οὐκ ἐνθυμηθεὶς οὔθʼ ὅτι τῆς Σμύρνης προσήκει πολλοῖς πρότερον χρόνοις, πρὶν ἐκείνοις γενέσθαι πόλεως ἐλπίδας, οὔθʼ ὅτι πᾶν ἀλλοῖον τὸ ἡμέτερον.
他当时对我还一无所知,只是听说在这个地方附近我有地产,而且我的其他地位似乎也不是无名之辈,于是他无视并轻视了所有送来的名字,优先挑选我来担任这个职务,完全没有考虑到,早在他们有希望成为城市之前的许多年,我就已经属于斯密娜了,也没有考虑到我们的情况完全不同。
καὶ πέμπει δὴ τοῖς ἄρχουσιν ἐπιστολὴν, οὐκ αὐτοῖς ἐπιστείλας, ἀλλʼ ἐμοί.
他给官员们送去一封信,不是命令他们,而是命令我。
οἱ δʼ ἐλθόντες ἀπεδίδοσαν.
他们前来并递交了信件。
τὰ δὲ γράμματα ἐκέλευε προστῆναι τῆς εἰρήνης.
信中命令我来负责维护和平。
ἦν οὖν ἀπορία πολλή.
因此,当时十分困惑。
οὔτε γὰρ ἔκκλητον ἦν ποιῆσαι τὴν δίκην, οὐδενὸς ὄντος ἀντιδίκου ἐν μέσῳ, ἀλλʼ αὐτὸς ἦν ὅ τε δοὺς τοὔνομα καὶ ὁ ἐπικυρῶν, οὔθʼ εὑρεῖν ὅτῳ τις μάχοιτο ἢ πρὸς ὅντινα καὶ ὅπως τὸ πρᾶγμα καταστήσαιτο, ἀλλʼ ἢ τοσοῦτον συνέδοξε κοινῇ βουλευομένοις ἡμῖν τε καὶ τοῖς ἄρχουσι, ποιήσασθαι τὴν ἔκκλητον, ὡς δὴ πρὸς αὐτοὺς τοὺς ἄρχοντας τοὺς ἀποδιδόντας τὰ γράμματα.
因为既不能提出上诉,因为中间没有对立的诉讼当事人,而是总督本人既是提供名字的人,又是批准的人;也找不到和谁去争辩,或者向谁以及如何去解决这件事,只是在我和官员们共同商议后,同意只做一件事,那就是提出上诉,仿佛是针对递交信件的官员们本身一样。
ἑσπέρα τε ἐπέρχεται καὶ ἠρώτων τὸν θεὸν τί τε εἴη ταῦτα καὶ τί χρὴ ποιεῖν.
夜晚降临,我询问神明这是怎么回事,应该怎么做。
καί μοι γίγνεται τὸ ἔπος τὸ ἐκ Δελφῶν
接着,德尔斐的诗句降临于我: