Humanitext Reader

阿里斯·台德斯 · 圣书四 §333-334

媲美大帝的荣耀与阿斯克勒庇俄斯的神谕

第 7 段,共 13 段 · 希腊语

内容简介

阿里斯泰德斯在梦中确信了自己拥有与亚历山大大帝并列的荣耀,并在神殿中直接获得阿斯克勒庇俄斯神“就是你”的启示。此外,他感悟到自己名字“狄奥多罗斯”的圣意,并见证了柏拉图所说的宇宙灵魂与天上的阿斯克勒庇俄斯相合一的神秘景象。

§333εὑρεῖν ἐκ δεξιᾶς τοῦ νεὼ μνῆμα κοινὸν ἐμοῦ τε καὶ Ἀλεξάνδρου τοῦ Φιλίππου, διαφράγματι μέσῳ διειργόμενον· καὶ τὸν μὲν ἐν τῷ ἑτέρῳ κεῖσθαι, ἐν τῷ ἑτέρῳ δὲ αὐτὸς κείσεσθαι.
我似乎梦见在神殿右侧发现了我与腓力之子亚历山大的共同陵墓,中间隔着一道隔墙;他躺在其中一侧,而我自己则将躺在另一侧。
ἐπιστὰς δὲ καὶ προκύψας ἀπολαύειν εὐωδίας θαυμαστῆς θυωμάτων, καὶ τούτων τὰ μὲν τῆς ἐκείνου θήκης εἶναι, τὰ δὲ ἐμοὶ προσαποκεῖσθαι.
我站在墓前,弯下身子,享受着香料奇妙的芬芳,这些香料中,有些属于他的棺木,有些则是为我而额外存放的。
χαίρειν τε οὖν καὶ συμβάλλεσθαι ὡς ἄρα ἀμφότεροι τὸ ἄκρον λάχοιμεν, ὁ μὲν τῆς ἐν τοῖς ὅπλοις δυνάμεως, ἐγὼ δὲ τῆς ἐπὶ τοῖς λόγοις.
因此我感到高兴,并推测我们两人都获得了极点,他在武力上,而我在言论上。
καὶ προσέτι γε κἀκεῖνο εἰσελθεῖν με, ὅτι οὗτός τε ἐν Πέλλῃ γένοιτο, πρᾶγμα τοσοῦτον, ἐπʼ ἐμοί τε οἱ τῇδε φιλοτιμήσοιντο.
此外,我还想到,他出生于佩拉,那是如此伟大的成就,而对于我,此地的人们将会争相赋予荣耀。
τοιαῦτα καὶ ἀκοῦσαι καὶ ἰδεῖν ἔδοξα καὶ πρὸς ἐμαυτὸν εἰπεῖν τε καὶ συλλογίσασθαι, τὰ μὲν ὡς παρὰ τῷ Διὶ, τὰ δʼ ὡς ἐν Ἀσκληπιοῦ πρὸ τῆς οἰκίας.
我似乎听到并看到了这些事情,并在心中自言自语并推论,有些是在宙斯身边,有些是在我祖屋前阿斯克勒庇俄斯的圣所里。
τὰ δʼ ἐντεῦθεν ἤδη, εἰ μὲν θέμις, εἰρήσθω καὶ γεγράφθω, εἰ δὲ μὴ, τοσοῦτον σοὶ μελήσειε, δέσποτα Ἀσκληπιὲ, ἐπὶ νοῦν ἀγαγεῖν μοι διαγράψαι παντὸς δυσκόλου χωρίς.
此后的事情,如果合乎神法,就让它们被说出并写下来;如果不合乎,主阿斯克勒庇俄斯啊,愿你眷顾我,让我想起并将其抹去,免受一切烦恼。
πρῶτον μὲν ὤφθη τὸ ἕδος τρεῖς κεφαλὰς ἔχον καὶ πυρὶ λαμπόμενον κύκλῳ, πλὴν τῶν κεφαλῶν· ἔπειθʼ οἱ θεραπευταὶ προσειστήκειμεν, ὥσπερ ὅταν ὁ παιὰν ᾁδηται· σχεδὸν δὲ ἐν πρώτοις ἐγώ.
首先,我看见那尊神像有三个头,周围闪耀着火光,除了头部之外;接着我们这些侍从站在一旁,就像唱《凯旋歌》时那样,而我几乎就在最前列。
κἀν τούτῳ νεύει ἔξοδον ὁ θεὸς, ἔχων ἤδη τὸ ἑαυτοῦ σχῆμα ἐν ᾧπερ ἕστηκεν.
在此期间,神示意退场,此时他已显现出自己站立时的惯常形态。
οἵ τε δὴ οὖν ἄλλοι πάντες ἐξῄεσαν κἀγὼ μετεστρεφόμην ὡς ἐξιὼν, καὶ ὁ θεός μοι τῇ χειρὶ προδείκνυσι μένειν.
于是其他所有人都出去了,我也转过身准备出去,神用手向我示意留下。
κἀγὼ περιχαρὴς τῇ τιμῇ γενόμενος καὶ ὅσον τῶν ἄλλων προὐκρίθην ἐξεβόησα, εἷς, λέγων δὴ τὸν θεόν.
我因这恩宠以及自己比其他人更受器重而欣喜万分,喊道:“唯一者! ”这指的是神。
καὶ ὃς ἔφη, σὺ εἶ.
而神说:“就是你。
τοῦτο τὸ ῥῆμα ἐμοὶ, δέσποτʼ Ἀσκληπιὲ, παντὸς ἀνθρωπίνου βίου κρεῖττον, τούτου πᾶσα ἐλάττων νόσος, τούτου πᾶσα ἐλάττων χάρις, τοῦτʼ ἐμὲ καὶ δύνασθαι καὶ βούλεσθαι ζῆν ἐποίησε.
”主阿斯克勒庇俄斯啊,这句话对我来说胜过一切人间的生活,相比之下一切疾病皆微不足道,相比之下一切恩惠皆黯然失色,这使我既有力量也有意愿活下去。
καὶ ταῦτα μὲν ἡμῖν εἰρηκόσι μηδὲν ἔλαττον εἴη τῆς πρόσθεν τιμῆς παρὰ τοῦ θεοῦ.
愿我们说出这些话,在神那里得到的昔日荣耀一点也不减少。
λόγον δέ ποτε ἤκουσα τοιόνδε φέροντα εἰς λόγους καὶ ὁμιλίαν θείαν.
我曾听过这样一段话,引导人们进入神圣的言论与交际。
ἔφη χρῆναι κινηθῆναι τὸν νοῦν ἀπὸ τοῦ καθεστηκότος, κινηθέντα δὲ συγγενέσθαι θεῷ, συγγενόμενον δὲ ὑπερέχειν ἤδη τῆς ἀνθρωπίνης ἕξεως· καὶ οὐδέτερόν γε εἶναι θαυμαστὸν, οὔτε ὑπερέχειν θεῷ συγγενόμενον οὔθʼ ὑπερσχόντα συνεῖναι θεῷ.
它说,心灵必须从已确立的状态中被激发,被激发后便与神交融,与神交融后便已超越了人类的境遇;这两者都不足为奇,既不是与神交融者得以超越,也不是超越者与神同在。
καὶ μὴν τοὔνομά §334γε ὁ Θεόδωρος οὕτως ἐπωνομάσθη μοι.
此外,我就是这样被冠以“狄奥多罗斯”这一名字的。
προσρηθῆναι μὲν ἔδοξα ὡς ἐν Σμύρνῃ ὑπό τινος καὶ μάλα συγχαίροντος, Θεόδωρε χαῖρε·
我仿佛梦见在斯密娜,有人非常热切地向我祝贺:“你好,狄奥多罗斯!
καὶ Ἀσιάρχης, οἶμαι, προσῆν· δέξασθαι δὲ οὕτω τὴν πρόσρησιν, ὡς ἄρα πᾶν τοὐμὸν εἴη τοῦ θεοῦ δωρεά.
”我想,他是一位亚洲祭司长;我以这样的方式接受了这一称呼,仿佛我的一切确实都是神的礼物。
μετὰ δὲ ταῦτα ἕτερον τοιόνδε ἐπιγίγνεται.
在此之后,又发生了另一件这样的事。
ἦν Ἐπάγαθος τῶν τροφέων τῶν ἐμῶν, ὃς πρῶτος ἔθρεψέ με, καὶ μάλα ἀνὴρ ἀγαθὸς καὶ σαφέστατα ὁμιλῶν θεοῖς καὶ χρησμοὺς ἀπομνημονεύων ὅλους ἐξ ἐνυπνίων· οἱ δʼ ἀπέβαινον σχεδὸν ὡς εἰπεῖν αὐθημερόν.
埃帕加托斯是我的养育者之一,他是第一个抚养我的人,是个极好的人,极其清晰地与神明交往,并能凭梦境记住完整的神谕;而这些神谕几乎可以说是当天就会实现。
ἐγένετο μὲν τοιοῦτός τις ὁ Ἐπάγαθος, τὸ δὲ ὄναρ οὕτως εἶχεν· ἐδόκει μοι οὗτος ἤτοι ἐμοῦ πυθομένου ἢ καὶ αὐτὸς ἀφʼ ἑαυτοῦ κινηθεὶς εἰπεῖν πρὸς ἐμὲ ὅτι αὐτῷ γένοιτο ἐνύπνιον τοιόνδε, περὶ δὲ Θεοδώρου μελήσει τῇ μητρὶ τῶν θεῶν.
埃帕加托斯就是这样的人,而梦境是这样的:我梦见他,或因我询问,或因他自己主动驱使,对我说他做了一个这样的梦:关于狄奥多罗斯,众神之母会予以眷顾。
κἀγὼ γνωρίσας, ἔοικε φάναι, καὶ τῇ μητρὶ τῶν θεῶν κατὰ ταὐτὰ δοκεῖν περὶ ἐμοῦ καθάπερ τῷ Ἀσκληπιῷ· ὁ γὰρ Θεόδωρος ἐκεῖθέν μοι τὴν ἀρχὴν ἐγένετο.
我领会了这一点,似乎说道:“看来,众神之母对我,也像阿斯克勒庇俄斯对我一样看待;因为狄奥多罗斯起初就是从那里开始的。
ἐπέδειξε δέ μοι καὶ περὶ τῆς φύσεως τῆς αὑτοῦ τὰ μὲν ὄψει, τὰ δὲ καὶ λόγῳ. ἔσχε δὲ οὑτωσί.
”他还通过视觉和言语向我展示了他自己的本性。
ἀνεῖχε μὲν ἑωσφόρος, ἡνίκʼ ἦν τὸ ἐνύπνιον.
事情是这样的:做梦时,启明星正在升起。
ἐδόκουν δὲ βαδίζειν ὁδόν τινα διʼ ἐμαυτοῦ χωρίου προσορῶν τῷ ἀστέρι ἄρτι ἥκοντι, καὶ γὰρ εἶναι πορείαν πρὸς ἀνατολάς.
我似乎正走在自己土地的一条路上,凝视着刚刚升起的星星,因为这旅程确实是朝向东方的。
παρεῖναι δὲ Πυραλλιανὸν τὸν ἐκ τοῦ ἱεροῦ, ἄνδρα ἡμῖν τε ἑταῖρον καὶ περὶ τοὺς Πλάτωνος λόγους εὖ γεγυμνασμένον, οἷα δʼ ἐν ὁδῷ καὶ ἡσυχίας οὔσης προσπαίζων αὐτὸν καὶ ἅμα ἐρεσχελῶν εἰπεῖν, ἔχεις μοι πρὸς θεῶν εἰπεῖν—πάντως δʼ ἐσμὲν μόνοι—τί ταῦτα ὑμεῖς οἱ περὶ τὸν Πλάτωνα ἀλαζονεύεσθε καὶ ἐκπλήττετε τοὺς ἀνθρώπους.
神殿的皮拉里亚诺斯也在场,他是我们的同伴,且精通柏拉图的言论,因为在路上,且环境安静,我似乎在与他嬉戏并开玩笑说:“请指着神明告诉我——反正这里只有我们两人——你们这些柏拉图学派的人为什么要如此吹嘘并使人们震惊呢?
ἔφερε δέ μοι τοῦτο εἰς τοὺς περὶ φύσεως αὐτοῦ καὶ τῶν ὄντων λόγους.
”这使我转向了关于他的本性和存在的讨论。
καὶ ὃς ἀκολουθεῖν με ἐκέλευε προσέχοντα τὸν νοῦν.
而他让我注意听,并跟着他。
ἐκ τούτου δὲ ὁ μὲν ἡγεῖτο, ἐγὼ δʼ εἱπόμην.
于是他在前面引路,我跟在后面。
καὶ προσελθὼν μικρὸν ἀνασχὼν τὴν χεῖρα δείκνυσί μοι τόπον τινὰ τοῦ οὐρανοῦ· καὶ ἅμα δεικνὺς ἔφη, οὗτος δή σοί ἐστιν ὃν καλεῖ Πλάτων τοῦ παντὸς ψυχήν.
他走了一小段路,抬起手,向我指着天空的某个地方;指着的同时,他说:“这就是柏拉图所称的宇宙灵魂。
ἀναβλέπω τε δὴ καὶ ὁρῶ Ἀσκληπιὸν τὸν ἐν Περγάμῳ ἐνιδρυμένον ἐν τῷ οὐρανῷ, καὶ ἅμα τε ἀφυπνιζόμην ἐπὶ τούτοις καὶ τὴν ὥραν αἰσθάνομαι ταύτην ἐκείνην οὖσαν ἐν ᾗ ἐδόκουν ταῦτα ὁρᾶν.
”我抬起头,看见安放在佩尔加蒙的阿斯克勒庇俄斯正身处天空中,与此同时我便醒了,并意识到这时刻正是梦中看见这些景象的时刻。
ἔτι τοίνυν ἑτέρων τοιῶνδε μέμνημαι.
此外,我还记得其他这些事。
τοῦτο μὲν αὐτὸν
一方面,他自己……

词汇与语法注释

  1. §333εὑρεῖν — 该不定词取决于前一段末尾的动词 `φαντάζομαι`(或 `ἐδόκουν`),并引导了一系列描述梦中事件的宾格加不定词结构。
  2. §333αὐτὸς κείσεσθαι — 由于不定词的主语与主句主语(作者本人)相同,故使用了主格 `αὐτός` 而非宾格。与之相对,指代另一方亚历山大的 `τὸν μὲν` 则保留宾格形式。
  3. §333τοσοῦτον σοὶ μελήσειε... ἐπὶ νοῦν ἀγαγεῖν μοι διαγράψαι — 由表示祈愿的希求法 `μελήσειε` 及其隶属的不定词 `ἀγαγεῖν`(以及作为其宾语的不定词 `διαγράψαι`)构成。这是一种祈祷表达,恳求神明启示作者的记忆以抹去不合神法的叙述。
  4. §333καὶ ὃς ἔφη — 古典时期特有的定型连接与引入表达,其中关系代词 `ὅς` 起到了主格指示代词(“而他说”)的作用。
  5. §333ἔφη χρῆναι... — 非人称动词 `χρή` 的不定词形式 `χρῆναι` 受引入间接引语的 `ἔφη` 支配。在其下方,一系列不定词(`κινηθῆναι`、`συγγενέσθαι` 和 `ὑπερέχειν`)相继递属,形成了多层的间接叙述结构。
  6. §334οἷα δʼ ἐν ὁδῷ... εἰπεῖν — 表示情况或原因的副词性表达 `οἷα`(“由于在路上……”)后接名词短语而非分词。表示说话的 `εἰπεῖν` 是依然隶属于句首主主控动词 `ἐδόκουν` 的不定词。

引用这一段

阿里斯·台德斯, 圣书四 §333-334. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg026.humanitext-grc2:333-334

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。