Humanitext Reader

阿里斯·台德斯 · 圣书四 §331-332

向阿斯克勒庇俄斯献纳赞歌与银三脚釜

第 6 段,共 13 段 · 希腊语

内容简介

阿里斯泰德斯根据梦中的启示创作了献给阿波罗和阿斯克勒庇俄斯的赞歌,并组织了公开合唱队献纳银三脚釜。他在梦中获得神授铭文,将其安置在阿斯克勒庇俄斯·宙斯神殿中,并梦见自己因无懈可击的言论而获得公开表彰。

§331Ἀπόλλω τε καὶ Ἀσκληπιὸν ἐποιήθη κατὰ τὰς τῶν ὀνειράτων ἐπιπνοίας, καὶ τούτων τὰ πολλὰ σχεδὸν ἀπὸ μνήμης οὑτωσὶ, ὁπότε αἰωροίμην ἐπὶ τοῦ ζεύγους ἢ καὶ βαδίζοιμι.
依照梦境的启示,(歌)是为阿波罗和阿斯克勒庇俄斯创作的,而且其中大部分几乎是像这样直接凭借记忆,在我坐马车或步行的时候写成的。
καὶ δὴ καὶ Μακεδόνι ἀνδρὶ ἑνὶ τῶν συμφοιτητῶν ὄναρ γίγνεται, ὡς ἀπήγγελλεν ἐμοὶ Θεόδοτος, οὐ γὰρ αὐτὸς εἶχε συνήθως ἐμοὶ, ἄντικρυς φέρον εἰς ἐμέ.
而且,在我们的同窗中,有一位马其顿人做了一个梦,正如狄奥多托斯向我报告的那样(因为他本人与我并不亲密),这梦直接指向我。
ἐδόκει γὰρ ᾁδειν ἐμὸν παιᾶνα ἐν ᾧ ταύτην τὴν πρόσρησιν εἶναι, Ἰὴ παιὰν Ἥρακλες Ἀσκληπιέ.
因为他梦见自己在唱我的《凯旋歌》,其中有这样的称呼:“伊埃,凯旋歌,赫拉克勒斯,阿斯克勒庇俄斯啊!
καὶ οὕτω δὴ τὸν παιᾶνα ἀπέδωκα ἀμφοτέροις τοῖς θεοῖς κοινόν.
”于是,我便将这首《凯旋歌》作为两位神明所共有的歌献上了。
καὶ τοίνυν καὶ χοροὺς ἔστησα δημοσίᾳ δέκα τοὺς σύμπαντας, τοὺς μὲν παίδων, τοὺς δὲ ἀνδρῶν.
此外,我还公开组织了总共十个合唱队,一些由少年组成,另一些由成年男子组成。
καὶ συνέβη τι τοιοῦτον. ἡνίκα τὸν πρῶτον ἤμελλον ἀνάξειν χορὸν, ἦν ἐν τῷ νεῷ Ῥουφῖνος, οὗ μικρῷ πρόσθεν ἐμνήσθην.
当时发生了这样的一件事:当我准备带领第一个合唱队上去时,鲁菲努斯(我刚才提到过的那个人)正在神殿里。
ἰδὼν οὖν αὐτὸν, εἰς καλὸν ἥκεις, ἔφην, εἰ ἄρα καὶ σχολή σοι· μέλλω γὰρ στήσειν χορὸν τῷ θεῷ, καὶ δῆλον δὴ ὅτι ἀκροάσει ἡμετέραν χάριν.
我一看见他,便对他说:“你来得正是时候,如果你有空闲的话;因为我正准备为神组织一个合唱队,显然你一定会为了我们的缘故来听一听。
ἀλλʼ οὐδὲν, ἔφη, δεῖ καλεῖσθαί με ὑπὸ σοῦ, ἀλλὰ καὶ προκέκλημαι ὑπὸ τοῦ θεοῦ·
”他说:“你完全不需要邀请我,因为神已经预先邀请我了。
τεκμαίρου δὲ, ἔφη, καὶ τὴν ὥραν, οὐ γάρ πω πρότερον τηνικάδε ἀπήντησα, ἀλλὰ πολὺ ὕστερον εἰώθειν φοιτᾶν.
你可以从时间上判断出来,”他说,“因为我以前从未在这个时间到这里来,而是习惯于很晚才来。
ἀλλὰ κέκλημαί γε, ἔφη, καὶ τούτων ἕνεκα καὶ εἰς τὴν ἀγαθὴν τύχην, καί σοι συμπαρεστήξομεν ἡμεῖς, αὑτὸν δὴ λέγων καὶ τὸν Σηδᾶτον, ὃς ἦν ἡμῖν συμφοιτητὴς ἐν τῷ τότε.
但我被召来,”他说,“既是因为这些原因,也是为了好运,而且我们也会站在你身边,”他指的是他自己和塞达托斯,后者当时是我们的同窗。
καὶ τοῦτο μὲν περὶ τὴν πρώτην προσαγωγὴν τοῦ χοροῦ συνέβη.
这就是关于合唱队第一次奉献时发生的事情。
πάλιν δὲ ἐπὶ τῷ δεκάτῳ τελεσθέντι ἐγὼ μὲν ἕν τι τῶν ᾀσμάτων ἔτυχον παρεικὼς, διὰ τὸ παντελῶς αὐτοσχεδίως τε καὶ ἐκ τοῦ ῥᾴστου πεποιῆσθαι καὶ ὅσον αὐτό φασιν, ἔπειθʼ ἧκεν ὄναρ ἀπαιτοῦν καὶ τοῦτο, καὶ ἀπέδομεν.
然而,在第十个合唱队奉献完毕后,我碰巧遗漏了其中一首歌,因为它完全是即兴创作且极容易写成的,正如人们所说,不过是那样的一首歌;但随后一个梦显现,要求把这首也补上,于是我们也奉献了。
περανθέντων δὲ τούτων ἐδόκει χρῆναι ἀναθεῖναι τρίποδα ἀργυροῦν, ἅμα μὲν τῷ θεῷ χαριστήριον, ἅμα δὲ μνημεῖον τῶν χορῶν οὓς ἐστήσαμεν.
在这些事情完成后,我觉得应该献纳一个银三脚釜,既作为对神的感谢,又作为我们组织的合唱队的纪念。
καὶ ἐμοὶ μὲν παρεσκεύαστο ἐλεγεῖον τοιονδὶ ποιητὴς ἀέθλων τε βραβεὺς αὐτός τε χορηγὸς, "σοὶ τόδʼ ἔθηκεν ἄναξ μνῆμα χοροστασίης.
而我原本已经准备好了一首像这样的哀歌: “诗人、竞技的裁判、以及合唱主持者本人,王啊,为你献上这合唱队成立的纪念物。
" ἔπειτα δύο τινὰ ἐπὶ τούτοις ἕτερʼ ἦν ἔπη, ὧν τὸ μὲν τοὔνομα εἶχε τοὐμὸν, τὸ δʼ ὅτι προστασίᾳ τοῦ θεοῦ ταῦτα ἐγίγνετο.
” 在这之后还有另外两行诗,其中一行包含我的名字,另一行则说明这些是在神的庇护下完成的。
ἐνίκησε δὲ ὁ θεός.
但神(的意旨)获胜了。
ᾗ γὰρ ἡμέρᾳ ἔδει γίγνεσθαι τὴν ἀνάθεσιν, ταύτῃ μοι δοκεῖν ἢ μικρόν τι πρὸ αὐτῆς §332περὶ τὴν ἕω ἢ καὶ ἔτι θᾶττον ἀφικνεῖται θεῖον ἐπίγραμμα ἔχον οὑτωσὶ οὐκ ἀφανὴς Ἕλλησιν Ἀριστείδης ἀνέθηκε "μύθων ἀενάων κύδιμος ἡνίοχος.
因为在应该进行献纳的那一天,或者在那天稍早的时候,大约黎明时分,或者还要更早,一个神授的铭文传来了,内容如下: “在希腊人中并非默默无闻的阿里斯泰德斯献纳了此物,他是源源不绝之言语的荣耀御者。
" τοῦτό τε ἐπιγράφειν ἐδόκουν καὶ τὸ ἀνάθημα ἀναθήσειν ὡς δὴ Διί.
” 我仿佛梦见自己刻上了这个铭文,并准备将这件献纳物当作是献给宙斯一样献上去。
εὐθὺς οὖν εἰχόμην ἀπρὶξ τοῦ ἐπιγράμματος ἔν τε τῷ ὕπνῳ γανύμενος καὶ ἔτι ἀφυπνιζόμενος, ἐκμελετῶν καὶ στρέφων μὴ λάθῃ με διαφυγόν· καὶ οὕτω δὴ κατεδησάμην.
因此,我立刻在梦中紧紧记牢了这个铭文,并在梦中感到高兴,醒来后也是如此,我默默背诵并反复思索,以免它在不经意间从我的记忆中溜走;我就这样把它牢牢记住了。
μετὰ δὲ ταῦτα βουλευομένοις ἡμῖν κοινῇ περὶ τοῦ ἀναθήματος συνεδόκει καὶ τῷ ἱερεῖ καὶ τοῖς νεωκόροις ἀναθεῖναι ἐν Διὸς Ἀσκληπιοῦ, ταύτης γὰρ οὐκ εἶναι χώραν καλλίω· καὶ οὕτω δὴ τοῦ ὀνείρατος ἡ φήμη ἐξέβη.
此后,当我们共同商议这件献纳物时,祭司和神殿守护者们也都同意将它献纳在阿斯克勒庇俄斯·宙斯的神殿中,因为没有比这里更美好的地方了;梦中的预示就这样实现了。
καὶ ἔστιν ὁ τρίπους ὑπὸ τῇ δεξιᾷ τοῦ θεοῦ, εἰκόνας χρυσᾶς ἔχων τρεῖς, μίαν καθʼ ἕκαστον τὸν πόδα, Ἀσκληπιοῦ, τὴν δὲ Ὑγιείας, τὴν δὲ Τελεσφόρου.
而那个三脚釜就安放在神的右手下方,上面有三个金像,每个足上各有一个,分别是阿斯克勒庇俄斯、许癸厄亚和特勒斯波洛斯的像。
καὶ τὸ ἐπίγραμμα ἐπιγέγραπται καὶ ὅτι ἐξ ὀνείρατος προσπαραγέγραπται.
而且铭文已经刻在上面,并且旁边还注明了这是根据梦境追加刻写的。
ἀνέθηκα δὲ καὶ τῷ Διὶ τῷ Ὀλυμπίῳ τὸ ἐπίγραμμα καὶ ἀνάθημα ἕτερον, ὡς πανταχῆ τελέως ἔχειν τὰ χρησθέντα.
我还向奥林匹亚宙斯献纳了该铭文和另一件奉献物,以便使神所指示的事情在各方面都得到完美实现。
γενομένου δὲ τοῦ ἐπιγράμματος πολὺ δὴ μείζων προθυμία μοι ἐγγίγνεται καὶ ἐδόκει παντὶ τρόπῳ χρῆναι ἀντέχεσθαι τῶν λόγων, ὡς κἀν τοῖς ὕστερον ἀνθρώποις ὄνομα ἡμῶν ἐσόμενον, ἐπειδή γε ἀενάους τοὺς λόγους ὁ θεὸς ἔτυχε προσειρηκώς.
在写下这个铭文之后,我心中产生了远远更加巨大的热忱,觉得必须以各种方式坚持言论,因为想到在后世的人们中我们的名字将会流传,既然神碰巧称呼我们的言论是“源源不绝的”。
καὶ τὰ μὲν περὶ τοὺς χοροὺς οὕτως εἶχε.
关于合唱队的事情就是这样。
χρόνῳ δʼ ὕστερον οὐκ οἶδʼ ὁπόσῳ τινὶ φαντάζομαι τοιάδε. ἐδόκουν εἶναι περὶ τὴν ἑστίαν τοῦ Διὸς τοῦ Ὀλυμπίου καὶ πατρῴου, συλλόγου δὲ γιγνομένου δημοτελοῦς περὶ πλήθουσαν ἀγορὰν ἑστῶτα τὸν κήρυκα τὸν ἱερὸν παρʼ αὐτὴν τοῦ θεοῦ τὴν κρηπῖδα ἀνειπεῖν τοὐμὸν ὄνομα σὺν ἅπασι τοῖς περὶ αὐτὸ, ὡς δὴ δημοσίᾳ στεφανουμένου, ὥσπερ ὅταν ἐν ταῖς ἐκκλησίαις χρυσῷ στεφάνῳ στεφανώμεθα, προσθεῖναι δὲ ὅτι λόγων ἕνεκα· βεβαιώσασθαι δʼ αὐτὸ ἑτέρᾳ προσθήκῃ ἐπειπόντα, καὶ γάρ ἐστιν ἀήττητος περὶ λόγους· κεκηρυγμένου δὲ τούτου διαβῆναι εἰς Ἀσκληπιοῦ κῆπον, ὃς ἔστι μοι πρόσθεν τῆς οἰκίας τῆς πατρῴας.
此后过了不知多久,我幻觉到了以下景象:我似乎身处奥林匹亚及先祖宙斯的祭坛周围,在集市繁忙时刻举行的一次全民集会中,圣布告官站在神明基座的正旁边,高声宣读我的名字以及与我相关的一切,仿佛我是在被公开授冠一样,就像我们在公民大会上被授予金冠时那样,并补充说这是“因为言论”;他还通过另一个补充予以确证,说道:“因为他在言论方面确实是无懈可击的”;在宣告之后,他便走进了阿斯克勒庇俄斯的庭园,它就在我的祖屋前面。
κἀνταῦθα
在那里……

词汇与语法注释

  1. §331Ἀπόλλω τε καὶ Ἀσκληπιὸν ἐποιήθη — 宾格的 Ἀπόλλω τε καὶ Ἀσκληπιὸν 与第三人称单数被动不定过去时动词 ἐποιήθη 相连。此处理解为承前省略了表示“歌谣、诗句”的中性复数名词(如 ᾄσματα)作为主语,根据希腊语语法,中性复数主语配单数动词,故动词用单数 ἐποιήθη。宾格的神名表示这些作品是“为了……(神)”而作的。
  2. §331ἡμετέραν χάριν — 副词性宾格(adverbial accusative),表示“为了我们”、“出于对我们的好意”,相当于英语的 'for our sake'。
  3. §331ἐνίκησε δὲ ὁ θεός — 不及物动词 ἐνίκησε(获胜、占优势)在此作为一种公式化的宗教表达,意为“神的旨意占了上风/获胜”。这符合上下文语境,即神在梦中赐予的铭文优先于作者原本准备好的哀歌体诗句。
  4. §332εἰχόμην ἀπρὶξ τοῦ ἐπιγράμματος — 中动态动词 εἰχόμην(源自 ἔχομαι)接属格,表示“紧紧抓住”、“坚持”。副词 ἀπρὶξ(紧紧地、不放手地)进一步加强了这一动作,描绘了作者醒来后极力将梦中的神授铭文牢记在心、防止遗忘的情态。

引用这一段

阿里斯·台德斯, 圣书四 §331-332. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg026.humanitext-grc2:331-332

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。