← アイリオス・アリステイデス

聖なる話 4

§333-334

大王に比肩する栄誉とアスクレピオスの神託

アリステイデスは夢の中でアレクサンドロス大王と並ぶ栄誉を確信し、アスクレピオス神殿で神から直々に「お前こそ唯一の者だ」との言葉を授かる。さらに彼は、自身の名「テオドロス」の意味の神聖さや、プラトンの説く宇宙魂と天上のアスクレピオスが合一する神秘的な光景を目撃する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§333

εὑρεῖν1 ἐκ δεξιᾶς τοῦ νεὼ μνῆμα κοινὸν ἐμοῦ τε καὶ Ἀλεξάνδρου τοῦ Φιλίππου, διαφράγματι μέσῳ διειργόμενον· καὶ τὸν μὲν ἐν τῷ ἑτέρῳ κεῖσθαι, ἐν τῷ ἑτέρῳ δὲ αὐτὸς κείσεσθαι.2 ἐπιστὰς δὲ καὶ προκύψας ἀπολαύειν εὐωδίας θαυμαστῆς θυωμάτων, καὶ τούτων τὰ μὲν τῆς ἐκείνου θήκης εἶναι, τὰ δὲ ἐμοὶ προσαποκεῖσθαι. χαίρειν τε οὖν καὶ συμβάλλεσθαι ὡς ἄρα ἀμφότεροι τὸ ἄκρον λάχοιμεν, ὁ μὲν τῆς ἐν τοῖς ὅπλοις δυνάμεως, ἐγὼ δὲ τῆς ἐπὶ τοῖς λόγοις. καὶ προσέτι γε κἀκεῖνο εἰσελθεῖν με, ὅτι οὗτός τε ἐν Πέλλῃ γένοιτο, πρᾶγμα τοσοῦτον, ἐπʼ ἐμοί τε οἱ τῇδε φιλοτιμήσοιντο. τοιαῦτα καὶ ἀκοῦσαι καὶ ἰδεῖν ἔδοξα καὶ πρὸς ἐμαυτὸν εἰπεῖν τε καὶ συλλογίσασθαι, τὰ μὲν ὡς παρὰ τῷ Διὶ, τὰ δʼ ὡς ἐν Ἀσκληπιοῦ πρὸ τῆς οἰκίας. τὰ δʼ ἐντεῦθεν ἤδη, εἰ μὲν θέμις, εἰρήσθω καὶ γεγράφθω, εἰ δὲ μὴ, τοσοῦτον σοὶ μελήσειε, δέσποτα Ἀσκληπιὲ, ἐπὶ νοῦν ἀγαγεῖν μοι διαγράψαι3 παντὸς δυσκόλου χωρίς. πρῶτον μὲν ὤφθη τὸ ἕδος τρεῖς κεφαλὰς ἔχον καὶ πυρὶ λαμπόμενον κύκλῳ, πλὴν τῶν κεφαλῶν· ἔπειθʼ οἱ θεραπευταὶ προσειστήκειμεν, ὥσπερ ὅταν ὁ παιὰν ᾁδηται· σχεδὸν δὲ ἐν πρώτοις ἐγώ. κἀν τούτῳ νεύει ἔξοδον ὁ θεὸς, ἔχων ἤδη τὸ ἑαυτοῦ σχῆμα ἐν ᾧπερ ἕστηκεν. οἵ τε δὴ οὖν ἄλλοι πάντες ἐξῄεσαν κἀγὼ μετεστρεφόμην ὡς ἐξιὼν, καὶ ὁ θεός μοι τῇ χειρὶ προδείκνυσι μένειν. κἀγὼ περιχαρὴς τῇ τιμῇ γενόμενος καὶ ὅσον τῶν ἄλλων προὐκρίθην ἐξεβόησα, εἷς, λέγων δὴ τὸν θεόν. καὶ ὃς ἔφη,4 σὺ εἶ. τοῦτο τὸ ῥῆμα ἐμοὶ, δέσποτʼ Ἀσκληπιὲ, παντὸς ἀνθρωπίνου βίου κρεῖττον, τούτου πᾶσα ἐλάττων νόσος, τούτου πᾶσα ἐλάττων χάρις, τοῦτʼ ἐμὲ καὶ δύνασθαι καὶ βούλεσθαι ζῆν ἐποίησε. καὶ ταῦτα μὲν ἡμῖν εἰρηκόσι μηδὲν ἔλαττον εἴη τῆς πρόσθεν τιμῆς παρὰ τοῦ θεοῦ. λόγον δέ ποτε ἤκουσα τοιόνδε φέροντα εἰς λόγους καὶ ὁμιλίαν θείαν. ἔφη χρῆναι5 κινηθῆναι τὸν νοῦν ἀπὸ τοῦ καθεστηκότος, κινηθέντα δὲ συγγενέσθαι θεῷ, συγγενόμενον δὲ ὑπερέχειν ἤδη τῆς ἀνθρωπίνης ἕξεως· καὶ οὐδέτερόν γε εἶναι θαυμαστὸν, οὔτε ὑπερέχειν θεῷ συγγενόμενον οὔθʼ ὑπερσχόντα συνεῖναι θεῷ. καὶ μὴν τοὔνομά γε ὁ Θεόδωρος οὕτως ἐπωνομάσθη μοι. προσρηθῆναι μὲν ἔδοξα ὡς ἐν Σμύρνῃ ὑπό τινος καὶ μάλα συγχαίροντος, Θεόδωρε χαῖρε· καὶ Ἀσιάρχης, οἶμαι, προσῆν· δέξασθαι δὲ οὕτω τὴν πρόσρησιν, ὡς ἄρα πᾶν τοὐμὸν εἴη τοῦ θεοῦ δωρεά. μετὰ δὲ ταῦτα ἕτερον τοιόνδε ἐπιγίγνεται. ἦν Ἐπάγαθος τῶν τροφέων τῶν ἐμῶν, ὃς πρῶτος ἔθρεψέ με, καὶ μάλα ἀνὴρ ἀγαθὸς καὶ σαφέστατα ὁμιλῶν θεοῖς καὶ χρησμοὺς ἀπομνημονεύων ὅλους ἐξ ἐνυπνίων· οἱ δʼ ἀπέβαινον σχεδὸν ὡς εἰπεῖν αὐθημερόν. ἐγένετο μὲν τοιοῦτός τις ὁ Ἐπάγαθος, τὸ δὲ ὄναρ οὕτως εἶχεν· ἐδόκει μοι οὗτος ἤτοι ἐμοῦ πυθομένου ἢ καὶ αὐτὸς ἀφʼ ἑαυτοῦ κινηθεὶς εἰπεῖν πρὸς ἐμὲ ὅτι αὐτῷ γένοιτο ἐνύπνιον τοιόνδε, περὶ δὲ Θεοδώρου μελήσει τῇ μητρὶ τῶν θεῶν. κἀγὼ γνωρίσας, ἔοικε φάναι, καὶ τῇ μητρὶ τῶν θεῶν κατὰ ταὐτὰ δοκεῖν περὶ ἐμοῦ καθάπερ τῷ Ἀσκληπιῷ· ὁ γὰρ Θεόδωρος ἐκεῖθέν μοι τὴν ἀρχὴν ἐγένετο. ἐπέδειξε δέ μοι καὶ περὶ τῆς φύσεως τῆς αὑτοῦ τὰ μὲν ὄψει, τὰ δὲ καὶ λόγῳ. ἔσχε δὲ οὑτωσί. ἀνεῖχε μὲν ἑωσφόρος, ἡνίκʼ ἦν τὸ ἐνύπνιον. ἐδόκουν δὲ βαδίζειν ὁδόν τινα διʼ ἐμαυτοῦ χωρίου προσορῶν τῷ ἀστέρι ἄρτι ἥκοντι, καὶ γὰρ εἶναι πορείαν πρὸς ἀνατολάς. παρεῖναι δὲ Πυραλλιανὸν τὸν ἐκ τοῦ ἱεροῦ, ἄνδρα ἡμῖν τε ἑταῖρον καὶ περὶ τοὺς Πλάτωνος λόγους εὖ γεγυμνασμένον, οἷα δʼ ἐν ὁδῷ καὶ ἡσυχίας οὔσης προσπαίζων αὐτὸν καὶ ἅμα ἐρεσχελῶν εἰπεῖν,6 ἔχεις μοι πρὸς θεῶν εἰπεῖν—πάντως δʼ ἐσμὲν μόνοι—τί ταῦτα ὑμεῖς οἱ περὶ τὸν Πλάτωνα ἀλαζονεύεσθε καὶ ἐκπλήττετε τοὺς ἀνθρώπους. ἔφερε δέ μοι τοῦτο εἰς τοὺς περὶ φύσεως αὐτοῦ καὶ τῶν ὄντων λόγους. καὶ ὃς ἀκολουθεῖν με ἐκέλευε προσέχοντα τὸν νοῦν. ἐκ τούτου δὲ ὁ μὲν ἡγεῖτο, ἐγὼ δʼ εἱπόμην. καὶ προσελθὼν μικρὸν ἀνασχὼν τὴν χεῖρα δείκνυσί μοι τόπον τινὰ τοῦ οὐρανοῦ· καὶ ἅμα δεικνὺς ἔφη, οὗτος δή σοί ἐστιν ὃν καλεῖ Πλάτων τοῦ παντὸς ψυχήν. ἀναβλέπω τε δὴ καὶ ὁρῶ Ἀσκληπιὸν τὸν ἐν Περγάμῳ ἐνιδρυμένον ἐν τῷ οὐρανῷ, καὶ ἅμα τε ἀφυπνιζόμην ἐπὶ τούτοις καὶ τὴν ὥραν αἰσθάνομαι ταύτην ἐκείνην οὖσαν ἐν ᾗ ἐδόκουν ταῦτα ὁρᾶν. ἔτι τοίνυν ἑτέρων τοιῶνδε μέμνημαι. τοῦτο μὲν αὐτὸν

神殿の右側に、私とフィリッポスの子アレクサンドロスの共同の墓を見出すように思われた。それは中間の隔壁で仕切られており、一方は彼が横たわり、他方には私自身が横たわることになっていた。その上に立ち、身をかがめて、香の素晴らしい芳香を享受するように思われた。そして、それらの香のうち、あるものは彼の棺のものであり、あるものは私のためにさらに置かれているように思われた。そこで私は喜び、また、私たち二人がそれぞれ極致を得たのだと推測した。一方は武力において、私は言論において。さらにまた、彼はペラに生まれたが、それほど偉大な存在となり、私については、この地の人々が栄誉を競い合うであろうという考えが私に浮かんだ。このようなことを私は聞き、また見るように思われ、また自分自身に対して語り、推論するように思われた。あるものはゼウスの傍らであるかのように、あるものは実家の前のアスクレピオス神殿の境内であるかのように。これより先の事柄については、もし許されるなら、語られ、書かれるがよい。もしそうでなければ、わが主アスクレピオスよ、あらゆる不快なことなしに私にそれを消し去るよう心に思い起こさせることに、あなたが心遣いを払ってくださいますように。まず、その神像が三つの頭を持ち、頭を除いて周囲が火で輝いているのが見えた。それから、私たち仕え人たちは、パイアンが歌われるときのように傍らに立っていた。そして私がほぼ先頭にいた。そうしているうちに、神は退場を合図された。神はすでに、ご自身が立っておられるときのいつもの姿をしておられた。そこで他の人々は皆出て行き、私も出て行こうとして振り返ったが、神は手で私に留まるようにと示された。そして私はその栄誉に、また他すべての人々よりも優先されたことに大喜びして、叫んだ。「唯一無二なる方!」と、まさに神を讃えて言ったのである。すると、神は言われた。「それはお前だ」と。わが主アスクレピオスよ、このお言葉は私にとって、あらゆる人間の生よりも優れたものであり、これに比べればいかなる病も小さく、これに比べればいかなる恵みも小さい。これが、私を生きたいと思わせ、また生きることを可能にさせたのである。そして、これらのことを語った私たちにとって、神からの以前の栄誉が少しも減じることがありませんように。 あるとき、私は神聖な言論と交わりへと導く、次のような教えを聞いた。それによれば、知性は既存の状態から動かされねばならず、動かされた後は神と交わり、交わった後はすでに人間の状態を超越するのだという。そして、神と交わった者が超越することも、超越した者が神とともにいることも、どちらも驚くべきことではないという。さらに、私には「テオドロス」という名が次のようにして呼びかけられた。私は、まるでスミュルナにおいて、誰かきわめて祝福してくれる人から、「テオドロスよ、健やかに」と呼びかけられるように思われた。そして、私の思うに、彼はアジア競技大会長であった。そして、その呼びかけを、私のすべてが神の贈り物であるかのように受け止めた。この後、次のような別のことが起こった。私の養育者たちの一人にエパガトスという者がおり、彼は私を最初に育ててくれた人で、きわめて善良な男であり、最もはっきりと神々と交わり、夢から神託の全体を記憶している人であった。そしてそれらは、ほぼ言うなればその日のうちに実現するのだった。エパガトスはこのような人物であったが、夢は次のようであった。彼が、私が尋ねたからか、あるいは彼自身が自発的に促されてか、彼に次のような夢があったと私に言うように思われた。「テオドロスについては、神々の母が心にかけられるだろう」と。そして私はそれを理解し、「神々の母にとっても、アスクレピオスと同様に、私について同じように思われているようだ。というのも、テオドロスは元々あそこから私にとって始まったからである」と言った。また、彼は私に、ご自身の本性について、あるものは視覚によって、あるものは言葉によって示された。それは次のようであった。その夢があったとき、明けの明星が昇っていた。私は、昇ったばかりのその星を見つめながら、自分の土地を通るある道を歩いているように思われた。というのも、それは東への旅路であったからである。そして、神殿のピュラリアノスが居合わせるように思われた。彼は私たちの友であり、プラトンの言論によく通じた人物であった。道中であり、また静かであったので、彼に戯れ、同時にからかいながら、私が次のように言うように思われた。「神々に誓って私に言ってくれないか――どうせ二人きりなのだから――なぜあなた方プラトン派の人々は、そのように大言壮語し、人々を驚かすのか。」私にとってこれは、自然(本性)と諸存在に関する彼〔プラトン〕の議論を指していた。すると彼は、注意を払いながらついて来るようにと私に命じた。これに続いて、彼が先導し、私は従った。そして、少し進んで手を掲げ、天のある場所を私に指し示した。そして指し示しながら彼は言った。「これこそが、プラトンが宇宙の魂と呼ぶものである。」そこで私が見上げると、ペルガモンに祀られているアスクレピオスが天におられるのが見えた。そしてこれらとともに私は目を覚まし、その時刻が、まさに自分がこれらを見ていると思われたその時刻であることに気づいた。さらにまた、私は次のような別のことを覚えている。一方では、彼ご自身を……

構文注6 件
  1. 333εὑρεῖν

    直前の段落最後にある動詞 φαντάζομαι(あるいは ἐδόκουν)の支配下にある不定詞。夢の中での一連の出来事を記述する対格不定詞構文(accusativus cum infinitivo)を先導している。

  2. 333αὐτὸς κείσεσθαι

    不定詞の主語が主節の主語(作者自身)と同一であるため、対格ではなく主格の αὐτός が用いられている。一方、他方の主語であるアレクサンドロスを示す τὸν μὲν は対格のままである。

  3. 333τοσοῦτον σοὶ μελήσειε... ἐπὶ νοῦν ἀγαγεῖν μοι διαγράψαι

    祈願を表す希求法 μελήσειε と、それに従属する不定詞 ἀγαγεῖν(およびその目的語となる不定詞 διαγράψαι)から構成される。不都合な記述を消去できるよう、神が著者の記憶に働きかけてくれるよう懇願する祈りの表現。

  4. 333καὶ ὃς ἔφη

    関係代名詞 ὅς が「彼」という指示代名詞(主格)として用いられている、古典期特有の定型的な接続・導入表現。

  5. 333ἔφη χρῆναι...

    非人称動詞 χρή の不定詞 χρῆναι が、伝聞を導く ἔφη の支配下にある。さらにその下で、κινηθῆναι、συγγενέσθαι、ὑπερέχειν という不定詞が連続して従属する多層的な間接話法構造。

  6. 334οἷα δʼ ἐν ὁδῷ... εἰπεῖν

    状況や原因を示す副詞的表現 οἷα(「道中であり…であるから」)に、分詞の代わりとして名詞句が接続している。発話を表す εἰπεῖν は、文頭の ἐδόκουν の支配下にある不定詞。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0284.tlg026.humanitext-grc2:333-334