§323φήμης καὶ τύχης.
声誉与好运。
καὶ χρόνοις δὴ ὕστερον ἡ λοιμώδης ἐκείνη συνέβη νόσος, ἧς ὅ τε σωτὴρ καὶ ἡ δέσποινα Ἀθηνᾶ περιφανῶς ἐρρύσαντό με.
在相当长的时间之后,发生了那场可怕的瘟疫,救主和女主人阿提娜显然将我从中解救了出来。
καὶ ἓξ μῆνας μέν τινας θαυμαστῶς ὡς τὸ μετὰ τοῦτο διήγαγον· ἔπειτα ἡ ξηρότης πολλὴ ξυνέβη καὶ ἕτερα ἠνώχλησεν· ἃ πάντα ὁ θεὸς καθίστη τε καὶ σὺν αὐτῷ γε εἰρῆσθαι καθίστησι ταῖς ἐφημέροις διαίταις καὶ προρρήσεσι.
在这之后的六个月里,我过得奇迹般地好;但随后发生了严重的干燥,其他病痛也困扰着我;所有这一切,神都予以了恢复,而且——在神的帮助下说——通过日常的养生法和预言,他至今仍在予以恢复。
τότε δʼ οὖν ὡς ἐπανῆλθον ἀπὸ τοῦ Αἰσήπου, εὐθὺς μὲν προσιόντος ἐγίγνοντο φῆμαι καὶ παιδίων καὶ ἄλλων ἀγαθαὶ καὶ παίζοντα ἐν αὐτοῖς ἐβόα, καλῶς κυρίῳ.
当时,当我从埃塞普斯河返回时,刚一走近,孩子们和其他人都传来了吉利的言语,其中在玩耍的孩子们喊道:“主人万事大吉!
καὶ ἡ τροφὸς εὐθὺς ἀνειστήκει καὶ ἀπήντα καὶ ἔρρωτο καὶ ἦν ἅπερ εἰκὸς ἐν τοῖς τοιούτοις.
”乳母也立刻站起来迎接我,她身体健康,在那种情况下一切都如预料的那样。
ἔπειτα κελεύει ὁ θεὸς ὡς δεῖ ἀντὶ τοῦ κατορυχθῆναι ἐπαμήσασθαι τῆς λευκῆς γῆς, τὸν ἐν παλαίστρᾳ δὴ τρόπον, βεβαιότητος οὕνεκα καὶ ὡς εἴη τρόπον τινὰ καὶ τοῦτο ἐκπεπληρωμένον· ἔτι δὲ λούσασθαι ψυχρῷ, τὸ δʼ ἦν ἄρα χιόνι λούσασθαι· οὕτω πάντα κατεῖχεν ἡ χιὼν, καὶ ἔδαφος καὶ δένδρα καὶ κρήνας.
接着,神命令我,与其被埋葬,不如像在角力学校里那样,将白土撒在身上,这是为了安全,也为了使这件事情在某种程度上得以圆满;此外,还要用冷水沐浴,而这居然是用雪沐浴;因为雪覆盖了一切,地面、树木和泉水。
καὶ δῆλον δὴ ὅτι καὶ ταῦτα ὑπηκούομεν ἀσμένως.
显然,我们也欣然顺从了这些命令。
τοιαῦτα μὲν κατὰ τὴν πορείαν τὴν ἐπʼ Αἴσηπον καὶ τὴν ἐκεῖθεν αὖθις ἀναστροφήν.
前往埃塞普斯河的旅程以及从那里的折返情况便是如此。
ἦν δὲ ἡγεμὼν τῆς Ἀσίας τότε ἀνὴρ καὶ μάλα τῶν γνωρίμων Σεβῆρος τῶν ἀπὸ τῆς ἄνωθεν Φρυγίας· περὶ ὃν θαυμαστὰ ἐπράχθη τῷ θεῷ, διαφέροντα ἐμοί· περὶ ὧν ἴσως ἐφεξῆς ἂν εἴη λέγειν.
当时亚细亚的行省总督是塞维鲁,一位来自上弗里吉亚的非常著名的人物;在与他有关的事情上,神行了奇事,这些事与我息息相关,关于这些,也许接下来按顺序谈谈会比较合适。
τὸ μὲν οὖν πρῶτον, ὥσπερ ἔφην, οὕτω παρέστη μοι διελθεῖν εὐθὺς τοὺς περὶ τοῦτο εὐεργεσίας.
因此,正如我所说,首先立刻叙述有关这方面的恩典对我来说似乎是合适的。
ἔπειτʼ ἔδοξεν ἀνελθεῖν ἐπὶ τοὺς ἄνω χρόνους καὶ τὰς ἄλλας προδιηγήσασθαι παρὰ τοῦ θεοῦ τιμὰς εἰς τὸ δυνατόν· πρῶτον μὲν τὰς εἰς τοὺς λόγους γενομένας καὶ ὅσαι τοιαῦται, ἔπειτα τὰς ἐπὶ τῶν πράξεων τῶν κατὰ τὰς ἡγεμονίας.
接着,似乎最好能回到更早的时期,尽可能预先叙述神赐予的其他荣幸:首先是关于言论的恩典以及所有此类事物,其次是在总督任职期间的活动中的恩典。
ἔπειθʼ ὅταν συμβαίνῃ κἀκ τῶν χρόνων, ὅρος τις κείσεται τοῦ προτέρου λόγου, πρὸς ὃν τὰ λοιπὰ συνάπτειν δεήσει.
然后,当时间线吻合时,将为先前的叙述设定一定的界限,其余部分则需要与此衔接。
ἐνιαυτὸν μὲν γὰρ μάλιστα τὸν πρῶτον τῆς ἀσθενείας ἐξέλιπον τὴν περὶ τοὺς λόγους διατριβὴν, οἷα ἐν τοσούτοις τε καὶ τοιούτοις πράγμασι τοῦ σώματος, καὶ ἅμα ἀπηλγήκειν.
因为在生病的第一年里,在身体面临如此多且如此严重的困境中,我放弃了关于言论的日常活动,同时也感到绝望。
καθημένῳ δέ μοι ἤδη ἐν Περγάμῳ κατὰ τὴν κλῆσίν τε καὶ ἱκετείαν γίγνεται παρὰ τοῦ θεοῦ πρόσταγμα §324καὶ παράκλησις, μὴ προλιπεῖν τοὺς λόγους.
但是,当我已经按照召唤和恳求留在佩加蒙时,神降下了指令以及不要放弃言论的鼓励。
ὅ τι μὲν δὴ πρῶτον τῶν ὀνειράτων ἀφίκετο, ἢ πῶς ἕκαστον ἔχον τοῖς ἅπασιν, ἀμήχανον εἰπεῖν ὑπὸ πλήθους ἐτῶν.
由于经历的年岁太多,实在无法说明第一个梦是何时降临的,或者每个梦的具体情形。
ἦν δʼ οὖν ἐκεῖνά τε τῶν παρακλητικῶν, σοὶ πρέπουσι λόγοι σὺν Σωκράτει καὶ Δημοσθένει καὶ Θουκυδίδῃ κατὰ πρώτας εὐθὺς γενόμενα.
但无论如何,在那些鼓励的梦境中,最先发生的是这样的:“与苏格拉底、德摩斯梯尼和修昔底德并列的言论才配得上你。
καὶ δὴ καὶ τῶν ὑπὲρ ἡμᾶς τοῖς χρόνοις ἐνδόξων ἐδείχθη τις, ὡς ἂν μάλιστα ἐκινήθην εἰπεῖν.
”甚至,我们那个时代之前的一位名人也向我显现,以便我能受到最大的鼓舞去宣讲。
καὶ τό γε σφόδρα πρῶτον ἀπάρξασθαί με ἐκέλευεν ἑαυτῷ προσελθόντα εἰς τὴν στοὰν τοῦ ἱεροῦ τὴν πρὸς τῷ θεάτρῳ τῶν αὐτοσχεδίων δὴ τούτων λόγων καὶ ἀγωνιστικῶν· καὶ συνέβη οὑτωσί.
在最开始的时候,神命令我前往剧场旁边的神庙回廊,亲自开始进行这些即兴且竞技性的演说;事情是这样发生的。
θεωρία τις ἦν ἐν τῇ πόλει πάνυ λαμπρὰ, ἢ ταύρων θήρα μοι δοκεῖν, ἤ τι τοιοῦτον.
城里当时正举行一场非常盛大的节日庆典,在我看来似乎是斗牛或类似的事情。
οἵ τε οὖν ἐκ τοῦ ἱεροῦ καταδεδραμήκεσαν πάντες ἥ τε πόλις περὶ ταῦτα εἶχε.
因此,神庙里的所有人都跑了下去,全城都为这件事而忙碌。
καταλελείμμεθα δὲ ἐν τῷ ἱερῷ τῶν γνωριμωτέρων θεραπευτῶν δύο, ἐγώ τε καὶ Νικαεὺς, ἀνὴρ τῶν ἐστρατηγηκότων Ῥωμαίοις, Σηδᾶτος ὄνομα, τὸ δʼ ἀρχαῖον Θεόφιλος.
只有我们两个比较出名的信徒被留在了神庙里:我和一个曾为罗马人担任过执政官的尼西亚人,名叫塞达图斯,以前叫作德奥斐鲁斯。
καθήμεθα οὖν ἐν Ὑγιείας, οὗ ὁ Τελεσφόρος, καὶ διεπυνθανόμεθα ἀλλήλων ὥσπερ εἰώθειμεν εἴ τι καινότερον εἴη παρηγγελκὼς ὁ θεός· καὶ γάρ πως ἔστιν ἃ καὶ παραπλήσια ἐκάμνομεν.
我们当时坐在海吉亚(健康女神)神殿里,即泰勒斯福路斯所在的地方,并像往常一样互相询问神是否有什么更新的指示;因为我们在某些方面患有相似的疾病。
ἔφην οὖν ἐγὼ μὴ ἔχειν ὅ τι χρήσομαι, προστετάχθαι γάρ μοι ἴσα καὶ πέτεσθαι, μελέτην λόγων ἀναπνεῖν οὐ δυναμένῳ, καὶ ταύτην ἐνταυθοῖ·
于是我说我不知该如何是好,因为我被命令做如同飞翔一般不可能的事,因为我甚至连呼吸演练言辞的力气都没有,而且还要在这里进行。
λέγων αὐτῷ τὴν στοὰν καὶ τὸ ὄναρ διηγοῦμαι.
我向他提到了回廊,并讲述了那个梦。
καὶ ὃς ἀκούσας, τί οὖν, ἔφη, ποιήσεις, καὶ πῶς ἔχεις;
他听后说:“那么你打算怎么办,你身体感觉如何?
τί δʼ ἄλλο γε, ἔφην, ἢ ἅπερ δυνατὸν, ταῦτα ποιήσω, περιβαλλόμενος θοἰμάτιον, στὰς οὑτωσὶ, τὸ πρόβλημα ἀποσημήνας αὐτὸς πρὸς ἐμαυτὸν, καὶ μίκρʼ ἄττα ὑπαρξάμενος εἶτʼ ἀπαλλάξομαι, καὶ οὕτως ἀφωσίωταί μοι;
”“除了尽力而为之外,还能怎么办呢? ”我说,“我会披上外衣,就像这样站着,自己给自己出一个题目,稍微说上几句,然后就离开,这样我的义务也算尽到了吧?
μηδαμῶς, ἔφη, μὴ οὕτως.
”“千万不要,”他说,“千万别这样。
ἀλλʼ ἐμέ τʼ ἀκροατὴν ἔχεις τουτονὶ καὶ ἀγώνισαι πάσῃ προθυμίᾳ·
相反,你这里不是有我这个听众吗,用你全部的热情去竞技吧!
δυνάμεως δὲ μελήσει τῷ θεῷ.
力量的事情神自然会关照。
τί οἶσθα εἰ καὶ εἰς πλέον φέρει τὸ ὄναρ;
你怎能知道这梦不会带来更多的好处呢?
καὶ ἅμα διηγεῖταί μοι ἔργον τοῦ θεοῦ θαυμαστὸν, ὥς τινι κάμνοντι προστάξας οὕτω διαγωνίσασθαι συμβάντος ἱδρῶτος διʼ ἀγωνίαν λύσειε τὸ
”同时,他向我讲述了神的一件奇妙作为:神曾命令某位病人也这样去竞技,结果由于紧张竞技而出汗,治愈了……