§323φήμης καὶ τύχης.
評判と幸運の。
καὶ χρόνοις δὴ ὕστερον ἡ λοιμώδης ἐκείνη συνέβη νόσος, ἧς ὅ τε σωτὴρ καὶ ἡ δέσποινα Ἀθηνᾶ περιφανῶς ἐρρύσαντό με.
そしてかなり後になって、あの疫病が起こり、それから救い主と女主人アテナが私を明白に救い出してくれた。
καὶ ἓξ μῆνας μέν τινας θαυμαστῶς ὡς τὸ μετὰ τοῦτο διήγαγον·
そして私はその後の六ヶ月ほどを驚くほど元気に過ごした。
ἔπειτα ἡ ξηρότης πολλὴ ξυνέβη καὶ ἕτερα ἠνώχλησεν·
しかしその後、ひどい乾燥が起こり、他の不調も私を悩ませた。
ἃ πάντα ὁ θεὸς καθίστη τε καὶ σὺν αὐτῷ γε εἰρῆσθαι καθίστησι ταῖς ἐφημέροις διαίταις καὶ προρρήσεσι.
これらすべてを神は、神の助けとともに言うならば、日々の養生法と予言によって回復させてくれたし、今も回復させてくださっている。
τότε δʼ οὖν ὡς ἐπανῆλθον ἀπὸ τοῦ Αἰσήπου, εὐθὺς μὲν προσιόντος ἐγίγνοντο φῆμαι καὶ παιδίων καὶ ἄλλων ἀγαθαὶ καὶ παίζοντα ἐν αὐτοῖς ἐβόα, καλῶς κυρίῳ.
さて当時、私がアイセポスから戻ったとき、近づいていくとすぐに、子供たちや他の人々から吉兆となる言葉がかけられ、その中で遊んでいる子供たちが叫んだ、「主人にとって万事良好だ! 」と。
καὶ ἡ τροφὸς εὐθὺς ἀνειστήκει καὶ ἀπήντα καὶ ἔρρωτο καὶ ἦν ἅπερ εἰκὸς ἐν τοῖς τοιούτοις.
そして乳母もすぐに立ち上がって出迎え、彼女は健康であり、そのような状況において当然予測される通りの様子であった。
ἔπειτα κελεύει ὁ θεὸς ὡς δεῖ ἀντὶ τοῦ κατορυχθῆναι ἐπαμήσασθαι τῆς λευκῆς γῆς, τὸν ἐν παλαίστρᾳ δὴ τρόπον, βεβαιότητος οὕνεκα καὶ ὡς εἴη τρόπον τινὰ καὶ τοῦτο ἐκπεπληρωμένον·
その後、神は命じた。 生き埋めにされる代わりに、パライストラでのやり方のように、確実さのため、またこのことが(埋められることの象徴が)ある意味で果たされたことになるように、白い土を身に振りかけるべきだと。
ἔτι δὲ λούσασθαι ψυχρῷ, τὸ δʼ ἦν ἄρα χιόνι λούσασθαι·
さらに冷たい水で入浴すること。 そしてそれは、なんと雪で入浴することだったのだ。
οὕτω πάντα κατεῖχεν ἡ χιὼν, καὶ ἔδαφος καὶ δένδρα καὶ κρήνας.
それほど雪が地面も木々も泉も、すべてを覆っていた。
καὶ δῆλον δὴ ὅτι καὶ ταῦτα ὑπηκούομεν ἀσμένως.
そして当然のことながら、私たちはこれらの命令にも喜んで従った。
τοιαῦτα μὲν κατὰ τὴν πορείαν τὴν ἐπʼ Αἴσηπον καὶ τὴν ἐκεῖθεν αὖθις ἀναστροφήν.
アイセポスへの旅と、そこからの帰還における出来事は以上のようであった。
ἦν δὲ ἡγεμὼν τῆς Ἀσίας τότε ἀνὴρ καὶ μάλα τῶν γνωρίμων Σεβῆρος τῶν ἀπὸ τῆς ἄνωθεν Φρυγίας·
当時、アジアの総督は、上フリュギア出身の、非常に高名な人物であるセウェルスであった。
περὶ ὃν θαυμαστὰ ἐπράχθη τῷ θεῷ, διαφέροντα ἐμοί· περὶ ὧν ἴσως ἐφεξῆς ἂν εἴη λέγειν.
彼をめぐって、神によって私に関わる素晴らしいことが成し遂げられたが、それらについては、おそらく次に続けて語るのがよいだろう。
τὸ μὲν οὖν πρῶτον, ὥσπερ ἔφην, οὕτω παρέστη μοι διελθεῖν εὐθὺς τοὺς περὶ τοῦτο εὐεργεσίας.
そこでまず、私が言ったように、このことに関する恩恵をすぐに詳しく述べるのが私にはふさわしいと思われた。
ἔπειτʼ ἔδοξεν ἀνελθεῖν ἐπὶ τοὺς ἄνω χρόνους καὶ τὰς ἄλλας προδιηγήσασθαι παρὰ τοῦ θεοῦ τιμὰς εἰς τὸ δυνατόν·
次に、もっと昔の時代に遡り、神から与えられた他の栄誉を、可能な限りあらかじめ詳しく述べるのがよいと思われた。
πρῶτον μὲν τὰς εἰς τοὺς λόγους γενομένας καὶ ὅσαι τοιαῦται, ἔπειτα τὰς ἐπὶ τῶν πράξεων τῶν κατὰ τὰς ἡγεμονίας.
第一に、言論に関してなされた恩恵や、それに類するすべてのもの、第二に、総督たちの任期中における活動においてなされた恩恵である。
ἔπειθʼ ὅταν συμβαίνῃ κἀκ τῶν χρόνων, ὅρος τις κείσεται τοῦ προτέρου λόγου, πρὸς ὃν τὰ λοιπὰ συνάπτειν δεήσει.
そして、時系列が合うときに、先の叙述の一定の限界が定められ、それに残りの部分を結びつける必要が生じるだろう。
ἐνιαυτὸν μὲν γὰρ μάλιστα τὸν πρῶτον τῆς ἀσθενείας ἐξέλιπον τὴν περὶ τοὺς λόγους διατριβὴν, οἷα ἐν τοσούτοις τε καὶ τοιούτοις πράγμασι τοῦ σώματος, καὶ ἅμα ἀπηλγήκειν.
というのも、病気の最初の約一年間、私は身体のこれほど多くの、このような苦境の最中であったし、同時に絶望していたため、言論の営みをやめていたからである。
καθημένῳ δέ μοι ἤδη ἐν Περγάμῳ κατὰ τὴν κλῆσίν τε καὶ ἱκετείαν γίγνεται παρὰ τοῦ θεοῦ πρόσταγμα §324καὶ παράκλησις, μὴ προλιπεῖν τοὺς λόγους.
しかし、召命と懇願に従って私がすでにペルガモンに留まっていたとき、神から指令が下ったのであるそして、言論を放棄してはならないという励ましが。
ὅ τι μὲν δὴ πρῶτον τῶν ὀνειράτων ἀφίκετο, ἢ πῶς ἕκαστον ἔχον τοῖς ἅπασιν, ἀμήχανον εἰπεῖν ὑπὸ πλήθους ἐτῶν.
夢のうちで最初に何が届いたか、あるいはそれぞれが全体としてどのような状態であったかを語ることは、多くの年月が経ったため不可能である。
ἦν δʼ οὖν ἐκεῖνά τε τῶν παρακλητικῶν, σοὶ πρέπουσι λόγοι σὺν Σωκράτει καὶ Δημοσθένει καὶ Θουκυδίδῃ κατὰ πρώτας εὐθὺς γενόμενα.
しかしとにかく、その励ましの夢の中でも最初に生じたのは次のようなものだった。 「あなたには、ソクラテスやデモステネス、トゥキディデスに並ぶ言論がふさわしい」と。
καὶ δὴ καὶ τῶν ὑπὲρ ἡμᾶς τοῖς χρόνοις ἐνδόξων ἐδείχθη τις, ὡς ἂν μάλιστα ἐκινήθην εἰπεῖν.
そしてさらに、私たちが語るよう最も強く鼓舞されるため、時代的に私たちより昔の、高名な人物の一人が示された。
καὶ τό γε σφόδρα πρῶτον ἀπάρξασθαί με ἐκέλευεν ἑαυτῷ προσελθόντα εἰς τὴν στοὰν τοῦ ἱεροῦ τὴν πρὸς τῷ θεάτρῳ τῶν αὐτοσχεδίων δὴ τούτων λόγων καὶ ἀγωνιστικῶν·
そしてまさに最初に、神は私に、神殿の劇場の隣にある回廊に行き、まさにこれらの即興的かつ競技的な言論を自分自身で始めるようにと命じた。
καὶ συνέβη οὑτωσί.
そしてそれは次のようにして起こった。
θεωρία τις ἦν ἐν τῇ πόλει πάνυ λαμπρὰ, ἢ ταύρων θήρα μοι δοκεῖν, ἤ τι τοιοῦτον.
市内で非常に華やかな祭典が催されており、私の思うに、それは牛追いか何かそのようなものであった。
οἵ τε οὖν ἐκ τοῦ ἱεροῦ καταδεδραμήκεσαν πάντες ἥ τε πόλις περὶ ταῦτα εἶχε.
そのため、神殿から人々は皆駆け下りていき、市全体がそのことで持ちきりであった。
καταλελείμμεθα δὲ ἐν τῷ ἱερῷ τῶν γνωριμωτέρων θεραπευτῶν δύο, ἐγώ τε καὶ Νικαεὺς, ἀνὴρ τῶν ἐστρατηγηκότων Ῥωμαίοις, Σηδᾶτος ὄνομα, τὸ δʼ ἀρχαῖον Θεόφιλος.
神殿には、比較的よく知られた参拝者のうち二人が残されていた。 私と、ローマ人のもとで政務官を務めたことのあるニカイア出身の男で、名はセダトス、かつての名はテオフィロスという人物である。
καθήμεθα οὖν ἐν Ὑγιείας, οὗ ὁ Τελεσφόρος, καὶ διεπυνθανόμεθα ἀλλήλων ὥσπερ εἰώθειμεν εἴ τι καινότερον εἴη παρηγγελκὼς ὁ θεός·
私たちは、テレスポロスの像があるヒュギエイアの神殿に腰掛け、いつものようにお互いに、神が何か新しい指示を下されたかどうかを尋ね合っていた。
καὶ γάρ πως ἔστιν ἃ καὶ παραπλήσια ἐκάμνομεν.
というのも、私たちはいくつかの点で似たような病を患っていたからである。
ἔφην οὖν ἐγὼ μὴ ἔχειν ὅ τι χρήσομαι, προστετάχθαι γάρ μοι ἴσα καὶ πέτεσθαι, μελέτην λόγων ἀναπνεῖν οὐ δυναμένῳ, καὶ ταύτην ἐνταυθοῖ·
そこで私は、どうしてよいか分からないと言った。 息を吸うことさえできない私が、弁論の練習を、しかもここでするようにと命じられたからであり、それは空を飛べと命じられるのも同然だからである。
λέγων αὐτῷ τὴν στοὰν καὶ τὸ ὄναρ διηγοῦμαι.
私は彼にその回廊のことを語り、夢を詳しく話した。
καὶ ὃς ἀκούσας, τί οὖν, ἔφη, ποιήσεις, καὶ πῶς ἔχεις;
すると彼はそれを聞いて言った、「それでは、あなたはどうするつもりですか、また体の調子はどうですか?
τί δʼ ἄλλο γε, ἔφην, ἢ ἅπερ δυνατὸν, ταῦτα ποιήσω, περιβαλλόμενος θοἰμάτιον, στὰς οὑτωσὶ, τὸ πρόβλημα ἀποσημήνας αὐτὸς πρὸς ἐμαυτὸν, καὶ μίκρʼ ἄττα ὑπαρξάμενος εἶτʼ ἀπαλλάξομαι, καὶ οὕτως ἀφωσίωταί μοι;
」「不可能なこと以外に何ができましょう」と私は言った。 「外套を羽織り、このように立って、自分で自分に課題を提示し、少しだけ語り始めてから立ち去ることにします。 そうすれば、私の義務は果たされたことになるでしょう。
μηδαμῶς, ἔφη, μὴ οὕτως.
」「そんなことは絶対にしないでください、そんな風にしては」と彼は言った。
ἀλλʼ ἐμέ τʼ ἀκροατὴν ἔχεις τουτονὶ καὶ ἀγώνισαι πάσῃ προθυμίᾳ·
「そうではなく、ここに私という聴衆がいるのですから、全力を尽くして競いなさい。
δυνάμεως δὲ μελήσει τῷ θεῷ.
能力については神が心に留めてくださるでしょう。
τί οἶσθα εἰ καὶ εἰς πλέον φέρει τὸ ὄναρ;
その夢がもっと大きな意味を持っているかもしれないことを、あなたはどうして知れましょうか。
καὶ ἅμα διηγεῖταί μοι ἔργον τοῦ θεοῦ θαυμαστὸν, ὥς τινι κάμνοντι προστάξας οὕτω διαγωνίσασθαι συμβάντος ἱδρῶτος διʼ ἀγωνίαν λύσειε τὸ
」そして同時に、彼は私に神の驚くべき働きについて語った。 ある病人にこのように挑むよう神が命じられ、その緊張のために汗が流れた結果、彼がその病を治されたという話である。