← アイリオス・アリステイデス

聖なる話 4

§323-324

病の回復と弁論活動の再開の神託

アリステイデスはアイセポスから帰還して神の命令により雪による入浴等を行い、病状が好転したことを述べる。また、かつてペルガモンで神から言論(弁論)活動を再開するよう促され、即興の演説に挑んだ経緯を回想する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§323

φήμης καὶ τύχης. καὶ χρόνοις δὴ ὕστερον ἡ λοιμώδης ἐκείνη συνέβη νόσος, ἧς ὅ τε σωτὴρ καὶ ἡ δέσποινα Ἀθηνᾶ περιφανῶς ἐρρύσαντό με. καὶ ἓξ μῆνας μέν τινας θαυμαστῶς ὡς τὸ μετὰ τοῦτο διήγαγον· ἔπειτα ἡ ξηρότης πολλὴ ξυνέβη καὶ ἕτερα ἠνώχλησεν· ἃ πάντα ὁ θεὸς καθίστη τε καὶ σὺν αὐτῷ γε εἰρῆσθαι1 καθίστησι ταῖς ἐφημέροις διαίταις καὶ προρρήσεσι. τότε δʼ οὖν ὡς ἐπανῆλθον ἀπὸ τοῦ Αἰσήπου, εὐθὺς μὲν προσιόντος ἐγίγνοντο φῆμαι καὶ παιδίων καὶ ἄλλων ἀγαθαὶ καὶ παίζοντα ἐν αὐτοῖς ἐβόα, καλῶς κυρίῳ. καὶ ἡ τροφὸς εὐθὺς ἀνειστήκει καὶ ἀπήντα καὶ ἔρρωτο καὶ ἦν ἅπερ εἰκὸς ἐν τοῖς τοιούτοις. ἔπειτα κελεύει ὁ θεὸς ὡς δεῖ ἀντὶ τοῦ κατορυχθῆναι ἐπαμήσασθαι τῆς λευκῆς γῆς,2 τὸν ἐν παλαίστρᾳ δὴ τρόπον, βεβαιότητος οὕνεκα καὶ ὡς εἴη τρόπον τινὰ καὶ τοῦτο ἐκπεπληρωμένον· ἔτι δὲ λούσασθαι ψυχρῷ, τὸ δʼ ἦν ἄρα χιόνι λούσασθαι· οὕτω πάντα κατεῖχεν ἡ χιὼν, καὶ ἔδαφος καὶ δένδρα καὶ κρήνας. καὶ δῆλον δὴ ὅτι καὶ ταῦτα ὑπηκούομεν ἀσμένως. τοιαῦτα μὲν κατὰ τὴν πορείαν τὴν ἐπʼ Αἴσηπον καὶ τὴν ἐκεῖθεν αὖθις ἀναστροφήν. ἦν δὲ ἡγεμὼν τῆς Ἀσίας τότε ἀνὴρ καὶ μάλα τῶν γνωρίμων Σεβῆρος τῶν ἀπὸ τῆς ἄνωθεν Φρυγίας· περὶ ὃν θαυμαστὰ ἐπράχθη τῷ θεῷ, διαφέροντα ἐμοί· περὶ ὧν ἴσως ἐφεξῆς ἂν εἴη λέγειν. τὸ μὲν οὖν πρῶτον, ὥσπερ ἔφην, οὕτω παρέστη μοι διελθεῖν εὐθὺς τοὺς περὶ τοῦτο εὐεργεσίας. ἔπειτʼ ἔδοξεν ἀνελθεῖν ἐπὶ τοὺς ἄνω χρόνους καὶ τὰς ἄλλας προδιηγήσασθαι παρὰ τοῦ θεοῦ τιμὰς εἰς τὸ δυνατόν· πρῶτον μὲν τὰς εἰς τοὺς λόγους γενομένας καὶ ὅσαι τοιαῦται, ἔπειτα τὰς ἐπὶ τῶν πράξεων τῶν κατὰ τὰς ἡγεμονίας. ἔπειθʼ ὅταν συμβαίνῃ κἀκ τῶν χρόνων, ὅρος τις κείσεται τοῦ προτέρου λόγου, πρὸς ὃν τὰ λοιπὰ συνάπτειν δεήσει. ἐνιαυτὸν μὲν γὰρ μάλιστα τὸν πρῶτον τῆς ἀσθενείας ἐξέλιπον τὴν περὶ τοὺς λόγους διατριβὴν, οἷα ἐν τοσούτοις τε καὶ τοιούτοις πράγμασι τοῦ σώματος, καὶ ἅμα ἀπηλγήκειν. καθημένῳ δέ μοι ἤδη ἐν Περγάμῳ κατὰ τὴν κλῆσίν τε καὶ ἱκετείαν γίγνεται παρὰ τοῦ θεοῦ πρόσταγμα καὶ παράκλησις, μὴ προλιπεῖν τοὺς λόγους. ὅ τι μὲν δὴ πρῶτον τῶν ὀνειράτων ἀφίκετο, ἢ πῶς ἕκαστον ἔχον τοῖς ἅπασιν, ἀμήχανον εἰπεῖν ὑπὸ πλήθους ἐτῶν. ἦν δʼ οὖν ἐκεῖνά τε τῶν παρακλητικῶν, σοὶ πρέπουσι λόγοι σὺν Σωκράτει καὶ Δημοσθένει καὶ Θουκυδίδῃ κατὰ πρώτας εὐθὺς γενόμενα. καὶ δὴ καὶ τῶν ὑπὲρ ἡμᾶς τοῖς χρόνοις ἐνδόξων ἐδείχθη τις, ὡς ἂν μάλιστα ἐκινήθην3 εἰπεῖν. καὶ τό γε σφόδρα πρῶτον ἀπάρξασθαί με ἐκέλευεν ἑαυτῷ προσελθόντα εἰς τὴν στοὰν τοῦ ἱεροῦ τὴν πρὸς τῷ θεάτρῳ τῶν αὐτοσχεδίων δὴ τούτων λόγων καὶ ἀγωνιστικῶν· καὶ συνέβη οὑτωσί. θεωρία τις ἦν ἐν τῇ πόλει πάνυ λαμπρὰ, ἢ ταύρων θήρα μοι δοκεῖν, ἤ τι τοιοῦτον. οἵ τε οὖν ἐκ τοῦ ἱεροῦ καταδεδραμήκεσαν πάντες ἥ τε πόλις περὶ ταῦτα εἶχε. καταλελείμμεθα δὲ ἐν τῷ ἱερῷ τῶν γνωριμωτέρων θεραπευτῶν δύο, ἐγώ τε καὶ Νικαεὺς, ἀνὴρ τῶν ἐστρατηγηκότων Ῥωμαίοις, Σηδᾶτος ὄνομα, τὸ δʼ ἀρχαῖον Θεόφιλος. καθήμεθα οὖν ἐν Ὑγιείας, οὗ ὁ Τελεσφόρος, καὶ διεπυνθανόμεθα ἀλλήλων ὥσπερ εἰώθειμεν εἴ τι καινότερον εἴη παρηγγελκὼς ὁ θεός· καὶ γάρ πως ἔστιν ἃ καὶ παραπλήσια ἐκάμνομεν. ἔφην οὖν ἐγὼ μὴ ἔχειν ὅ τι χρήσομαι, προστετάχθαι γάρ μοι ἴσα καὶ πέτεσθαι,4 μελέτην λόγων ἀναπνεῖν οὐ δυναμένῳ, καὶ ταύτην ἐνταυθοῖ· λέγων αὐτῷ τὴν στοὰν καὶ τὸ ὄναρ διηγοῦμαι. καὶ ὃς ἀκούσας, τί οὖν, ἔφη, ποιήσεις, καὶ πῶς ἔχεις; τί δʼ ἄλλο γε, ἔφην, ἢ ἅπερ δυνατὸν, ταῦτα ποιήσω, περιβαλλόμενος θοἰμάτιον, στὰς οὑτωσὶ, τὸ πρόβλημα ἀποσημήνας αὐτὸς πρὸς ἐμαυτὸν, καὶ μίκρʼ ἄττα ὑπαρξάμενος εἶτʼ ἀπαλλάξομαι, καὶ οὕτως ἀφωσίωταί μοι;5 μηδαμῶς, ἔφη, μὴ οὕτως. ἀλλʼ ἐμέ τʼ ἀκροατὴν ἔχεις τουτονὶ καὶ ἀγώνισαι πάσῃ προθυμίᾳ· δυνάμεως δὲ μελήσει τῷ θεῷ. τί οἶσθα εἰ καὶ εἰς πλέον φέρει τὸ ὄναρ; καὶ ἅμα διηγεῖταί μοι ἔργον τοῦ θεοῦ θαυμαστὸν, ὥς τινι κάμνοντι προστάξας οὕτω διαγωνίσασθαι συμβάντος ἱδρῶτος διʼ ἀγωνίαν λύσειε τὸ

評判と幸運の。そしてかなり後になって、あの疫病が起こり、それから救い主と女主人アテナが私を明白に救い出してくれた。そして私はその後の六ヶ月ほどを驚くほど元気に過ごした。しかしその後、ひどい乾燥が起こり、他の不調も私を悩ませた。これらすべてを神は、神の助けとともに言うならば、日々の養生法と予言によって回復させてくれたし、今も回復させてくださっている。さて当時、私がアイセポスから戻ったとき、近づいていくとすぐに、子供たちや他の人々から吉兆となる言葉がかけられ、その中で遊んでいる子供たちが叫んだ、「主人にとって万事良好だ!」と。そして乳母もすぐに立ち上がって出迎え、彼女は健康であり、そのような状況において当然予測される通りの様子であった。その後、神は命じた。生き埋めにされる代わりに、パライストラでのやり方のように、確実さのため、またこのことが(埋められることの象徴が)ある意味で果たされたことになるように、白い土を身に振りかけるべきだと。さらに冷たい水で入浴すること。そしてそれは、なんと雪で入浴することだったのだ。それほど雪が地面も木々も泉も、すべてを覆っていた。そして当然のことながら、私たちはこれらの命令にも喜んで従った。 アイセポスへの旅と、そこからの帰還における出来事は以上のようであった。当時、アジアの総督は、上フリュギア出身の、非常に高名な人物であるセウェルスであった。彼をめぐって、神によって私に関わる素晴らしいことが成し遂げられたが、それらについては、おそらく次に続けて語るのがよいだろう。そこでまず、私が言ったように、このことに関する恩恵をすぐに詳しく述べるのが私にはふさわしいと思われた。次に、もっと昔の時代に遡り、神から与えられた他の栄誉を、可能な限りあらかじめ詳しく述べるのがよいと思われた。第一に、言論に関してなされた恩恵や、それに類するすべてのもの、第二に、総督たちの任期中における活動においてなされた恩恵である。そして、時系列が合うときに、先の叙述の一定の限界が定められ、それに残りの部分を結びつける必要が生じるだろう。というのも、病気の最初の約一年間、私は身体のこれほど多くの、このような苦境の最中であったし、同時に絶望していたため、言論の営みをやめていたからである。しかし、召命と懇願に従って私がすでにペルガモンに留まっていたとき、神から指令が下ったのであるそして、言論を放棄してはならないという励ましが。夢のうちで最初に何が届いたか、あるいはそれぞれが全体としてどのような状態であったかを語ることは、多くの年月が経ったため不可能である。しかしとにかく、その励ましの夢の中でも最初に生じたのは次のようなものだった。「あなたには、ソクラテスやデモステネス、トゥキディデスに並ぶ言論がふさわしい」と。そしてさらに、私が語るよう最も強く鼓舞されるため、時代的に私たちより昔の、高名な人物の一人が示された。そしてまさに最初に、神は私に、神殿の劇場の隣にある回廊に行き、まさにこれらの即興的かつ競技的な言論の初穂を神自身に捧げるようにと命じた。そしてそれは次のようにして起こった。市内で非常に華やかな祭典が催されており、私の思うに、それは牛追いか何かそのようなものであった。そのため、神殿から人々は皆駆け下りていき、市全体がそのことで持ちきりであった。神殿には、比較的よく知られた参拝者のうち二人が残されていた。私と、ローマ人のもとで政務官を務めたことのあるニカイア出身の男で、名はセダトス、かつての名はテオフィロスという人物である。私たちは、テレスポロスの像があるヒュギエイアの神殿に腰掛け、いつものようにお互いに、神が何か新しい指示を下されたかどうかを尋ね合っていた。というのも、私たちはいくつかの点で似たような病を患っていたからである。そこで私は、どうしてよいか分からないと言った。息を吸うことさえできない私が、弁論の練習を、しかもここでするようにと命じられたからであり、それは空を飛べと命じられるのも同然だからである。私は彼にその回廊のことを語り、夢を詳しく話した。すると彼はそれを聞いて言った、「それでは、あなたはどうするつもりですか、また体の調子はどうですか?」「可能なこと以外に何ができましょう」と私は言った。「外套を羽織り、このように立って、自分で自分に課題を提示し、少しだけ語り始めてから立ち去ることにします。そうすれば、私の義務は果たされたことになるでしょう。」「そんなことは絶対にしないでください、そんな風にしては」と彼は言った。「そうではなく、ここに私という聴衆がいるのですから、全力を尽くして競いなさい。能力については神が心に留めてくださるでしょう。その夢がもっと大きな意味を持っているかもしれないことを、あなたはどうして知れましょうか。」そして同時に、彼は私に神の驚くべき働きについて語った。ある病人にこのように挑むよう神が命じられ、その緊張のために汗が流れた結果、彼がその病を治されたという話である。

構文注5 件
  1. 323σὺν αὐτῷ γε εἰρῆσθαι

    神に対する敬虔と謙遜の念を表す挿入句。「神の許しを得て言わせてもらえば」の意。不定詞 εἰρῆσθαι の意味上の主語は一般の人々であり、神との良好な関係を損なわずに自分の好転を自負するために用いられている。

  2. 323ἀντὶ τοῦ κατορυχθῆναι ἐπαμήσασθαι τῆς λευκῆς γῆς

    ἀντὶ τοῦ κατορυχθῆναι(「埋められることの代わりに」)は属格不定詞の句。ἐπαμήσασθαι は命令を伝える間接話法における不定詞で、部分属格 τῆς λευκῆς γῆς を直接目的語に取っている。

  3. 324ὡς ἂν μάλιστα ἐκινήθην

    接続詞 ὡς に 粒子 ἄν と直説法過去(ἐκινήθην)が続くことで、過去における達成不可能な目的・潜在性(「(そうでなければ起きなかったほどに)私が最も強く動かされるように」)を示している。

  4. 324προστετάχθαι γάρ μοι ἴσα καὶ πέτεσθαι

    ἴσα καὶ は「〜と等しく」という副詞的表現で、不定詞 πέτεσθαι(「飛ぶこと」)とともに対格不定詞構文として、非人称受動の主動詞である不定詞 προστετάχθαι の主語を形成する。不可能なことを命じられている比喩。

  5. 324ἀφωσίωταί μοι

    動詞 ἀφοσιόω の完了受動態(3人称単数、非人称用法)。「私の義務が果たされた」という意味の慣用表現で、ここでは神の命令に対して形式的なアリバイ作りだけで済ませようとするアリステイデスの消極的な態度を表す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 2 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0284.tlg026.humanitext-grc2:323-324