Humanitext Reader

阿里斯·台德斯 · 圣书四 §321-322

前往波伊马内努斯的朝圣与净化康复

第 1 段,共 13 段 · 希腊语

内容简介

作者在病痛的第十年收到阿斯克勒庇俄斯的神示,经历艰难的旅程前往圣地波伊马内努斯。在按照神谕进行河边和在家的净化仪式后,他从长期的病痛中奇迹般地康复。

§321ἔτει δεκάτῳ περιήκοντι τῆς ἀσθενείας ἐπελθὸν φάσμα ἔλεγε τοιάδε, ἐγὼ τὴν αὐτὴν νόσον νοσήσας περιιόντι τῷ δεκάτῳ ἔτει, βουλομένου τοῦ Ἀσκληπιοῦ πορευθεὶς ἐπὶ τοὺς τόπους, ἐν οἷς ἡ νόσος ἤρξατο συλλέγεσθαι, ἀπηλλάγην.
在我的病痛步入第十个年头之际,一个显现的幻影对我说了这样的话:“我自己在第十个年头转回时也曾患过同样的病,但因着阿斯克勒庇俄斯的旨意,我前往这疾病开始积聚的地方,便得以痊愈。
τοιαῦτʼ ἦν τὰ λεχθέντα καὶ ἐδόκει γεγράφθαι·
”所说的话就是这些,而且仿佛是被写下来的一样。
διήγομεν δὴ καὶ τότε περὶ τὸ ἱερὸν τοῦ Διὸς τοῦ Ὀλυμπίου.
当时,我们正住在奥林匹亚宙斯神庙的附近。
χειμὼν δʼ ἦν ὀλίγον μετὰ τροπὰς, ὁ δʼ ἀὴρ ἤπιος.
正值冬日,冬至后不久,但空气却很温和。
χρησθέντων δὲ τούτων ἦν οἷον εἰκὸς χαρά τε καὶ ὁρμὴ θαυμαστὴ πρὸς τὴν ἔξοδον.
这些神谕降下之后,自然而然地,人们心中生出喜悦和对出发的奇妙渴望。
ἀπέχει δὲ ὁ Αἴσηπός τε καὶ τὰ ἐπʼ αὐτῷ θερμὰ ὕδατα δυοῖν ἡμερῶν ὁδὸν τοῦ περὶ τὸ ἱερὸν τόπου τούτου.
埃塞普斯河及其畔的温泉,距离这神庙周围的地区有两天的路程。
καί μοι τὸ σῶμα ἐκεῖ πρῶτον ὑπώλισθε, χειμῶνος ὥρᾳ ψυγὲν, ὑσθέντι λαμπρῶς ἐπὶ λουτροῖς πολλοῖς, ἑσπέρας ἤδη πρὸς τὸ χωρίον καὶ τὴν ἔπαυλιν ἀπελαύνοντι τὴν ἐμαυτοῦ πλησίον οὖσαν, ὥς γʼ οὑτωσὶ φάναι.
而我的身体最初就是在那里垮掉的:那是在冬天的季节,因在多次沐浴后淋了暴雨而受凉,当时正值黄昏,我正乘车返回我那就在附近的庄园和别墅,可以说是这样。
πρὸς μέντοι τὸν παρόντα καιρὸν καὶ ἀφʼ ὧν ἐπανῄειν καὶ πλείω ἦν τοῦ δέοντος καὶ τούτοις δὴ ἐπιγίγνεται ἡ εἰς Ἰταλίαν δυσχερὴς ἔξοδος ὀλίγαις ὕστερον ἡμέραις.
然而,相较于当时的情况以及我返回时的情形,那些事情实在是超出了承受的限度,而且在几天之后,又接踵而至了前往意大利的艰难旅程。
ταῦτα μὲν δὴ προεγεγόνει πρότερον ἔτει δεκάτῳ·
这些事情确实是在十年前就已经发生过的。
τότε δʼ ὡς εἰς θεωρίαν ἐστελλόμεθα ὑπʼ εὐθυμίας αἰθρίας τε οὔσης θαυμαστῆς καὶ τῆς ὁδοῦ δεχομένης.
但当时,由于奇妙的喜悦和晴朗的天气,加之道路的迎候,我们如同去参加节日庆典般意气风发地出发。
ἔστι δὲ Ποιμανηνὸς χωρίον τῆς Μυσίας καὶ ἐν αὐτῷ ἱερὸν Ἀσκληπιοῦ ἅγιόν τε καὶ ὀνομαστὸν, ἐνταῦθα ἐτελέσαμεν σταδίους ἑξήκοντα μάλιστα καὶ ἑκατόν·
密西亚有一个叫作波伊马内努斯的地方,那里有一座神圣且著名的阿斯克勒庇俄斯神庙。
καὶ τούτων τοὺς ἑξήκοντα σχεδὸν νυκτὸς, ἅτε καὶ προηκούσης τῆς ἡμέρας κινηθέντες, καί τινι καὶ πηλῷ περὶ τοῦτον ἤδη τὸν τόπον ἐνετύχομεν ἐξ ὄμβρων προτέρων οὐ ῥᾳδίῳ διεξελθεῖν·
我们前往那里,走了大约一百六十斯塔迪翁;其中大约六十斯塔迪翁是在夜间走的,因为出发时天色已晚,而且在这个地方的周围,我们还遇到了因先前的降雨而难以通过的泥泞。
ἡ δὲ πορεία ἐγίγνετο ὑπὸ λαμπάδων.
整个行程是在火把的照耀下进行的。
ἐνταῦθα δὴ παντελῶς οἱονεὶ καθιερώμην τε καὶ εἰχόμην, καί μοι πολλὰ μὲν εἰς §322αὐτὸν τὸν σωτῆρα ἐποιήθη μέλη, ὡς ἔτυχον καθήμενος ἐπὶ τοῦ ζεύγους· πολλὰ δὲ εἴς τε τὸν Αἴσηπον καὶ Νύμφας καὶ τὴν Θερμαίαν Ἄρτεμιν, ἣ τὰς πηγὰς τὰς θερμὰς ἔχει, δοῦναι λύσιν ἁπάντων ἤδη τῶν δυσχερῶν, καὶ καταστῆσαι πάλιν εἰς τὸ ἐξ ἀρχῆς.
在那里,我简直完全像被奉献了一样,并被神灵附体,我写了许多…… 献给救主本人的诗歌,当时我正坐在马车上;还有许多献给埃塞普斯河、宁芙女神以及主宰温泉的特尔迈亚·阿耳忒弥斯的诗歌,祈求她们最终能解脱我所有的困苦,并使我恢复到最初的状态。
ὡς δὲ ἐγενόμην ἐν τῷ Ποιμανηνῷ, χρηματίζει τε ὁ θεὸς καὶ ἐπίσχει τινὰς ἡμέρας· καὶ καθαίρει τὴν ἄνω, καὶ σχεδὸν οὐκ εἰσάπαξ.
当我到达波伊马内努斯时,神降下神谕并让我停留了几天;他清理了我的上消化道,而且不止一次。
καὶ γίγνεται ὄναρ ἀνθρώπῳ γεωργῷ, ὃς ἐμὲ οὐκ ᾔδει πω, πλὴν ὅσον ἤκουεν· ἐδόκει τινὰ αὑτῷ λέγειν ὅτι Ἀριστείδης ἐχίδνης κεφαλὴν ἐξεμημεκὼς εἴη.
此外,一个农夫做了一个梦,他以前并不认识我,只是听闻过我的名声;他梦见有人对自己说,阿里斯泰德吐出了蝰蛇的头。
ταύτην δὲ ἰδὼν τὴν ὄψιν φράζει τῶν ἐμῶν τινὶ, ὁ δʼ ἐμοί.
他看到了这个异象后,便告诉了我的一位熟人,那人又告诉了我。
καὶ τοῦτο μὲν δὴ τοιοῦτον.
这件事情就是这样的。
ὡς δʼ ἀπέπεμπεν ἐπὶ τὸν Αἴσηπον, λουτρῶν μὲν ἐκείνων αὐτόθεν προσέταξεν ἀπέχεσθαι, τὴν δʼ ἄλλην δίαιταν ἔφραζεν ἐφʼ ἡμέρᾳ.
当神打发我前往埃塞普斯河时,他吩咐我不要洗那里的温泉,而是按日指示其余的饮食起居。
κἀνταῦθα δὴ καθαρμοί τε ἐγίγνοντο ἐπὶ τοῦ ποταμοῦ ὑπὸ σπονδῶν καὶ καθάρσεις οἴκοι διʼ ἐμέτου.
在那里,人们在河边举行奠酒的洁净仪式,并在家中通过呕吐进行净化。
καὶ τριῶν ἢ τεττάρων ἡμερῶν διαγενομένων γίγνεται φωνὴ διʼ ὀνείρατος, ὅτι πέρας τε ἔχοι καὶ ἐπανήκειν δεῖ.
过了三四天,梦中传来声音,说已经到了尽头,应当返回。
ἦν οὖν οὐ μόνον τελετῇ τινι ἐοικὸς, οὕτω θείων τε καὶ παραδόξων τῶν δρωμένων ὄντων, ἀλλὰ καὶ συνέπιπτέ τι θαυμαστὸν ἀηθείᾳ, ἅμα μὲν γὰρ ἦν εὐθυμεῖσθαι, χαίρειν, ἐν εὐκόλοις εἶναι καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος, ἅμα θʼ οἷον ἀπιστεῖν εἴ ποτε ταύτην ἰδεῖν ἐξέσται τὴν ἡμέραν, ἐν ᾗ τις ἐλεύθερον αὑτὸν τῶν τοσούτων πραγμάτων ὄψεται, πρὸς δὲ καὶ δεδιέναι μή πού τι τῶν εἰωθότων αὖθις συμβὰν λυμήνηται ταῖς περὶ τῶν ὅλων ἐλπίσι.
因此,这不仅像某种入会仪式(秘仪),因为所做的事情是如此神圣而超乎寻常,而且由于其新奇,还伴随着一种奇妙的体验:因为一方面,人感到振作、喜悦,身心舒畅;另一方面,又仿佛不敢相信是否能有看到这一天的一刻,在这一天里,人能看到自己从如此多的烦恼中解脱出来;此外,还害怕万一往常的某事再次发生,会毁掉对一切的希望。
κατεσκεύαστο μὲν οὕτω τὰ τῆς γνώμης καὶ μετὰ τοιαύτης ἡδονῆς ἅμα καὶ ἀγωνίας ἡ ἀναχώρησις ἐγίγνετο·
我的心境便是如此,伴随着这种既快乐又焦虑的心情,我们踏上了归途。
θεῶν δὲ οὕτω διδόντων ἐγένετο ἀπὸ τούτων ἤδη τῶν χρόνων μεταβολὴ περὶ πᾶν τὸ σῶμα καὶ τὴν δίαιταν σαφὴς, καὶ τόν τε ἀέρα ὑπῆρξε μᾶλλον φέρειν καὶ ὁδοιπορεῖν ἐπιεικῶς οὐδὲν ἔλαττον τῶν πρὸς ὑπερβολὴν ἐρρωμένων.
但因着众神的赐予,从那时起,我的整个身体和生活方式发生了显而易见的改变,我能够更好地适应空气,并且能相当不错地旅行,丝毫不亚于那些极度强壮的人。
καὶ τῶν σκεπασμάτων τὰ περιττὰ ἀφῃρέθη, οἵ τε ἀνώνυμοι κατάρροι καὶ σφάκελοι περὶ τὰς φλέβας καὶ τὰ νεῦρα ἀπεπαύσαντο.
多余的覆盖物被除去了,那些无名的感冒以及血管和神经周围的炎症也停止了。
τροφὴ δέ πως ἤδη διῳκεῖτο καὶ ἀγῶνας ἐντελεῖς ἠγωνιζόμεθα οἴκοι τε κἀν τοῖς δημοσίοις.
如今食物在某种程度上得到了调理,我们在家中和公共场合都参与了完整的竞技活动。
καὶ δὴ καὶ πόλεις εἰσήλθομεν ἡγουμένου τοῦ θεοῦ μετὰ τῆς ἀγαθῆς
事实上,我们在神的指引下,伴随着好运进入了各个城市。

词汇与语法注释

  1. 321ἔτει δεκάτῳ περιήκοντι τῆς ἀσθενείας — 现在分词 `περιήκοντι`(`περιέρχομαι` 的与格现在分词)与 `ἔτει` 一致,意为“循环”、“转回”。`τῆς ἀσθενείας` 是表示时间起点的属格,意为“在我的疾病步入第十个年头之际”。
  2. 321ὑσθέντι λαμπρῶς ἐπὶ λουτροῖς πολλοῖς — 被动无定过去时分词 `ὑσθέντι`(来自 `ὕω`,“使下雨”)为与格,修饰前句中的与格代词 `μοι`(利害关系与格),意为“(在多次沐浴之后)被暴雨淋透的我”。介词 `ἐπὶ` 配合与格 `λουτροῖς πολλοῖς` 表示在某事之后发生的伴随情况(“在多次沐浴之后”)。
  3. 322δοῦναι λύσιν ... καὶ καταστῆσαι — 不定式 `δοῦναι` 和 `καταστῆσαι` 表示向神明祈求的具体内容(表示祈愿的目的或结果的不定式),意为“(祈求)赐予解脱……并使之恢复到最初状态”。
  4. 322ἅμα μὲν γὰρ ἦν εὐθυμεῖσθαι... ἅμα θ' οἷον ἀπιστεῖν — 通过并列关联词 `ἅμα μὲν... ἅμα δὲ (θ')`(“一方面同时……,另一方面同时……”)将两种截然不同的心理状态并列,这些不定式(`εὐθυμεῖσθαι`、`ἀπιστεῖν` 等)均受无人称动词 `ἦν`(或承接前文的 `συνέπιπτε`)所支配。

引用这一段

阿里斯·台德斯, 圣书四 §321-322. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg026.humanitext-grc2:321-322

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。