§325νόσημα πᾶν.
了整个疾病。
ἐδόκει χρῆναι οὕτω ποιεῖν.
看来应该这样做。
καὶ λαλούντων ἡμῶν καὶ βουλευομένων ἐπεισέρχεται Βίβλος ἐκ τρίτων, θεραπευτὴς τῶν παλαιῶν καί τινα τρόπον πρόθυμος περὶ λόγους.
正当外们交谈和商议时,毕布罗斯作为第三者进来了,他是一位古老的信徒,在某种程度上对言论非常热心。
οὗτος καὶ τὸ πρόβλημα ἦν ὁ προβαλών· καὶ ἦν γε τὸ πρόβλημα τοιόνδε· μέμνημαι γὰρ, ἅτε καὶ πρῶτον λαβών· Ἀλεξάνδρου, φησὶν, ἐν Ἰνδοῖς ὄντος συμβουλεύει Δημοσθένης ἐπιθέσθαι τοῖς πράγμασιν.
他也是那个提出题目的人;而那个题目是这样的(因为我是第一次拿到,所以还记得):“当亚历山大在印度时,”他说,“德摩斯梯尼建议对事态发起攻击。
εὐθὺς μὲν οὖν ἐδεξάμην τὴν φήμην τὸν Δημοσθένη τε αὖθις λέγοντα καὶ τοὺς λόγους ὄντας περὶ τῆς ἡγεμονίας.
”因此,我立刻接受了这个预兆,既包括德摩斯梯尼再次开口说话,也包括那些关于霸权的言论。
καὶ μικρὸν ἐπισχὼν ἠγωνιζόμην, καὶ τά τε δὴ τῆς ἄλλης δυνάμεως ἦν οἷα θεοῦ παρασκευάζοντος, καὶ ἔδοξεν ὁ τοῦ ἐνιαυτοῦ χρόνος οὐ σιωπῆς, ἀλλʼ ἀσκήσεως εἶναι.
稍微停顿了一下,我便开始竞技演说,至于其他能力,仿佛是神在为我预备,那一年的时间似乎不是用于沉默,而是用于修练。
ἀρχὴ μὲν οὖν αὕτη τῆς μελέτης τῶν λόγων ἡμῖν ἐγένετο, καὶ οὕτως ἐπανήλθομεν.
因此,这就是我们言论修练的开始,我们也是这样回归的。
ἐγίγνετο δὲ καὶ ἄλλα πολλὰ εἰς ταυτὸν φέροντα, καὶ τὸ δὴ μάλιστα ἐπιρρῶσαν τοιόνδε ἦν.
此外,还发生了许多其他指向相同结果的事情,而最让我受到鼓舞的是以下这件事。
Ῥώσανδρος ἦν τῶν φιλοσοφούντων καὶ ἄλλως περὶ τὴν τοῦ θεοῦ θεραπείαν ἐπιμελής· οὗτος ἐδόκει μοι παρʼ ἀνδρὸς φιλοσόφου τῶν ἐπιφανῶν ἀρτίως διηγγελμένου παρὼν ἑστάναι πρόσθεν τῆς κλίνης, οἷον ἔνθεός τε καὶ σφόδρα ἐσπουδακώς· ἔπειτα λέγειν περὶ τῶν λόγων τῶν ἐμῶν εἰς ὅσον προβεβηκότες εἶεν, μνησθῆναι μὲν δὴ Πλάτωνος καὶ Δημοσθένους, ἐφʼ οἷσπερ ἐμνήσθη ἑκατέρου· ἀκροτελεύτιον δʼ ἐπιθεῖναι, παρῆλθες ἡμῖν τῷ ἀξιώματι τὸν Δημοσθένη, ὡς μηδʼ αὐτοῖς ἄρα τοῖς φιλοσόφοις εἶναι ὑπερφρονῆσαι.
有一位叫作罗桑德鲁斯的人,他是致力于哲学的人之一,在其他方面也对侍奉神十分用心;在梦中,他似乎刚从一位著名的哲学家那里带来口信,站在我的床前,仿佛神魂附体且十分热切;接着谈起我的言论已经进步到了何种程度,并提到了柏拉图和德摩斯梯尼,以及他提及他们各自的理由;最后他补充道:“你在威严上已经超越了德摩斯梯尼,以至于连哲学家们自己也无法小看你。
τοῦτο τὸ ῥῆμα πᾶσαν ἐμοὶ τὴν ὕστερον φιλοτιμίαν ἐξῆψε, τοῦτʼ ἐποίησε πᾶν ὅ τι ποιοίην περὶ λόγους ἔλαττον εἶναι τοῦ δέοντος νομίζειν.
”这句话点燃了我此后的全部抱负,使我感到自己在言论方面所做的一切都未达到应有的水平。
καὶ μέντοι καὶ ὕπαρ αὐτὸς ἐπεσφραγίσατο ὁ θεός.
甚至在醒着的时候,神自己也证实了这一点。
μετὰ γὰρ τὴν νύκτα ἐκείνην, ἣ τὸν ὄρθρον ἦγεν, εὐθὺς μελέτην ἐποιούμην, κατʼ ἀρχὰς ἔτι τῶν χρόνων ὥσπερ λέγω· καὶ οἱ παρόντες οὐδέν πω τοῦ ὀνείρατος προπεπυσμένοι, τῶν δὲ λόγων ἀκροώμενοι τότε πρῶτον, μάλιστα δὴ τοῦτο ἐπεσημήναντο τὸ ἀξίωμα.
因为在那迎来黎明的夜晚之后,我立刻进行了练习,正如我所说,这还在那个时期的初期;而那些在场的人,事先对这个梦一无所知,当时又是第一次聆听我的演讲,却特别指出了这种威严。
καὶ τοῦτο πλεῖστον ἦν αὐτοῖς τοῦ θορύβου.
这也是他们发出最大赞叹的原因。
χρόνῳ δʼ ὕστερον εἰς τὸν Ῥώσανδρον φέρον τοιόνδε μοι γίγνεται.
一段时间后,又发生了一件与罗桑德鲁斯有关的事。
ἐδόκουν ἐν Διὸς Ὀλυμπίου χωρίῳ κατὰ δή τινα διατριβὴν ἤτοι πρὸς ἐμαυτὸν διανοηθῆναι §326ἤ τινα δεικνύναι μοι καὶ φράζειν ὡς ὁ Ῥώσανδρος δύναται δηλοῦν τὸν θεὸν, καὶ τὴν ἀπόδειξιν αὐτοῦ ποιεῖσθαι διὰ γραμμῆς τινος ὥσπερ οἱ γεωμέτραι, γράψαντα δύʼ ἑξῆς ὀνόματα ἐπὶ τῆς γῆς ἐξ ἴσου, τὸ μὲν Ῥώσανδρος, τὸ δὲ ἕτερον Θεόδοτος· καί πως τοῦτο Θεοδώτης ἦν ἐν τῇ γραφῇ.
我似乎在奥林匹亚宙斯神庙的圣地里,正当停留期间,要么是自己独自思考,要么是有人向我展示并说明,罗桑德鲁斯这个名字可以代表神,并像几何学家一样用一条线来做论证,在地上连续写下两个等长的名字,一个是罗桑德鲁斯,另一个是特奥多托斯;而在书写中,这不知怎的写成了特奥多特斯。
σαφὲς δʼ εἶναι τοῦτό γε, ὡς ἄρα ὁ Θεόδοτος ὁ ἰατρὸς τὸν θεὸν δηλοῖ, ταυτὸν οὖν δύνασθαι καὶ τὸν Ῥώσανδρον, ἐπείπερ ἴσον γε Ῥώσανδρος καὶ Θεόδοτος.
显而易见的是,医生特奥多托斯代表着神,因此罗桑德鲁斯也可以具有同样的意思,因为罗桑德鲁斯和特奥多托斯是等值的。
τοσαῦτα μὲν περὶ τοῦ ὀνόματος ἐδήλωσε τοῦ Ῥωσάνδρου.
关于罗桑德鲁斯的名字,神就示明了这么多。
συνέβαινε δέ μοι λαμβάνοντι μὲν τὰ προβλήματα καὶ καθισταμένῳ πρὸς τὸν ἀγῶνα ἀπορεῖσθαι καὶ μόλις ἀναφέρειν, ἐπιλείποντος τοῦ πνεύματος, προϊόντι δὲ τῶν προοιμίων ῥᾷον ἴσχειν ἤδη καὶ ἀναπνεῖν οἵῳ τε εἶναι, καὶ προϊόντος ἀεὶ τοῦ λόγου δυνάμεως ἐμπίπλασθαι μετὰ κουφότητος, καὶ συνείρειν οὕτως ὥσθʼ ἕπεσθαι μόλις τοὺς ἀκροωμένους.
当时对我来说,每当拿到题目并准备开始竞技时,我都会感到不知所措,且由于气力不足而几乎无法呼吸;但随着我讲完序言继续往下,就变得容易了,并且能够呼吸;随着演讲的进行,我总是感到身上充满了力量,身体变得轻盈,滔滔不绝地讲下去,以至于听众们几乎跟不上。
καὶ ἦν δὴ τὸ θέαμα κρεῖττον ἢ τὸ ἀκρόαμα γνώμην γʼ ἐμήν.
在我看来,那场景甚至比听到的内容还要精彩。
ἐγένετο δὲ καὶ ἄλλοις ὀνείρατα ὑπὲρ ἐμοῦ φέροντα εἰς ταυτόν.
其他人也做到了关于我的相同方向的梦。
τοῦτο μὲν Εὐάρεστος Κρὴς, τῶν ἐν φιλοσοφίᾳ διατριβόντων ἐλθὼν ἀπὸ Αἰγύπτου καθʼ ἱστορίαν τῶν περὶ τὸν θεὸν, γνώριμος καὶ συνήθης ἐμοὶ γεγονὼς ἐπὶ τῆς ἐν Αἰγύπτῳ διατριβῆς, ἔφη προστάξαι τὸν θεὸν αὑτῷ προτρέπειν ἐμὲ πρὸς τοὺς λόγους, ὡς παντὸς μᾶλλον ἐμοὶ προσήκοντος· τοῦτο δὲ Ἑρμοκράτει Ῥοδίῳ ποιητῇ μελῶν ὄναρ γίγνεται, ὡς αὐτὸς ἔφη πρὸς ἐμὲ ὁ Ἑρμοκράτης. ἐξελελοίπειν δʼ, οἶμαι, μίαν ἢ δευτέραν τινὰ ἡμέραν, ἔπειτʼ Ἀριστείδης ἀγανακτήσει καὶ φήσει τὸν στόμαχον ἀλγεῖν, οὐκ ἐθέλων λέγειν.
一方面,克里特人尤阿雷斯托斯,一位致力于哲学的人,为了探寻关于神的事情而从埃及来,在我在埃及停留期间与我相识并熟络,他说神命令他劝勉我从事言论,因为这比任何事情都更适合我;另一方面,罗得岛的抒情诗人赫尔莫克拉特斯也做了一个梦,正如赫尔莫克拉特斯自己对我所说的那样:“我想,我可能耽搁了一天或两天,接着阿里斯泰德就会生气,并会说胃疼,不想说话。
οὕτω μὲν ἁπανταχόθεν εἰς συνέχειαν κατέστη τὸ πρᾶγμα.
”就这样,事情从各个方面走向了连续性。
συνεκρότει δὲ καὶ προὐβίβαζε πολλαχῆ τὴν δύναμιν.
神也在许多方面巩固并提升了我的力量。
τῶν τε γὰρ παλαιῶν ἀνδρῶν ἐν οἷς χρὴ διατρίβειν ἔφρασε, καὶ ποιητῶν λέγω καὶ τῶν ἄλλων, καί τινων καὶ καιρὸν ἔταξε τῆς χρήσεως· καί μοι πάντες οὗτοι μετʼ ἐκείνην τὴν ἡμέραν ἑταῖροι σχεδὸν ἐφάνησαν, τοῦ θεοῦ προξενήσαντος.
因为他指出了我应当研习的古人,我指的是诗人们及其他人,并为其中一些人规定了使用的时间;在那一天之后,在神的引荐下,所有这些人对我来说几乎都成了朋友。