Humanitext Reader

阿里斯·台德斯 · 圣书二 §306-307

险阻的航程与阿斯克勒庇俄斯的泥疗神谕

第 9 段,共 10 段 · 希腊语

内容简介

阿里斯蒂德斯叙述了他在风暴中穿行各个海峡、最终抵达士麦那和帕加马的艰难航程。随后,他回顾了自己在阿斯克勒庇俄斯神殿中根据梦境启示进行圣泉沐浴与泥敷治疗的奇迹经历,并反思了自己因听信同伴的错误建议而错失痊愈良机的前因后果。

§306τῆς Σικελίας προσηνέχθημεν.
我们被带到了西西里。
ἔπειτα ἐν πορθμῷ πλάναι καὶ δρόμοι, τὰ μὲν εἰς τὸ πρόσθεν, τὰ δὲ εἰς τοὐπίσω.
随后是在海峡中的彷徨与奔驰,时而向前,时而向后。
τοῦ δὲ Ἀδρίου τὸ μὲν πέλαγος δυοῖν νυξὶ καὶ ἡμέρᾳ διήλθομεν, ἀψοφητὶ παραπέμποντος τοῦ ῥεύματος.
至于亚得里亚海,我们在两夜一天中通过了它,因为海流无声地护送着我们。
ὡς δʼ ἔδει πρὸς τὴν Κεφαλληνίαν προσχεῖν, αὖθις αὖ κῦμα ὑψηλὸν, καὶ τὸ πνεῦμα οὐκ ἔφερεν, ἀλλʼ ἐπλανώμεθα ἄνω καὶ κάτω, κάματος παντοδαπὸς τοῦ σώματος καὶ λύσις.
然而,当需要向凯法利尼亚靠岸时,再次升起了滔天巨浪,风也无法带行我们,我们只能忽上忽下地漂泊,身体承受着各种疲惫与虚脱。
τὰ δʼ ἐν τῷ πορθμῷ τῷ Ἀχαϊκῷ πάλιν συμβάντα ὑπʼ αὐτὴν ἰσημερίαν ἀράντων τῶν χρηστῶν ναυτῶν ἐκ Πατρῶν ἄκοντος ἐμοῦ καὶ ἀντιλέγοντος ἐξ ἀρχῆς οὐδʼ ἂν λέγων εἴποις, ἐν οἷς ἅπασι τό τε στῆθος καὶ τἄλλα ἔτι μειζόνως ἐκακοῦτο.
至于在阿开亚海峡中再次发生的事——那是在分分时分,那些“善良的”船员们不顾我的意愿,且在我从一开始就反对的情况下,依然从帕特雷启航——这真是一言难尽;在所有这些遭遇中,我的胸部和其他部位受到了更严重的损害。
παραπλήσια δὲ καὶ τὰ ἐν τῷ Αἰγαίῳ, μοχθηρία κυβερνήτου καὶ ναυτῶν γενόμενα ἐναντία τοῖς πνεύμασι πλεῖν ἀξιούντων καὶ μηδὲν ἀκούειν ἐθελόντων ἐμοῦ.
爱琴海中的遭遇也极为相似,这源于舵手和船员们的恶劣,他们执意要迎着风航行,根本不愿听取我的意见。
τέτταρες πάλιν αὗται πρὸς ταῖς δέκα ἡμέραι καὶ νύκτες, χειμῶνος κύκλῳ διὰ παντὸς τοῦ πελάγους φερομένων, κἀν ταύταις ἀσιτίαι οὐκ ὀλίγαι, καὶ μόλις Μιλήτῳ προσηνέχθημεν.
这又是十四个日日夜夜,我们在风暴中被吹得在整个海域打转,在此期间还有多次断食,我们好不容易才抵达米利都。
καὶ οὔτε ἵστασθαι δυνατὸς ἦν τά τε ὦτα ἐξεκεκώφητο, ἠνώχλει τε οὐδὲν ὅ τι οὔ.
我既无法站立,耳朵也完全聋了,没有一样东西不在折磨着我。
καὶ κατὰ μικρὸν προσιόντες οὕτω γιγνόμεθα ἐν τῇ Σμύρνῃ, πέρα πάσης ἐλπίδος.
我们如此一点一点地前行,终于超乎一切希望地抵达了士麦那。
καὶ χειμὼν ἤδη ἦν καὶ τὰ τῆς ὑπερώας παντάπασι δυσχερῶς εἶχε καὶ τἄλλα ὡσαύτως.
此时已是冬季,上层房间的状况极其糟糕,其他事情也是如此。
καὶ συνῆλθον οἵ τε ἰατροὶ καὶ γυμνασταὶ, καὶ οὔτε βοηθεῖν εἶχον οὔτε ἐγνώριζον τὴν ποικιλίαν τῆς νόσου.
医生和健体教练们聚集在一起,他们既无从施救,也不了解这疾病的错综复杂。
τοσοῦτον δʼ οὖν συνέδοξεν, εἰς τὰς πηγὰς τὰς θερμὰς κομίσαι, ἐπειδὴ καὶ τὸν ἐν τῇ πόλει ἀέρα φέρειν οὐχ οἷός τε ἦν.
无论如何,他们达成了这样一个共识:将我送到温泉去,因为我连城里的空气也无法忍受。
καὶ τὰ ἐπὶ τούτοις δὴ μικρῷ πρόσθεν διηγούμην.
而接下来的这些经历,我刚才也已经叙述过了。
ἐκ τοιούτων καὶ τοσούτων ὡς βραχέως τε καὶ ἀμυδρῶς εἰπεῖν ἡ νόσος ἠσκήθη καὶ συνεσκευάσθη, κατὰ προσθήκην χρόνου προϊοῦσα ἀεί.
简短且粗略地来说,正是通过如此之多、如此这般的事情,疾病得到了磨砺和积聚,随着时间的推移不断恶化。
καὶ παρελθόντος ἐνιαυτοῦ καὶ μηνῶν ἐπὶ τὴν ἐν Περγάμῳ καθέδραν ἤλθομεν.
过了一年零几个月之后,我们来到了帕加马的居所。
§307νῦν δὲ ὅθεν ἐξέβημεν τρεπώμεθα πρὸς τὰ λουτρὰ τὰ θεῖα· ὀδύναι δὲ καὶ νόσοι καὶ κίνδυνοι πάντες ἐρρόντων.
现在,让我们回到先前偏离话题的地方,转向那神圣的沐浴;愿所有的痛苦、疾病和危险都通通滚蛋!
ἐγκατεκεκλίμην μεταξὺ τῶν τε θυρῶν καὶ τῶν κιγκλίδων τοῦ νεὼ κατὰ δή τινα ὀνείρατος ὄψιν· καί μοι χρῇ ὁ θεὸς τὸ ἔπος τόδε "ἑσπέριοι δʼ ἤκμαζον ἐπὶ κρήναις χλοεραῖσιν.
按照梦中的某种启示,我躺卧在神殿的大门与格子栅栏之间;神向我宣示了这句诗:“黄昏之人,在葱郁的泉水旁正当盛时。
" ἔπειτα ἐχριόμην τε ἐν τῷ ὑπαίθρῳ ἐν τῷ περιβόλῳ τοῦ ἱεροῦ καὶ ἐλούμην τῷ φρέατι τῷ ἱερῷ, καὶ οὐδεὶς ἦν ὅστις οὐχ ὁρῶν ἠπίστει.
”随后,我在神殿院内的露天之处接受涂抹,并在神圣的井中沐浴,目睹这一切的人无一不感到信服。
καὶ μικροῦ πᾶσαν ἐξέβαλον τὴν νόσον, εἰ μὴ τοῦ θεοῦ σημεῖα φαίνοντος καὶ μεταβάλλοντος ἤδη τὴν δίαιταν αὐτὸς μὲν οὕτως εἶχον ὡς ταύτῃ ποιήσων, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων, οἳ σοφίας τε ἀντιποιούμενοι καί τινα ἔχειν περὶ ταῦτα δοκοῦντες δεινότητα ἀτοπώτερον τὰ ἐνύπνια ἐξηγοῦντο, φάσκοντες διʼ ὑπερβολῆς ἐνδείκνυσθαι τὸν θεὸν ὅτι χρὴ μένειν ἐπὶ τῶν αὐτῶν.
若非当时神显现迹象并已在改变我的养生法,而我自己也正打算照此行事,我几乎就要彻底摆脱这疾病了;然而,同伴们的馊主意占了上风——他们自诩聪明,似乎在这些事情上颇有能耐,却对梦境做出了极其荒谬的解释,声称神是在以一种极端的方式表明必须保持原有的养生法。
κἀγὼ συνεχώρησα ἄκων μὲν καὶ ὑφορώμενος καὶ νομίζων αὐτὸς ἄμεινον γιγνώσκειν, ὡς δʼ ἂν μὴ δοκοίην ἐμαυτῷ τις εἶναι μόνῳ πειθόμενος.
于是我妥协了,尽管我极不情愿且心存怀疑,并认为自己其实更明白,但这是为了不让自己显得是一个只听从自己的人。
παθὼν δʼ ἔγνων καλῶς ὡς ὀρθῶς ἐγίγνωσκον.
然而,在遭受痛苦之后,我才清楚地认识到自己的想法是多么正确。
ἀλλʼ ὅσα μὲν σύμβουλοι διήμαρτον χωρὶς ἔστω· καίτοι καὶ ταῦτα ἔοικε τῶν σφόδρα πρὸς τὸν θεὸν εἶναι.
不过,顾问们的失误就随它去吧;然而,甚至连这件事似乎也是极其符合神意的。
τὸ γὰρ τὴν αὐτὴν δίαιταν καὶ τὰ αὐτὰ πράγματα, ὁπότε μὲν ὁ θεὸς ἡγοῖτό τε καὶ διαρρήδην εἴποι, σωτηρίαν, ἰσχὺν, κουφότητα, ῥᾳστώνην, εὐθυμίαν, πάντα τὰ κάλλιστα καὶ τῷ σώματι καὶ τῇ ψυχῇ φέρειν, ἄλλου δέ του συμβουλεύσαντος καὶ μὴ στοχασαμένου τῆς γνώμης τοῦ θεοῦ πάντα τἀναντία τούτοις ἐπιφέρειν, πῶς οὐ μέγιστον σημεῖον τοῦ θεοῦ τῆς δυνάμεως;
因为,同样的一套养生法和同样的事情,当神进行引导并明确指示时,便会给身体和灵魂带来拯救、力量、轻松、舒适、愉悦以及一切最美好的事物;而当别人提出建议且未能契合神意时,却会带来与之完全相反的后果——这难道不是神之力量的最大明证吗?
φέρε δὴ πάλιν τῶν παρʼ αὐτοῦ μνημονεύσωμεν.
且让我们再次重温那些来自神启的事情。
ἦν ἰσημερία ἡ μετὰ χειμῶνα ὅτε πηλοῦνται τῷ θεῷ, ἐμοὶ δʼ οὐχ οἷόν τʼ ἦν, εἰ μή τι σημήνειε παρακινεῖν.
那是冬过之后的春分时节,人们为神而涂抹泥土,但除非神给出某种启示,否则我根本无法动弹。
ἀπώκνησα οὖν· ἡ δὲ ἡμέρα κατὰ μνήμην ἐμὴν καὶ πάνυ ἀλεεινὴ ἐγένετο.
因此我退缩了;而在我的记忆中,那一天变得非常温暖。
οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις χειμὼν ἐπιγίγνεται καὶ βορέας ἐώθει πάντα τὸν οὐρανὸν, καὶ νεφέλαι μέλαιναι ἠγείροντο συνεχεῖς, καὶ πάλιν ἐκ νέας χειμών.
但没过几天,风暴来袭,北风席卷了整个天空,黑云连续不断地聚集,再次回到了寒冬。
τοιούτων δʼ ὄντων προσέταξε χρήσασθαι τῷ πηλῷ πρὸς τῷ φρέατι τῷ ἱερῷ καὶ λούσασθαι αὐτόθεν.
在这样的情况下,神命令我在神圣的井旁使用泥土,并从那里汲水沐浴。
παρέσχον
我顺从了。

词汇与语法注释

  1. §306τῆς Σικελίας — 表示地理目的地(或接近对象)的属格,由被动语态动词 προσηνέχθημεν(意为“被带到、漂流至”)支配。
  2. §306ἀράντων — 动词 ἄρω(或 ἀείρω)的不定过去时主动分词,字面意为“提起(锚或帆)”引申为“启航”,与 τῶν χρηστῶν ναυτῶν 构成属格独立结构。
  3. §306οὐδʼ ἂν λέγων εἴποις — 由 2人称单数潜在祈愿式(εἴποις 连用 ἄν)配合分词 λέγων 构成的可能句,用以表达难以言表、难以说尽的强调状态。
  4. §307μικροῦ — 副词性用法(相当于 μικροῦ δεῖν),意为“几乎”、“差一点就”,用以修饰某种险些实现的状态,后由反事实条件从句(εἰ μή...)进行限定。
  5. §307ὡς δʼ ἂν μὴ δοκοίην — 由 ὡς ἄν 引导的带祈愿式(δοκοίην)目的从句,跟随过去时主句动词(συνεχώρησα),用以表示说话人主观上的意图或顾虑(“为了不让我显得……”)。
  6. §307τὸ γὰρ τὴν αὐτὴν δίαιταν... φέρειν — 整个冠词性不定式句(τὸ ... φέρειν)构成了一个主语性名词短语,作为句末反问句“这怎能不是最大的明证?”的主语。
  7. §307παρέσχον — 动词 παρέχω 的不定过去时主动式,在此作不及物或反身性用法(省略了反身代词 ἐμαυτόν),意为“我顺从了/将自己托付给(神的治疗)”。

引用这一段

阿里斯·台德斯, 圣书二 §306-307. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg024.humanitext-grc2:306-307

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。