Humanitext Reader

阿里斯·台德斯 · 圣书二 §308-309

严冬泥浴考验与前往以弗所途中的神迹

第 10 段,共 10 段 · 希腊语

内容简介

作者(阿里斯泰德)叙述了自己在严冬中顺从神之超自然命令的经历,如涂抹泥土、在冰冷的泉水中沐浴、赤脚行走以及在神殿内躺卧。他还描述了最近前往以弗所途中发生的降雨奇迹和冷水浴经历。

§308οὖν θέαν καὶ τότε, τοσαύτη δʼ ἦν τοῦ τε πηλοῦ καὶ τοῦ ἀέρος ἡ ψυχρότης ὥστε ἕρμαιον ἐποιησάμην προσδραμεῖν τῷ φρέατι, καί μοι τὸ ὕδωρ ἀντʼ ἄλλης ἀλέας ἤρκεσε.
因此我当时也展现了一番奇观,而那泥土与空气的寒冷是如此剧烈,以至于我把跑向井旁当作一件幸事,而那井水对我而言比任何其他保暖之物都更为管用。
καὶ ταῦτʼ ἐστὶ τὰ πρῶτα τοῦ θαύματος.
而这是奇迹的开端。
τῇ δʼ ἐπιούσῃ νυκτὶ προστάττει τῷ τε πηλῷ πάλιν κατὰ τὰ αὐτὰ χρήσασθαι καὶ δραμεῖν κύκλῳ περὶ τοὺς νεὼς εἰς τρίς· καὶ τοῦ βορέου τὸ χρῆμα ἀμύθητον ἦν καὶ ὁ κρυμὸς ἐπηύξητο, οὐχ οὕτως πυκνὴν εὗρες ἂν ἐσθῆτα ὥστε ἱκανὴν εἶναι στέγειν, ἀλλὰ διεξῄει καὶ προσέπιπτε ταῖς πλευραῖς ὥσπερ βέλος.
翌夜,神命令我再次以同样的方式使用泥土,并在神殿周围跑三圈;北风的猛烈令人无法言表,寒冷倍增,你找不到足够厚实能御寒的衣服,风反而穿透衣物,像箭一样射中身体的两侧。
τῶν οὖν ἑταίρων τινὲς ὡσπερεὶ παραμυθεῖσθαί με βουλόμενοι καὶ ταῦτα οὐδὲν δεόμενον ἔγνωσαν παρακινδυνεῦσαί τε καὶ μιμήσασθαι.
于是,有些同伴仿佛想要安慰我似的,而且是在完全没有必要的情况下,决定冒险并加以模仿。
ἐγὼ μὲν δὴ χρισάμενος περιέθεον παρέχων τῷ βορέᾳ ξαίνειν εὖ καὶ καλῶς, καὶ τελευτῶν προσελθὼν πρὸς τὸ φρέαρ ἀπελουσάμην· τῶν δὲ ὁ μέν τις εὐθὺς ἀπεστράφη, ὁ δὲ σπασμῷ τε εἴχετο καὶ κομισθεὶς ὑπὸ σπουδῆς εἰς βαλανεῖον μετὰ πολλῶν πραγμάτων ἐξεθερμαίνετο.
我涂上泥后四处奔跑,任由北风尽情且彻底地折磨我,最后走到井旁洗净了身体;而在他们之中,有人立刻退缩了,有人则抽搐不止,被急忙抬进浴室,经过好一番折腾才暖和过来。
ἡμεῖς δὲ ἤδη τὸ μετὰ τοῦτο ἠρινὴν ἤγομεν ἡμέραν·
而我们在此之后,已经过上了如春天般温暖的一天。
αὖθις δὲ χειμῶνος ὥρᾳ καὶ πάγου καὶ πνεύματος οἵου ψυχροτάτου κελεύει λαβόντα τοῦ πηλοῦ καὶ περιχεάμενον καθέζεσθαι εἰς τὴν αὐλὴν τοῦ ἱεροῦ, καλοῦντα Δία, θεὸν ὕπατον καὶ ἄριστον.
此后,在冬日、冰冻及极寒之风肆虐的季节,神又命令我取些泥土浇在身上,坐在神殿的院子里,呼唤至高至善之神宙斯。
ἐγίγνετο καὶ ταῦτα ἐν πολλοῖς τοῖς θεαταῖς.
这同样是在众多目击者面前进行的。
ὃ τοίνυν οὐδενὸς ἧττον ἐθαυμάσθη τῶν εἰρημένων, ὅτε γὰρ ἡ συνέχεια τῶν πυρετῶν ἦν ἡμέρας τετταράκοντα καὶ ἔτι πλείους, καί τινες καὶ τῶν λιμένων ἐπάγησαν καὶ τῆς πρὸς Ἐλαίᾳ θαλάττης ὅσον ἐκ Περγάμου κατιόντι ὁ αἰγιαλὸς ἐπέχει, τότε μοι προστάττει χιτωνίσκον ἐνδῦναι λινοῦν καὶ μηδʼ ὁτιοῦν ἄλλο, ἀλλʼ ἐν τούτῳ διακαρτερεῖν, καὶ προελθόντα ἐξ εὐνῆς ἀπονίψασθαι ἐπὶ τῆς κρήνης ἔξω.
而在已提及的所有事情中,最令人惊叹的莫过于:当时发热已持续了四十多天,甚至连一些港口都结了冰,从帕加马下去时海岸所及的埃莱阿附近的整个海面也都冻结了,就在那时,神命令我只穿一件亚麻短衣,此外别无他物,就穿着它坚持下去,并从床上起来,到外面的泉水旁洗脸净身。
ἦν δʼ ἔργον τυχεῖν ὕδατος, ἀλλὰ πάντα ἐπεπήγει, καὶ ὁ κρουνὸς εὐθὺς ἀπεψύχετο ἐν αὐτῷ, καὶ οἷον κρυστάλλου τις αὐλὸς ἦν, καὶ ὅ τι δὲ ἐγχέαις θερμὸν, παραχρῆμα ἐπήγνυτο.
然而,获取水却是一件难事,因为一切都冻结了,喷水口当即在内部冻住,仿佛成了一根冰管,无论你倒入什么热水,都立刻结冰。
ὅμως δὲ τῇ τε κρήνῃ ὡμιλήσαμεν καὶ ὁ λινοῦς ἤρκεσε, καὶ πάντες μᾶλλον ἐρίγων, καὶ ἡ δίαιτα σχεδὸν ἡ πλείστη περὶ τὸ ἱερὸν ἠνύσθη μοι.
尽管如此,我们还是前往了泉水旁,亚麻衣也足够御寒,而其他人反而更加颤抖;我的绝大部分养生生活都是在神殿周围完成的。
ἀδελφὰ δὲ τούτων καὶ αἱ τῶν χειμώνων ἀνυποδησίαι αἱ συνεχεῖς καὶ §309διὰ παντὸς τοῦ ἱεροῦ κατακλίσεις, ἐν ὑπαίθρῳ τε καὶ ὅπου τύχοι, καὶ οὐχ ἥκιστα δὴ ἡ ἐν τῇ ὁδῷ τοῦ νεὼ ὑπʼ αὐτὴν τὴν ἱερὰν λαμπάδα τῆς θεοῦ γενομένη.
与这些类似的,还有在冬日里持续地赤脚行走,以及在整个神殿区域内的躺卧——无论是在露天还是在随意的任何地方,尤其是那次在神殿通道上、紧挨着女神圣火之下的躺卧。
ἐφόρεσα δὲ καὶ ἱμάτιον χιτωνίσκου χωρὶς, οὐκ οἶδʼ ὁπόσας τινὰς ἡμέρας.
我还曾不穿短衣只披一件外衣,记不清有多少天了。
καὶ μὴν ὅσα αὖ ποταμοῖς, πηγαῖς, ἢ καὶ θαλάττῃ προσέταξε χρήσασθαι, ἢ πρότερον τούτων ἢ ὕστερον, τὰ μὲν πρὸς Ἐλαίᾳ, τὰ δὲ Σμύρνῃ, καὶ ἐν οἷστισι τοῖς καιροῖς ἕκαστα αὐτῶν, ἀμύθητα ἂν εἴη λέγειν.
此外,无论是在这些事之前还是之后,神命令我利用河流、泉水乃至海洋的所有事情——有些在埃莱阿,有些在士麦那——以及它们各自发生的具体时节,都是说不尽的。
ἀλλʼ ὅτʼ ἔναγχος εἰς τὴν Ἔφεσον ἀπέστειλε κατὰ τοὺς λόγους, ὕσθημεν καὶ παρὰ τὴν ὁδὸν πολλῷ, τῇ τρίτῃ τῶν ἡμερῶν, τὴν γὰρ δευτέραν αὐτὸς ἐπέσχε, καὶ συνέβη τὸ ὕδωρ εὐθὺς τότε γίγνεσθαι.
但是,最近神按照神谕将我派往以弗所时,我们在途中的第三天遭遇了大雨——因为在第二天神亲自克制了雨水,结果那时水便立刻降下了。
σχεδὸν δὲ οὐκ εἰς ἐκείνην ἔφερε μόνον τὰ φανθέντα, ἀλλὰ καὶ εἰς τὴν ἐπιοῦσαν, κἀγὼ προὔλεγον ταῦτα τοῖς σὺν ἐμαυτῷ.
而显现的征兆几乎不仅关乎那一天,也关乎接下来的那一天,我也向与我同行的人预言了这些事。
οἱ δὲ τὴν ἑτέραν ἔφερον τὴν τοῦ προϊέναι, ἄλλως τε καὶ τὴν σπουδὴν ὁρῶντες τῶν ἀνθρώπων ὡς εἶχον πρὸς ἡμᾶς.
但他们则支持另一个决定,即继续前行,尤其是看到人们对我们的热切态度。
εἰσὶ γὰρ οἱ βαδίζοντες εἰς Πέργαμον τῶν θεωριῶν ἕνεκα, καὶ ὡς εἶδον ἡμᾶς, ἀνέστρεψαν εἰς τὴν Ἔφεσον δρόμῳ.
因为有些正为了观礼而步行前往帕加马的人,一看到我们,便立刻转身跑回了以弗所。
καὶ ταῦτα μὲν οὕτως εἶχεν.
这些事情便是如此。
ὑσθέντος δέ μου καὶ ἀγωνιῶντος οὐ πολλαῖς ὕστερον ἡμέραις ἐπειδὴ ἐν τῇ Ἐφέσῳ ἐγενόμην, ἐπιτάττει ψυχρὸν λουτρὸν, καὶ ἐλουσάμην ἐν τῷ γυμνασίῳ τῷ πρὸς τῷ Κορεσσῷ.
而在我淋雨并备受折磨的不多几天后,当我抵达以弗所,神便命令进行冷水浴,于是我在靠近科雷索斯的体育馆里沐浴了。
οἱ δʼ ὁρῶντες οὐχ ἧττον τὸ λουτρὸν ἢ τοὺς λόγους ἐθαύμαζον· τὰ δʼ ἀμφότερʼ ἦν παρὰ τοῦ θεοῦ.
目睹此景的人们对这次沐浴的惊叹不亚于对我的言论的惊叹;而这两者都来自于神。

词汇与语法注释

  1. §308οὖν θέαν καὶ τότε — 此句以名词 θέαν(“奇观、景象”)开头,该词作为前一分块末尾动词 παρέσχον(“我提供、展现”)的直接宾语。因此,其意为“因此我当时也展现了一番奇观”。
  2. §308τοῦ βορέου τὸ χρῆμα — 名词 χρῆμα(“事物”)与属格连用时,常作迂回表达(periphrasis)或起强调作用,表示“……之惊人事物”或“……之猛烈”。此处意为“北风的异常猛烈”。
  3. §308παρέχων τῷ βορέᾳ ξαίνειν εὖ καὶ καλῶς — 分词 παρέχων(“提供、呈现”)在此处省略了反身代名词(意为“使我自己呈献”),后接与格 τῷ βορέᾳ 和不定词 ξαίνειν(“梳理、痛打、折磨”),意为“听任北风彻底地折磨我”。短语 εὖ καὶ καλῶς 在此带讽刺意味,表示“彻底地、毫不留情地”。
  4. §308ὃ τοίνυν οὐδενὸς ἧττον ἐθαυμάσθη τῶν εἰρημένων — 关系代名词 ὃ 置于句首,用来预先指代随后由 ὅτε 引导的整个句子内容(即神命令他在严冬中仅穿一件亚麻短衣在泉水中沐浴)。比较结构 οὐδενὸς ἧττον τῶν εἰρημένων(“不亚于已提及的任何事情”)强调了这一事件的惊人程度。
  5. §309οἱ δὲ τὴν ἑτέραν ἔφερον τὴν τοῦ προϊέναι — 在短语 τὴν ἑτέραν 中省略了如 γνώμην(“意见”)或 ὁδόν(“道路、路线”)之类的名词。动词 ἔφερον 在此处意为“支持”或“偏向”,并由带冠词的属格不定词 τὴν τοῦ προϊέναι(“关于前行的……”)进行具体修饰,意为“他们支持另一条路线,即前行的路线”。

引用这一段

阿里斯·台德斯, 圣书二 §308-309. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg024.humanitext-grc2:308-309

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。