Humanitext Reader

阿里斯·台德斯 · 圣书二 §304-305

冬日前往罗马的艰苦旅程与医治折磨

第 8 段,共 10 段 · 希腊语

内容简介

作者回首自己病情的严重程度,叙述了在严冬中前往罗马的艰难旅程、因病情恶化而在当地接受的恐怖医疗手段,以及随后在海路上面临的暴风雨考验。

§304δὲ νύκτες ἀνθʼ ἡμερῶν ἦσαν ἄγρυπνοι.
而黑夜则代替了白天,成了不眠之夜。
"τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;
“τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;” “凡人之中有谁能将那一切尽诉?
" οὐ γὰρ πεντάετες οὐδʼ ἑξάετες οὐκ ἀρκεῖ.
”因为哪怕是五年或六年也并不足够。
ἀλλʼ οὐκ ἐλαττόνων ἴσως ἐστὶ χρόνων ἡ διήγησις ἢ ἐν ὅσοις τὰ πράγματα ἐγίγνετο.
不,叙述这些经历所需的时间,恐怕不亚于这些事情实际发生的时间。
εἰ δὴ ταῦτά τις προσλογίσαιτο καὶ σκέψαιτο ἐφʼ ὅσων καὶ οἵων τῶν παθημάτων καὶ ὁποίας τῆς περὶ ταῦτα ἀνάγκης εἰς θάλατταν καὶ ποταμοὺς καὶ φρέατα ἐκόμιζε, καὶ τῷ χειμῶνι μάχεσθαι προσέταττε, φήσει πᾶν ὡς ἀληθῶς περαιτέρω θαυμάτων εἶναι, καὶ τοῦ τε θεοῦ τὴν δύναμιν καὶ τὴν πρόνοιαν μειζόνως ὄψεται, κἀμοὶ συνησθήσεται τῆς τιμῆς ἣν ἐτιμώμην, καὶ οὐκ ἂν τῆς ἀσθενείας μᾶλλον συνάχθοιτο.
如果有人考虑到这些,并审视在怎样且多大的痛苦中,又是在针对这些痛苦怎样的必然性下,神指引我前往海洋、河流和井口,并命令我与严冬抗争,他便会说这一切确实超越了奇迹,更会大加认清神的力量与远见,并会与我一同为我所受的荣耀而欣喜,而不再为我的虚弱而同感悲伤。
πόθεν οὖν συνεσκευάσθη τοσοῦτον πρᾶγμα ἴσως ἄν τις ἀκοῦσαι δεηθείη.
那么,这样一件大事究竟是如何酿成的,或许有人会想要听听。
τὸ δʼ ἐστὶ μὲν πέρα ἢ κατʼ Ἀλκίνου ἀπόλογον, πειράσομαι δέ πως ἐξ ἐπιδρομῆς εἰπεῖν.
这甚至超出了阿基诺乌斯的传奇故事,但我仍会设法简要地叙述一下。
ἐξῆλθον εἰς Ῥώμην χειμῶνος μεσοῦντος, κάμνων οἴκοθεν εὐθέως ἐξ ὑδάτων καὶ ψύξεως οὐδεμίαν τῶν παρόντων ὤραν ποιησάμενος, τῇ δʼ ἀσκήσει τοῦ σώματος πιστεύων καὶ τῇ περὶ πάντα ἀγαθῇ τύχῃ.
我在隆冬时节出发前往罗马,一离家便因潮湿和寒冷而病倒,全然不顾当下的处境,只凭着对身体锻炼的自信以及凡事皆有佳运的信念。
καὶ προελθὼν ἄχρι Ἑλλησπόντου τό τε οὖς ἔκαμνον καθʼ ὑπερβολὴν καὶ τἄλλα οὐχ ὡς ἔτυχε διεκείμην, καὶ μικρόν τι ῥαΐσας τὸ πέρα προῄειν.
当我走到赫勒斯滂时,我的耳朵疼得极其厉害,其他方面的身体状况也非同寻常,但在稍微见好之后,我便继续向前行进。
μετὰ ταῦτα ὑετοὶ, πάγοι, κρύσταλλοι, ἄνεμοι πάντες· Ἕβρος μὲν ἄρτι κεκομμένος, ὥστʼ εἶναι πλοίοις διαβατὸς, εἰ δὲ μὴ, πᾶς ἠπείρωτο ὑπὸ κρυστάλλου· πεδία δὲ λιμνάζοντα ὅσον ὀφθαλμὸς ἐπεῖχε· καταγωγίων δὲ ἀπορία, καὶ πλέον ἐκ τῶν ὀροφῶν τὸ ὕδωρ ἢ ἐκ Διὸς ἔξω ῥέον· καὶ τούτοις ἅπασιν ἔπειξις καὶ δρόμος παρὰ τὴν καθεστηκυῖαν ὥραν τε καὶ δύναμιν τοῦ σώματος.
此后便是风雨、严霜、坚冰和各种狂风;赫布罗斯河刚刚开冰,因而乘船尚可渡过,否则便全因结冰而化作陆地;平原积水成湖,极目所及尽是汪洋;又无处落脚,屋顶漏下的雨水比外面天上下得还要多;在所有这些情况下,还伴随着违背常规季节和身体力量的行色匆匆与疾驰。
οὔτε γὰρ οἱ τὰς ἀγγελίας κομίζοντες τῶν στρατιωτῶν ἡμᾶς γε παρῆλθον, ἵνα μηδὲν εἴπω πλέον, τῶν τε οἰκετῶν ἐπὶ σχολῆς ὡδοιπόρουν οἱ πλείους.
因为,且不说别的,就连传递军报的士兵们也没能超过我们,而大多数仆人则在后面慢吞吞地走着。
ἐγὼ δὲ καὶ τοὺς ἀγωγοὺς αὐτὸς ἀνεζήτουν, εἴ που δεήσειε, καὶ ἦν οὐδὲ τοῦτο ἀπὸ τοῦ ῥᾴστου γιγνόμενον.
而我自己则在需要时亲自去寻找向导,这也绝非易事。
ἔδει γὰρ ὑποφεύγοντας οἷα βαρβάρους ἀνθρώπους ἕλκειν, τὰ μὲν πείθοντα, ἔστι δʼ ᾗ καὶ χειρούμενον.
因为必须把他们像未开化的野蛮人一样拽来——他们总是四处躲藏,我有时靠说服,有时也靠强力制服。
ἐκ δὴ τούτων ἁπάντων ἡ νόσος ᾔρετο.
正是由于所有这些原因,病情急剧恶化。
καὶ τοῦτο μὲν περὶ τῶν ὀδόντων ἐν παντὶ κατέστην, ὥσθʼ ὑπεῖχον τὰς χεῖρας, ὡς ἀεὶ δεξόμενος.
一方面,至于我的牙齿,我整个人陷入了这样一种状态:不得不把手托在下面,仿佛随时准备接住脱落的牙齿。
τροφῆς δὲ §305καὶ παντάπασιν ἀπεκεκλείμην, ὅτι μὴ γάλακτος μόνου· τοῦ τε ἄσθματος περὶ τὸ στῆθος ᾐσθόμην τότε πρῶτον καὶ πυρετοὶ κατέλαβον ἰσχυροὶ καὶ ἄλλα ἀμύθητα· καὶ ἐκείμην ἐν Δέσσῃ πρὸς τῷ καταρράκτῃ, καὶ μόλις ἡμέρᾳ ἑκατοστῇ ὕστερον ᾗ ἐκινήθην οἴκοθεν ἐν Ῥώμῃ γίγνομαι.
至于食物,我已经完全无法进食,除了牛奶之外;那时我第一次感到胸部有哮喘之感,继而发了高烧,并伴有其他无法言喻的病痛;我躺在埃德萨瀑布附近的病榻上,直到从家里出发后的第一百天,才好不容易抵达罗马。
καὶ μετʼ οὐ πολὺ τὰ σπλάγχνα ᾠδήκει καὶ τὰ νεῦρα κατέψυκτο καὶ φρίκη διέθει διὰ παντὸς τοῦ σώματος καὶ τὸ πνεῦμα ἀπεκέκλειτο.
没过多久,我的内脏肿胀,筋骨冰凉,一阵阵寒战传遍全身,呼吸也被阻断。
καὶ οἱ ἰατροὶ καθάρσεις προσῆγον καὶ πιὼν ἐλατήριον εἰς δύο ἡμέρας ἐκαθαιρόμην, ἕως εἰς αἷμα ἀπέσκηψε.
医生们便使用泻药,我服下了喷瓜汁,连泻了两天,直到泻出鲜血。
καὶ πυρετοὶ κατέλαβον καὶ πάντʼ ἦν ἄπορα ἤδη καὶ σωτηρίας οὐδʼ ἡτισοῦν ἐλπίς.
随后又发起了高烧,一切已陷入绝境,毫无生还的希望。
καὶ τέλος οἱ ἰατροὶ κατέτεμνον ἐκ τοῦ στήθους ἀρξάμενοι πάντα ἑξῆς ἄχρι πρὸς τὴν κύστιν κάτω· καὶ ὡς ἀνθήψαντο αἱ σικύαι, παντάπασι τὸ πνεῦμα ἀπελήφθη, καὶ διῆλθεν ὀδύνη ναρκώδης καὶ ἄπορος φέρειν, καὶ πάντα αἵματι ἐπέφυρτο καὶ γίγνομαι ὑπεραλγεινός.
最后,医生们开始切开我的身体,从胸部一直向下切到膀胱;当拔罐器被贴上时,我的呼吸完全被截断,一阵难以忍受的麻木剧痛袭来,全身血迹斑斑,我变得痛苦异常。
καὶ τῶν σπλάγχνων ᾐσθανόμην οἷον ψυχρῶν τε καὶ ἐκκρεμαμένων, καὶ τὸ τῆς ἀμηχανίας τῆς περὶ τὴν ἀναπνοὴν ἐπετάθη.
我感到自己的内脏仿佛冰冷且悬挂着,呼吸困难的窘境更加剧了。
καὶ τί χρὴ ποιεῖν οὐκ ἦν, καὶ γὰρ σῖτον αἱρουμένῳ καὶ διαλεγομένῳ μεταξὺ προσίστατο καὶ ἔδει πεπνῖχθαι δοκεῖν.
不知该如何是好,因为即使是在吃东西和说话的间隙,喉咙也会被堵住,仿佛要窒息一般。
καὶ ἡ ἄλλη τοῦ σώματος ἀσθένεια κατὰ λόγον τούτων ἦν.
身体其他部分的虚弱程度也与此相符。
φάρμακα δὲ θήρειά τε καὶ ἄλλα παντοῖα τηνάλλως ἐδίδοτο.
兽药和各种其他药物都被徒劳地服下。
ἐδόκει δὴ χρῆναι κομίζεσθαι οἴκαδε, εἴ πως εἴη διαρκέσαι.
确实,似乎必须被送回家去,看看是否能以某种方式撑下去。
κατὰ γῆν μὲν οὖν ἄπορον ἦν, οὐ γὰρ ἔφερε τὸ σῶμα τὸν σεισμόν· πλῷ δὲ ἐπεχειροῦμεν.
陆路是行不通的,因为我的身体经不起颠簸;于是我们尝试走水路。
τῶν δʼ ὑποζυγίων τὰ μὲν ὑπὸ τῶν χειμώνων ἐτεθνήκει, τὰ δὲ περιόντα ἀπεδιδόμεθα.
至于驮兽,有的已被冬日风暴冻死,存活下来的我们就卖掉了。
καὶ συμβαίνει τις Ὀδύσσεια, εὐθὺς μὲν ἐν τῷ Τυρρηνικῷ πελάγει ζάλη καὶ ζόφος καὶ λὶψ καὶ ταραχὴ τῆς θαλάττης ἀκατάσχετος, καὶ ὁ κυβερνήτης μεθῆκε τοὺς οἴακας, καὶ ὁ ναύκληρος καὶ οἱ ναῦται σποδὸν καταχεάμενοι σφᾶς τε αὐτοὺς ἀπῴμωζον καὶ τὸ πλοῖον.
于是一场如同奥德赛般的经历发生了:一进入第勒尼安海,便立刻遭遇了暴风雨、黑暗、西南风,以及无法控制的海面狂澜,舵手放弃了船舵,船主和船员们头浇灰烬,哀叹着自己和船只的命运。
ἡ δὲ ἐπεισέρρει πολλὴ κατὰ πρῷραν καὶ κατὰ πρύμναν ἡ θάλαττα, καὶ κατεκλυζόμην τῷ τε ἀνέμῳ καὶ τοῖς κύμασι, καὶ ταῦτα ἐγίγνετο ἡμέραν καὶ νύκτα.
海水从船头和船尾大量涌入,我被风浪吞没,这种情况日夜不停地持续着。
μέσαι νύκτες σχεδὸν ἦσαν, ἡνίκα πρὸς τὴν Πελωρίδα ἄκραν
当向着佩洛里斯角[行进时],差不多已是午夜时分...

词汇与语法注释

  1. 304τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων; — 模仿荷马《奥德赛》第11卷第328行的引用。带有史诗方言助词 κεν(相当于雅典方言的 ἄν)的祈愿式(μυθήσαιτο)表示潜在语气(“谁能尽诉……?”)。
  2. 304οὐ γὰρ πεντάετες οὐδʼ ἑξάετες οὐκ ἀρκεῖ. — 虽然包含多个否定词(οὐ... οὐδʼ... οὐκ),但根据希腊语语法,在整句否定(οὐ)之后接复合否定(οὐδʼ)及最后的单纯否定(οὐκ),并不构成双重否定得肯定,而是起强化否定(“即使五年或六年也绝不足够”)的作用。中性形容词 πεντάετες 和 ἑξάετες 作主语。
  3. 304οὐκ ἐλαττόνων ἴσως ἐστὶ χρόνων ἡ διήγησις ἢ ἐν ὅσοις τὰ πράγματα ἐγίγνετο. — 比较级 ἐλαττόνων 后面接有比较连词 ἤ,引导一个包含介词短语的关系从句 ἢ ἐν ὅσοις [χρόνοις]...(“比起那些事情发生的时间”)。属格 χρόνων 表示性质或占用的时间。
  4. 304ὥσθʼ ὑπεῖχον τὰς χεῖρας — 连词 ὥστε (ὥσθʼ) 后面接直陈式未完成过去时(ὑπεῖχον),表示过去“实际产生的结果”,而非潜在或预期的结果。
  5. 305ὅτι μὴ γάλακτος μόνου — 短语 ὅτι μή 是表示“除了……之外”的惯用表达。它限定了前面的否定陈述(ἀπεκεκλείμην,“我完全无法进食”),并接属格 γάλακτος μόνου。
  6. 305ἡνίκα πρὸς τὴν Πελωρίδα ἄκραν — 本分段的结尾处,由关系副词 ἡνίκα(“当……时”)引导的时间从句中的动词(例如“接近”、“到达”等)因文本缺失而未出现。

引用这一段

阿里斯·台德斯, 圣书二 §304-305. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg024.humanitext-grc2:304-305

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。