§306τῆς Σικελίας προσηνέχθημεν.
シチリアに私たちは漂着した。
ἔπειτα ἐν πορθμῷ πλάναι καὶ δρόμοι, τὰ μὲν εἰς τὸ πρόσθεν, τὰ δὲ εἰς τοὐπίσω.
それから海峡での彷徨と疾走があり、ある時は前方へ、ある時は後方へと進んだ。
τοῦ δὲ Ἀδρίου τὸ μὲν πέλαγος δυοῖν νυξὶ καὶ ἡμέρᾳ διήλθομεν, ἀψοφητὶ παραπέμποντος τοῦ ῥεύματος.
アドリア海については、流れが音もなく私たちを送り届けてくれたので、二晩と一日で通過した。
ὡς δʼ ἔδει πρὸς τὴν Κεφαλληνίαν προσχεῖν, αὖθις αὖ κῦμα ὑψηλὸν, καὶ τὸ πνεῦμα οὐκ ἔφερεν, ἀλλʼ ἐπλανώμεθα ἄνω καὶ κάτω, κάματος παντοδαπὸς τοῦ σώματος καὶ λύσις.
しかし、ケファレニアに接岸せねばならなくなったとき、再び高い波が起こり、風は私たちを運んでくれず、私たちは上へ下へと彷徨い、身体のあらゆる疲労と衰弱が生じた。
τὰ δʼ ἐν τῷ πορθμῷ τῷ Ἀχαϊκῷ πάλιν συμβάντα ὑπʼ αὐτὴν ἰσημερίαν ἀράντων τῶν χρηστῶν ναυτῶν ἐκ Πατρῶν ἄκοντος ἐμοῦ καὶ ἀντιλέγοντος ἐξ ἀρχῆς οὐδʼ ἂν λέγων εἴποις, ἐν οἷς ἅπασι τό τε στῆθος καὶ τἄλλα ἔτι μειζόνως ἐκακοῦτο.
アカイア海峡で、ちょうど彼岸の時期に、あの『親切な』船乗りたちが、私の意に反し、最初から反対していたにもかかわらず、パトライから出航したことで、再び起こった事態については、言葉を尽くしても語りきれない。 それらすべての事態の中で、胸も他の部位も、さらにひどく損なわれた。
παραπλήσια δὲ καὶ τὰ ἐν τῷ Αἰγαίῳ, μοχθηρία κυβερνήτου καὶ ναυτῶν γενόμενα ἐναντία τοῖς πνεύμασι πλεῖν ἀξιούντων καὶ μηδὲν ἀκούειν ἐθελόντων ἐμοῦ.
エーゲ海での出来事も同様であった。 それは舵手と船乗りたちの不届きさによるもので、彼らは向かい風に対抗して航行することを強硬に主張し、私の言うことを全く聞こうとしなかったのである。
τέτταρες πάλιν αὗται πρὸς ταῖς δέκα ἡμέραι καὶ νύκτες, χειμῶνος κύκλῳ διὰ παντὸς τοῦ πελάγους φερομένων, κἀν ταύταις ἀσιτίαι οὐκ ὀλίγαι, καὶ μόλις Μιλήτῳ προσηνέχθημεν.
私たちが嵐の中、海全体をぐるぐると流されている間、再び14日14夜が過ぎ、その間、少なからぬ絶食があり、ようやくミレトスに漂着した。
καὶ οὔτε ἵστασθαι δυνατὸς ἦν τά τε ὦτα ἐξεκεκώφητο, ἠνώχλει τε οὐδὲν ὅ τι οὔ.
私は立つこともできず、耳は完全に聞こえなくなっており、私を悩ませないものは何一つなかった。
καὶ κατὰ μικρὸν προσιόντες οὕτω γιγνόμεθα ἐν τῇ Σμύρνῃ, πέρα πάσης ἐλπίδος.
そして少しずつ進んで、このようにして、あらゆる希望を超えて、スミュルナに到着した。
καὶ χειμὼν ἤδη ἦν καὶ τὰ τῆς ὑπερώας παντάπασι δυσχερῶς εἶχε καὶ τἄλλα ὡσαύτως.
すでに冬であり、上階の部屋の状況は完全に不快であり、他のことも同様であった。
καὶ συνῆλθον οἵ τε ἰατροὶ καὶ γυμνασταὶ, καὶ οὔτε βοηθεῖν εἶχον οὔτε ἐγνώριζον τὴν ποικιλίαν τῆς νόσου.
医師たちと治療士たちが集まったが、彼らは助ける術を持たず、この病気の多様な複雑さを理解することもできなかった。
τοσοῦτον δʼ οὖν συνέδοξεν, εἰς τὰς πηγὰς τὰς θερμὰς κομίσαι, ἐπειδὴ καὶ τὸν ἐν τῇ πόλει ἀέρα φέρειν οὐχ οἷός τε ἦν.
しかし、とにかく彼らの意見が一致したのは、私を温泉に運ぶことであった。 なぜなら、私は都市の空気さえ耐えることができなかったからである。
καὶ τὰ ἐπὶ τούτοις δὴ μικρῷ πρόσθεν διηγούμην.
そして、これらに続く出来事については、まさに少し前に私が語っていた通りである。
ἐκ τοιούτων καὶ τοσούτων ὡς βραχέως τε καὶ ἀμυδρῶς εἰπεῖν ἡ νόσος ἠσκήθη καὶ συνεσκευάσθη, κατὰ προσθήκην χρόνου προϊοῦσα ἀεί.
簡潔かつ大まかに言えば、このような、これほど多くの出来事から、病は鍛えられ、かつ増大し、時間が経つにつれて常に悪化していった。
καὶ παρελθόντος ἐνιαυτοῦ καὶ μηνῶν ἐπὶ τὴν ἐν Περγάμῳ καθέδραν ἤλθομεν.
そして1年数ヶ月が経過した後、私たちはペルガモンでの滞在へと至った。
§307νῦν δὲ ὅθεν ἐξέβημεν τρεπώμεθα πρὸς τὰ λουτρὰ τὰ θεῖα·
さて、私たちが脱線した元の場所に戻り、神聖な浴場へと話を向けよう。
ὀδύναι δὲ καὶ νόσοι καὶ κίνδυνοι πάντες ἐρρόντων.
苦痛も病も危険も、すべて消え去るがよい!
ἐγκατεκεκλίμην μεταξὺ τῶν τε θυρῶν καὶ τῶν κιγκλίδων τοῦ νεὼ κατὰ δή τινα ὀνείρατος ὄψιν·
私は、ある夢の告げに従って、神殿の扉と格子仕切りの間に身を横たえていた。
καί μοι χρῇ ὁ θεὸς τὸ ἔπος τόδε
"ἑσπέριοι δʼ ἤκμαζον ἐπὶ κρήναις χλοεραῖσιν.
すると、神が私に次の詩行を告げられた。 『夕暮れの人々は、緑豊かな泉のほとりで最盛期を迎えていた。
"
ἔπειτα ἐχριόμην τε ἐν τῷ ὑπαίθρῳ ἐν τῷ περιβόλῳ τοῦ ἱεροῦ καὶ ἐλούμην τῷ φρέατι τῷ ἱερῷ, καὶ οὐδεὶς ἦν ὅστις οὐχ ὁρῶν ἠπίστει.
』その後、私は神殿の境内の露天下で体を塗られ、聖なる井戸で入浴した。 それを見て信じない者は誰もいなかった。
καὶ μικροῦ πᾶσαν ἐξέβαλον τὴν νόσον, εἰ μὴ τοῦ θεοῦ σημεῖα φαίνοντος καὶ μεταβάλλοντος ἤδη τὴν δίαιταν αὐτὸς μὲν οὕτως εἶχον ὡς ταύτῃ ποιήσων, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων, οἳ σοφίας τε ἀντιποιούμενοι καί τινα ἔχειν περὶ ταῦτα δοκοῦντες δεινότητα ἀτοπώτερον τὰ ἐνύπνια ἐξηγοῦντο, φάσκοντες διʼ ὑπερβολῆς ἐνδείκνυσθαι τὸν θεὸν ὅτι χρὴ μένειν ἐπὶ τῶν αὐτῶν.
そして、もし神が兆候を示して生活規則をすでに変更しようとしておられ、私自身もそのように従うつもりであったのに、友人たちの誤った勧めが勝ってしまわなかったならば、私は病気のすべてをほとんど払い落としていたところであった。 彼らは知恵を誇り、これらのことについて何らかの能力を持っていると思わせておきながら、夢をいささか奇妙に解釈し、神は現在の状態に留まるべきであることを極端な形で示しているのだと主張したのである。
κἀγὼ συνεχώρησα ἄκων μὲν καὶ ὑφορώμενος καὶ νομίζων αὐτὸς ἄμεινον γιγνώσκειν, ὡς δʼ ἂν μὴ δοκοίην ἐμαυτῷ τις εἶναι μόνῳ πειθόμενος.
そこで私は、不本意ながらも、また不審に思い、自分の方がよく分かっていると考えながらも、自分一人の意見に固執していると思われないようにするために、同意してしまった。
παθὼν δʼ ἔγνων καλῶς ὡς ὀρθῶς ἐγίγνωσκον.
しかし、痛い目にあって初めて、自分の考えが正しかったことを身に沁みて知った。
ἀλλʼ ὅσα μὲν σύμβουλοι διήμαρτον χωρὶς ἔστω·
ともあれ、助言者たちが誤ったことについては、それはそれとしておこう。
καίτοι καὶ ταῦτα ἔοικε τῶν σφόδρα πρὸς τὸν θεὸν εἶναι.
もっとも、これさえも神の御心に深くかなうことであったように思われる。
τὸ γὰρ τὴν αὐτὴν δίαιταν καὶ τὰ αὐτὰ πράγματα, ὁπότε μὲν ὁ θεὸς ἡγοῖτό τε καὶ διαρρήδην εἴποι, σωτηρίαν, ἰσχὺν, κουφότητα, ῥᾳστώνην, εὐθυμίαν, πάντα τὰ κάλλιστα καὶ τῷ σώματι καὶ τῇ ψυχῇ φέρειν, ἄλλου δέ του συμβουλεύσαντος καὶ μὴ στοχασαμένου τῆς γνώμης τοῦ θεοῦ πάντα τἀναντία τούτοις ἐπιφέρειν, πῶς οὐ μέγιστον σημεῖον τοῦ θεοῦ τῆς δυνάμεως;
なぜなら、同じ生活規則と同じ行動が、神が導き、かつ明示的に命じられるときには、救い、力、軽快さ、安楽、快活さ、そして肉体と魂にとってあらゆる最善のものをもたらすのに対して、他の誰かが助言し、神の意図を推し量れなかったときには、これらと全く正反対のものを引き起こすということは、神の力の最大の証明ではないだろうか。
φέρε δὴ πάλιν τῶν παρʼ αὐτοῦ μνημονεύσωμεν.
さあ、再び神からの授かりものを思い起こしてみよう。
ἦν ἰσημερία ἡ μετὰ χειμῶνα ὅτε πηλοῦνται τῷ θεῷ, ἐμοὶ δʼ οὐχ οἷόν τʼ ἦν, εἰ μή τι σημήνειε παρακινεῖν.
それは冬の後の春分のことで、人々が神のために泥を塗る時期であったが、神が何か兆候を示されない限り、私が身体を動かすことは不可能であった。
ἀπώκνησα οὖν·
そこで私は躊躇した。
ἡ δὲ ἡμέρα κατὰ μνήμην ἐμὴν καὶ πάνυ ἀλεεινὴ ἐγένετο.
その日は、私の記憶では極めて温暖な日であった。
οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις χειμὼν ἐπιγίγνεται καὶ βορέας ἐώθει πάντα τὸν οὐρανὸν, καὶ νεφέλαι μέλαιναι ἠγείροντο συνεχεῖς, καὶ πάλιν ἐκ νέας χειμών.
しかし数日も経たないうちに嵐が襲来し、北風が全天を押し流し、黒い雲が絶え間なく立ち込め、再び厳しい冬に戻った。
τοιούτων δʼ ὄντων προσέταξε χρήσασθαι τῷ πηλῷ πρὸς τῷ φρέατι τῷ ἱερῷ καὶ λούσασθαι αὐτόθεν.
このような状況の中で、神は聖なる井戸の傍らで泥を用い、そこから得た水で入浴するように命じられた。
παρέσχον
私は身を委ねた。