- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg024.humanitext-grc2:306-307
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
アリスティデスは、暴風雨の中を航行して各地の海峡を彷徨い、最終的にスミュルナとペルガモンにたどり着いた過酷な旅を語る。その後、アスクレピオス神殿での夢告に従い、聖なる泉での入浴や泥治療によって奇跡的な回復を遂げた経験、そして友人たちの誤った解釈に惑わされた経緯を振り返る。
τῆς Σικελίας1 προσηνέχθημεν. ἔπειτα ἐν πορθμῷ πλάναι καὶ δρόμοι, τὰ μὲν εἰς τὸ πρόσθεν, τὰ δὲ εἰς τοὐπίσω. τοῦ δὲ Ἀδρίου τὸ μὲν πέλαγος δυοῖν νυξὶ καὶ ἡμέρᾳ διήλθομεν, ἀψοφητὶ παραπέμποντος τοῦ ῥεύματος. ὡς δʼ ἔδει πρὸς τὴν Κεφαλληνίαν προσχεῖν, αὖθις αὖ κῦμα ὑψηλὸν, καὶ τὸ πνεῦμα οὐκ ἔφερεν, ἀλλʼ ἐπλανώμεθα ἄνω καὶ κάτω, κάματος παντοδαπὸς τοῦ σώματος καὶ λύσις. τὰ δʼ ἐν τῷ πορθμῷ τῷ Ἀχαϊκῷ πάλιν συμβάντα ὑπʼ αὐτὴν ἰσημερίαν ἀράντων2 τῶν χρηστῶν ναυτῶν ἐκ Πατρῶν ἄκοντος ἐμοῦ καὶ ἀντιλέγοντος ἐξ ἀρχῆς οὐδʼ ἂν λέγων εἴποις,3 ἐν οἷς ἅπασι τό τε στῆθος καὶ τἄλλα ἔτι μειζόνως ἐκακοῦτο. παραπλήσια δὲ καὶ τὰ ἐν τῷ Αἰγαίῳ, μοχθηρία κυβερνήτου καὶ ναυτῶν γενόμενα ἐναντία τοῖς πνεύμασι πλεῖν ἀξιούντων καὶ μηδὲν ἀκούειν ἐθελόντων ἐμοῦ. τέτταρες πάλιν αὗται πρὸς ταῖς δέκα ἡμέραι καὶ νύκτες, χειμῶνος κύκλῳ διὰ παντὸς τοῦ πελάγους φερομένων, κἀν ταύταις ἀσιτίαι οὐκ ὀλίγαι, καὶ μόλις Μιλήτῳ προσηνέχθημεν. καὶ οὔτε ἵστασθαι δυνατὸς ἦν τά τε ὦτα ἐξεκεκώφητο, ἠνώχλει τε οὐδὲν ὅ τι οὔ. καὶ κατὰ μικρὸν προσιόντες οὕτω γιγνόμεθα ἐν τῇ Σμύρνῃ, πέρα πάσης ἐλπίδος. καὶ χειμὼν ἤδη ἦν καὶ τὰ τῆς ὑπερώας παντάπασι δυσχερῶς εἶχε καὶ τἄλλα ὡσαύτως. καὶ συνῆλθον οἵ τε ἰατροὶ καὶ γυμνασταὶ, καὶ οὔτε βοηθεῖν εἶχον οὔτε ἐγνώριζον τὴν ποικιλίαν τῆς νόσου. τοσοῦτον δʼ οὖν συνέδοξεν, εἰς τὰς πηγὰς τὰς θερμὰς κομίσαι, ἐπειδὴ καὶ τὸν ἐν τῇ πόλει ἀέρα φέρειν οὐχ οἷός τε ἦν. καὶ τὰ ἐπὶ τούτοις δὴ μικρῷ πρόσθεν διηγούμην. ἐκ τοιούτων καὶ τοσούτων ὡς βραχέως τε καὶ ἀμυδρῶς εἰπεῖν ἡ νόσος ἠσκήθη καὶ συνεσκευάσθη, κατὰ προσθήκην χρόνου προϊοῦσα ἀεί. καὶ παρελθόντος ἐνιαυτοῦ καὶ μηνῶν ἐπὶ τὴν ἐν Περγάμῳ καθέδραν ἤλθομεν.
シチリアに私たちは漂着した。それから海峡での彷徨と疾走があり、ある時は前方へ、ある時は後方へと進んだ。アドリア海については、流れが音もなく私たちを送り届けてくれたので、二晩と一日で通過した。しかし、ケファレニアに接岸せねばならなくなったとき、再び高い波が起こり、風は私たちを運んでくれず、私たちは上へ下へと彷徨い、身体のあらゆる疲労と衰弱が生じた。アカイア海峡で、ちょうど彼岸の時期に、あの「親切な」船乗りたちが、私の意に反し、最初から反対していたにもかかわらず、パトライから出航したことで、再び起こった事態については、言葉を尽くしても語りきれない。それらすべての事態の中で、胸も他の部位も、さらにひどく損なわれた。エーゲ海での出来事も同様であった。それは舵手と船乗りたちの不届きさによるもので、彼らは向かい風に対抗して航行することを強硬に主張し、私の言うことを全く聞こうとしなかったのである。私たちが嵐の中、海全体をぐるぐると流されている間、再び14日14夜が過ぎ、その間、少なからぬ絶食があり、ようやくミレトスに漂着した。私は立つこともできず、耳は完全に聞こえなくなっており、私を悩ませないものは何一つなかった。そして少しずつ進んで、このようにして、あらゆる希望を超えて、スミュルナに到着した。すでに冬であり、上階の部屋の状況は完全に不快であり、他のことも同様であった。医師たちと治療士たちが集まったが、彼らは助ける術を持たず、この病気の多様な複雑さを理解することもできなかった。しかし、とにかく彼らの意見が一致したのは、私を温泉に運ぶことであった。なぜなら、私は都市の空気さえ耐えることができなかったからである。そして、これらに続く出来事については、まさに少し前に私が語っていた通りである。簡潔かつ大まかに言えば、このような、これほど多くの出来事から、病は鍛えられ、かつ増大し、時間が経つにつれて常に悪化していった。そして1年数ヶ月が経過した後、私たちはペルガモンでの滞在へと至った。
νῦν δὲ ὅθεν ἐξέβημεν τρεπώμεθα πρὸς τὰ λουτρὰ τὰ θεῖα· ὀδύναι δὲ καὶ νόσοι καὶ κίνδυνοι πάντες ἐρρόντων. ἐγκατεκεκλίμην μεταξὺ τῶν τε θυρῶν καὶ τῶν κιγκλίδων τοῦ νεὼ κατὰ δή τινα ὀνείρατος ὄψιν· καί μοι χρῇ ὁ θεὸς τὸ ἔπος τόδε "ἑσπέριοι δʼ ἤκμαζον ἐπὶ κρήναις χλοεραῖσιν." ἔπειτα ἐχριόμην τε ἐν τῷ ὑπαίθρῳ ἐν τῷ περιβόλῳ τοῦ ἱεροῦ καὶ ἐλούμην τῷ φρέατι τῷ ἱερῷ, καὶ οὐδεὶς ἦν ὅστις οὐχ ὁρῶν ἠπίστει. καὶ μικροῦ4 πᾶσαν ἐξέβαλον τὴν νόσον, εἰ μὴ τοῦ θεοῦ σημεῖα φαίνοντος καὶ μεταβάλλοντος ἤδη τὴν δίαιταν αὐτὸς μὲν οὕτως εἶχον ὡς ταύτῃ ποιήσων, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων, οἳ σοφίας τε ἀντιποιούμενοι καί τινα ἔχειν περὶ ταῦτα δοκοῦντες δεινότητα ἀτοπώτερον τὰ ἐνύπνια ἐξηγοῦντο, φάσκοντες διʼ ὑπερβολῆς ἐνδείκνυσθαι τὸν θεὸν ὅτι χρὴ μένειν ἐπὶ τῶν αὐτῶν. κἀγὼ συνεχώρησα ἄκων μὲν καὶ ὑφορώμενος καὶ νομίζων αὐτὸς ἄμεινον γιγνώσκειν, ὡς δʼ ἂν μὴ δοκοίην5 ἐμαυτῷ τις εἶναι μόνῳ πειθόμενος. παθὼν δʼ ἔγνων καλῶς ὡς ὀρθῶς ἐγίγνωσκον. ἀλλʼ ὅσα μὲν σύμβουλοι διήμαρτον χωρὶς ἔστω· καίτοι καὶ ταῦτα ἔοικε τῶν σφόδρα πρὸς τὸν θεὸν εἶναι. τὸ γὰρ τὴν αὐτὴν δίαιταν καὶ τὰ αὐτὰ πράγματα, ὁπότε μὲν ὁ θεὸς ἡγοῖτό τε καὶ διαρρήδην εἴποι, σωτηρίαν, ἰσχὺν, κουφότητα, ῥᾳστώνην, εὐθυμίαν, πάντα τὰ κάλλιστα καὶ τῷ σώματι καὶ τῇ ψυχῇ φέρειν,6 ἄλλου δέ του συμβουλεύσαντος καὶ μὴ στοχασαμένου τῆς γνώμης τοῦ θεοῦ πάντα τἀναντία τούτοις ἐπιφέρειν, πῶς οὐ μέγιστον σημεῖον τοῦ θεοῦ τῆς δυνάμεως; φέρε δὴ πάλιν τῶν παρʼ αὐτοῦ μνημονεύσωμεν. ἦν ἰσημερία ἡ μετὰ χειμῶνα ὅτε πηλοῦνται τῷ θεῷ, ἐμοὶ δʼ οὐχ οἷόν τʼ ἦν, εἰ μή τι σημήνειε παρακινεῖν. ἀπώκνησα οὖν· ἡ δὲ ἡμέρα κατὰ μνήμην ἐμὴν καὶ πάνυ ἀλεεινὴ ἐγένετο. οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις χειμὼν ἐπιγίγνεται καὶ βορέας ἐώθει πάντα τὸν οὐρανὸν, καὶ νεφέλαι μέλαιναι ἠγείροντο συνεχεῖς, καὶ πάλιν ἐκ νέας χειμών. τοιούτων δʼ ὄντων προσέταξε χρήσασθαι τῷ πηλῷ πρὸς τῷ φρέατι τῷ ἱερῷ καὶ λούσασθαι αὐτόθεν. παρέσχον7
さて、私たちが脱線した元の場所に戻り、神聖な浴場へと話を向けよう。苦痛も病も危険も、すべて消え去るがよい!私は、ある夢の告げに従って、神殿の扉と格子仕切りの間に身を横たえていた。すると、神が私に次の詩行を告げられた。「夕暮れの人々は、緑豊かな泉のほとりで最盛期を迎えていた。」その後、私は神殿の境内の露天下で体を塗られ、聖なる井戸で入浴した。それを見て信じない者は誰もいなかった。そして、もし神が兆候を示して生活規則をすでに変更しようとしておられ、私自身もそのように従うつもりであったのに、友人たちの誤った勧めが勝ってしまわなかったならば、私は病気のすべてをほとんど払い落としていたところであった。彼らは知恵を誇り、これらのことについて何らかの能力を持っていると思わせておきながら、夢をいささか奇妙に解釈し、神は現在の状態に留まるべきであることを極端な形で示しているのだと主張したのである。そこで私は、不本意ながらも、また不審に思い、自分の方がよく分かっていると考えながらも、自分一人の意見に固執していると思われないようにするために、同意してしまった。しかし、痛い目にあって初めて、自分の考えが正しかったことを身に沁みて知った。ともあれ、助言者たちが誤ったことについては、それはそれとしておこう。もっとも、これさえも神の御心に深くかなうことであったように思われる。なぜなら、同じ生活規則と同じ行動が、神が導き、かつ明示的に命じられるときには、救い、力、軽快さ、安楽、快活さ、そして肉体と魂にとってあらゆる最善のものをもたらすのに対して、他の誰かが助言し、神の意図を推し量れなかったときには、これらと全く正反対のものを引き起こすということは、神の力の最大の証明ではないだろうか。さあ、再び神からの授かりものを思い起こしてみよう。それは冬の後の春分のことで、人々が神のために泥を塗る時期であったが、神が何か兆候を示されない限り、私が身体を動かすことは不可能であった。そこで私は躊躇した。その日は、私の記憶では極めて温暖な日であった。しかし数日も経たないうちに嵐が襲来し、北風が全天を押し流し、黒い雲が絶え間なく立ち込め、再び厳しい冬に戻った。このような状況の中で、神は聖なる井戸の傍らで泥を用い、そこから得た水で入浴するように命じられた。私は身を委ねた。
- 306τῆς Σικελίας
地理的な目的地(あるいは接近の対象)を示す属格で、προσφέρω の受動態「〜に漂着する、到着する」の動作の及ぶ先を表している。
- 306ἀράντων
動詞 ἄρω(ἀείρω)の「(錨や帆を)上げる」から「出航する」を表すアオリスト能動態分詞。τῶν χρηστῶν ναυτῶν を意味上の主語とする絶対属格を形成している。
- 306οὐδʼ ἂν λέγων εἴποις
希求法2人称単数(εἴποις)に ἄν が伴い、そこにさらに分詞 λέγων が添えられた潜在的な可能を示す表現で、「言葉を尽くして語ろうとしても語りきれない」という強い誇張・強調を表す。
- 307μικροῦ
副詞的に用いられ(μικροῦ δεῖν と同義)、「ほとんど〜するところだった」という危うい回避を意味する。直後の反実仮想条件(εἰ μή...)を導く伏線となっている。
- 307ὡς δʼ ἂν μὴ δοκοίην
目的を表す ὡς ἄν + 希求法。主節の過去動詞(συνεχώρησα)に伴う従属節で、「〜と思われないようにするために」という話者の主観的な意図・懸念を示している。
- 307τὸ γὰρ τὴν αὐτὴν δίαιταν... φέρειν
冠詞付き不定詞句(τὸ ... φέρειν)が全体で主語的な名詞句をなしており、文末の修辞疑問文 πῶς οὐ μέγιστον σημεῖον...;(「どうして最大の兆候ではないだろうか」)の主語として機能している。
- 307παρέσχον
παρέχω のアオリスト能動態。ここでは再帰代名詞 ἐμαυτόν(私自身を)が省略された自動詞的(再帰的)な用法であり、「(神の治療に対して)自分自身の体を差し出した、身を委ねた」という意味になる。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-09-30)
- 2026-09-30 表記の統一 — 訳文 3 件
