§301τούτου χρόνον δωρεὰν ἔσχον παρὰ τῶν θεῶν καὶ μετὰ τοῦτο ἀνεβίων ὑπὸ τοῖς θεοῖς καί τις οἷον ἀντίδοσις αὕτη συνέβη.
我将此人的生命时间视为神明的赐予而接受,在此之后,我在神明的庇护下重获新生,而这正是作为一种生命交换而发生的。
καὶ τὰ μὲν τῆς προρρήσεως τῆς περὶ τῶν ἐτῶν καὶ τῆς ὕστερον ἀσθενείας εἰς τοῦτο συμβάσης καὶ τῶν περὶ ταῦτα ἐπιφανειῶν οὕτως ἔσχεν.
至此,关于那些年份的预言、导致此结果的后来的疾病,以及与之相关的神明显现,其情况便是如此。
ἁρμόττοι δʼ ἂν ἴσως περὶ τῶν λουτρῶν ἤδη λέγειν, οἷς διήγαγεν ἡμᾶς, ἐπειδὴ καὶ τὸ ἐξ ἀρχῆς ἅμα τῇ προρρήσει τὸ λουτρὸν ἐπέταξε τὸ ἐν τῷ ποταμῷ.
现在,谈谈神引导我们进行的冷水浴或许正合时宜,因为从最一开始,伴随着预言,神就命令在河中进行冷水浴。
ἦσαν οἱ κατάρροι καὶ ἡ περὶ τὴν ὑπερώαν ἀπορία καὶ πάντα πάχνης ἦν πλέα καὶ πυρὸς, καὶ ἡ τοῦ στομάχου κάκωσις ἤκμαζε καὶ ἄλλα πολλὰ καὶ παντοῖα, καὶ κατεκεκλείμην θέρους ὥρᾳ.
当时我有粘液流出,口盖感到不适,全身充满了严霜与烈火,胃部的病痛达到顶点,还有其他各种各样的众多症状,我甚至在盛夏季节被关在室内。
καὶ ἐγίγνετο ταῦτα ἐν Περγάμῳ ἐν τῷ τοῦ νεωκόρου τοῦ Ἀσκληπιακοῦ.
这些事情发生在帕加马的阿斯克勒庇俄斯神殿守的住所里。
πρῶτον μὲν οὖν ἐπέταξεν αἷμα ἀφελεῖν ἀπʼ ἀγκῶνος καὶ προσέθηκεν, ὅσα ἐγὼ μέμνημαι, λίτρας εἴκοσι καὶ ἑκατόν·
首先,神命令从手肘处抽血,并且据我所记,神还加上了一百二十磅的量。
τὸ δʼ ἦν ἄρα δηλοῦν ὡς οὐκ ὀλίγων δεήσοι τῶν φλεβοτομιῶν, ἐφάνη δʼ ἐκ τῶν ὕστερον.
而这其实是表明,我需要进行的泻血绝非少数,这从后来的事情中显露了出来。
οἵ τε γὰρ νεωκόροι ἐν τούτῳ ὄντες ἡλικίας καὶ πάντες οἱ περὶ τὸν θεὸν θεραπευταὶ καὶ τάξεις ἔχοντες ὡμολόγουν ἀεὶ δή ποτε μηδένα πω τῶν πάντων συνειδέναι τοσαῦτα τμηθέντα, πλήν γε Ἰσχύρωνος, εἶναι δʼ ἐν τοῖς παράδοξον τό γʼ ἐκείνου, ἀλλὰ καὶ ὣς ὑπερβάλλειν τὸ καθʼ ἡμᾶς ἄνευ τῶν ἄλλων παραδόξων, ἃ προσῆν ταῖς φλεβοτομίαις, οἷόν περ οὖν καὶ τότε εὐθέως συνέβη.
因为无论是已经达到这个年纪的神殿守,还是围绕在神明身边的所有侍从及担任各种职务的人,都一致承认他们从未见过任何人像我这样被切开如此多次,除了伊斯居隆,他的情况虽也属于奇迹之列,但即便如此,我们的情况哪怕不考虑伴随泻血而来的其他奇特现象,也超越了那人,而这在当时也确实立刻发生了。
μιᾷ μὲν γὰρ, οἶμαι, ὕστερον ἡμέρᾳ ἢ δυοῖν γε ἐκέλευσε πάλιν ἐκ τοῦ μετώπου ἀφελεῖν, καί τινι τῶν ἐκ τῆς Ῥωμαίων βουλῆς παρεδρεύοντι καὶ αὐτῷ ταυτὸν τοῦτο ἐκέλευσεν, ἐπισημηνάμενος ὅτι καὶ Ἀριστείδῃ προστέτακται—Σηδᾶτος ὄνομα αὐτῷ, βέλτιστος ἀνδρῶν, ὃς ἐμοὶ ταῦτα αὐτὸς διηγεῖτο—ἐν μέσῳ δὲ τούτων τῶν φλεβοτομιῶν προστάττει μοι τὸ λουτρὸν τὸ ἐν τῷ Καΐκῳ, καὶ ἔδει τὰ ἔρια ἀπορρίψαντα ὁδοιπορεῖν καὶ λοῦσθαι· ὄψεσθαι δὲ καὶ ἵππον λούμενον καὶ τὸν νεωκόρον ἑστῶτα ἐπὶ τῆς ὄχθης τὸν Ἀσκληπιακόν.
因为我想是在一天或两天后,神命令再次从额头抽血,并且对一位留在那里的罗马元老院议员也命令了完全相同的事,神指示说这也是向阿里斯泰德所要求的——他的名字叫塞达图斯,是一位极高尚的人,他自己向我讲述了这些——在这些泻血的间隙,神命令我到凯科斯河进行冷水浴,我必须扔掉毛毯,步行前往并洗浴;神说我还会看到一匹马在洗浴,以及阿斯克勒庇俄斯的神殿守站在岸边。
ταῦτα προείρητο καὶ ταῦτα ἐγίγνετο.
这些事情曾被预言,并且这些事情也确实发生了。
ἔτι μὲν προσιὼν τῷ ποταμῷ τὸν ἵππον ὁρῶ λούμενον.
当我还在接近那条河时,我看见了那匹马在洗浴。
λουμένου δέ μου παρῆν ὁ νεωκόρος καὶ ἑστὼς ἐπὶ τῆς ὄχθης ἑώρα.
而当我洗浴时,神殿守也到了,并站在岸边看着。
ἡ δὲ ἐπὶ τούτῳ κουφότης καὶ ἀναψυχὴ θεῷ μὲν καὶ μάλα ῥᾳδία γνῶναι,
由此带来的身体轻快与凉爽,对神明来说自然是非常容易知晓的,