Humanitext Reader

阿里斯·台德斯 · 圣书二 §302-303

各地冷水浴治疗的神谕与奇迹

第 7 段,共 10 段 · 希腊语

内容简介

作者回忆了阿斯克勒庇俄斯神命他在斯密纳、帕加马和埃莱亚进行严酷冷水浴的经历,以及其间发生的奇迹,并详尽地描绘了他当时令人绝望的病症状态。

§302ἀνθρώπῳ δὲ ἢ νῷ λαβεῖν ἢ ἐνδείξασθαι λόγῳ οὐ πάνυ ῥᾴδιον.
然而对人而言,无论是用内心去领会,还是用语言来表达,都绝非易事。
ἕτερον τοίνυν λουτρὸν ἐν Σμύρνῃ προσετάχθη χειμῶνος ἱσταμένου, ἔδει δὲ πορευθέντα πρὸς τὰς πηγὰς τὰς θερμὰς τῷ μὲν θερμῷ ὕδατι μὴ χρῆσθαι, τῷ δὲ παραρρέοντι ποταμῷ, καὶ ἦν ἡμέρα πᾶσα ἔφυδρός τε καὶ ψυχρὰ καὶ τὸ ὕδωρ τοσοῦτον διέλιπεν ὅσον ἀρκέσαι τῇ πορείᾳ· καὶ πρῶτον ἦν τῶν θαυμάτων τοῦτο.
此外,在初冬时分,在斯密纳又被命行另一次冷水浴,必须前往温泉水源,却不能使用热水,而要使用旁流的河水,那整天又下雨又寒冷,而雨水停息的时间刚好够旅途之需;这便是奇迹中的第一个。
δείλη τε ἦν ὀψία καὶ τὸ λουτρὸν ἐγίγνετο καὶ ἐπέπνει βορέας ἀκραής.
此时已是傍晚,冷水浴进行着,猛烈的北风正呼呼地吹。
ταυτὶ δὲ ἐν Περγάμῳ πάλιν χειμῶνός τε καὶ ἐν λεπτότητι θαυμαστῇ τοῦ σώματος, ὥστε πολὺν χρόνον πάνυ τοῦ οἰκήματος οὐκ ἐξέβην οὗ κατεκείμην.
而这些事又发生在帕加马,也是在冬天,而且是在身体惊人虚弱的状态下,以至于我有极长的一段时间完全没有走出过我卧床的房间。
ἐκέλευσε λούσασθαι τῷ ποταμῷ τῷ διὰ τῆς πόλεως ῥέοντι· ὁ δʼ ἔρρει πολὺς ἐξ ὄμβρων, καὶ προεῖπεν ὡς τριῶν τῶν λουτρῶν ἐσομένων.
神命令在流经城中的那条河里沐浴;那河因雨水暴涨而湍急,神并预言将有三次沐浴。
γενομένου δὲ τοῦ προστάγματος ὡς ἐπύθοντο συνῆλθον οἱ σπουδαιότατοι τῶν φίλων παραπέμποντες καὶ φροντίζοντες ὅ τι ἀποβήσοιτο, καὶ ἅμα ἀντʼ ἄλλης ἱστορίας ποιούμενοι ἰδεῖν τὰ γιγνόμενα, καὶ γὰρ δὴ καὶ ἡ ἡμέρα χειμέριος ἦν.
命令下达时,一听到消息,我最热忱的朋友们便聚集在一起,护送着我,并担忧着事情会如何收场,同时,他们把观看将发生的事情当作绝无仅有的奇观,因为那一天确实是风雪交加的冬日。
πρῶτον μὲν οὖν ὕσθημεν παρὰ τὴν ὁδὸν καὶ τὸ πρῶτον ἦν τῶν λουτρῶν τοῦτο· καὶ γὰρ ἀνῄειμεν ἀνωτέρω τὴν ἐφʼ Ἵππωνος, βουλόμενοι καθαρῷ τῷ ὕδατι ἐντυχεῖν καὶ ὃ μήπω ὡμίληκε τῇ πόλει.
于是首先,我们在路上被雨淋透,这便是那三次沐浴中的第一次;因为我们沿着希蓬之路往更高处走,希望能遇到尚未与城市接触过的清澈之水。
ὡς δὲ ἐγενόμεθα ἐπὶ τῆς ὄχθης, οὐδεὶς τῶν φίλων ἐθάρρει παρακελεύσασθαι, καίτοι παρῆν μὲν ὁ νεωκόρος αὐτὸς, παρῆσαν δὲ καὶ τῶν φιλοσόφων τινὲς, ἄνδρες καλοὶ κἀγαθοὶ, ἀλλʼ ὅμως ἀγωνιῶντες καὶ ἀπορούμενοι φανεροὶ πάντες ἦσαν.
可是当我们到达岸边时,朋友中没有一个人有勇气来鼓动我,尽管神殿守本人就在场,也有几位哲学家在场——他们都是高尚优秀的男子——但他们显然都处于极度的焦虑和无措之中。
κἀγὼ τά τε ἱμάτια ἀπερρίπτουν καὶ καλέσας τὸν θεὸν ἵεμαι εἰς μέσον τὸν πόρον.
而我脱掉衣服,呼唤着神,冲向了河流中央。
ὁ δὲ ἐκυλίνδει μὲν πέτρας, ἔφερε δὲ ὕλην, ἐκύμαινε δὲ ὥσπερ ἐξ ἀνέμου, καὶ τῶν κάτω φανερὸν ἦν οὐδὲν, ἠχὴ δὲ καὶ θόρυβος πολύς.
河水翻滚着巨石,冲刷着漂流木,像被狂风吹拂般掀起波浪,水底什么也看不见,只有隆隆的巨响和巨大的喧嚣。
ἐνταῦθα δὴ αἱ μὲν πέτραι ἀντὶ φύλλων περιέρρεον, τὸ δὲ ὕδωρ οὕτω κοῦφον ἦν ὡς οὐδὲν τῶν καθαρῶς διαφανῶν, καὶ διέτριψα δὴ εἰς ὅσον πλεῖστον ἐξῆν.
就在那时,落下的岩石像树叶般在我的周围漂流,而水是如此轻盈,不亚于任何清澈透明之物,我便在其中尽我所能停留了最长时间。
ὡς δʼ ἐξέβην ἐπὶ τὴν ὄχθην, θέρμη διὰ παντὸς ἐχώρει τοῦ σώματος καὶ ἀτμὸς ἄνω πολὺς, καὶ πάντα ἐπεφοίνικτο, καὶ τὸν παιᾶνα ᾔδομεν.
当我上到岸上时,一股热气传遍全身,升腾起浓浓的水汽,全身皮肤都变得通红,我们唱起了阿波罗赞歌。
καὶ ὡς ἐπανῄειμεν, αὖθις αὖ ὕδωρ ἐπιγίγνεται ἐκ Διὸς, καὶ τὸ τρίτον τῶν λουτρῶν εἰς τοῦτο ἐτελεύτησεν.
当我们回去时,天空中再次下起雨来,第三次沐浴便以此告终。
ἕτερον τοίνυν ἐν Ἐλαίᾳ ταύτῃ γενόμενον.
另外,在这座埃莱亚也发生了另一件事。
ἔπεμψέ με λουσόμενον θαλάττῃ, πλοῖόν τε δὴ προειπὼν §303Ἀσκληπιὸν ὁρμοῦν ἐπὶ τῷ στόματι τοῦ λιμένος, καθʼ ὃ ῥῖψαι δεῖν ἑαυτὸν, καὶ φωνάς τινας τῶν ναυτῶν καὶ ἕτερα ἃ οὐ μέμνημαι πάνθʼ ἑξῆς τοῖς μεθʼ ἡμέραν ἀποβᾶσιν ὁμολογήσαντα.
神派我去海里沐浴,并预言会有一艘船名为“阿斯克勒庇俄斯号”,正停泊在港口出海口,而我必须在该处跳入水中,还有船员们的一些呼喊声以及其他我不记得的事情,所有这些都与白天接连发生的事实一一吻合。
ὡς οὖν κατήλθομεν εἰς τὴν Ἐλαίαν, παρῆμεν ἔξω πρὸς τὸν λιμένα, καὶ εὐθὺς μὲν τὸ πλοῖον εὑρίσκετο, Ἀσκληπιὸς ὄνομα, εὐθὺς δʼ ἐβόων οἱ ναῦται τὸν θεὸν, ὡς εἶδον τὰ γιγνόμενα.
于是,当我们下到埃莱亚,来到港口外面时,立刻就找到了那艘名为“阿斯克勒庇俄斯”的船,而船员们一看到发生的事情,便立刻大声呼喊神的名。
ἦν δὲ ἀπαρκτίας λαμπρὸς, ὥστʼ ἐκβὰς ἐδεήθην σκέπης.
当时北风凛冽,以至于我出水后需要避风之所。
πάλιν οὖν τῆς ἐπιούσης νυκτὸς κελεύει τῇ μὲν θαλάττῃ κατὰ ταὐτὰ χρῆσθαι, ἐκβάντα δὲ τοῦ ὕδατος στάντα ἐναντίον τοῦ ἀνέμου οὕτω θεραπεῦσαι τὸ σῶμα.
于是,在接下来的那个晚上,神再次命令以同样的方式使用海水,并且在出水后迎风站立,以此来治疗身体。
καὶ ὅτι μὲν πολλοῖς ἤδη τοιαῦτα ἐπιτέτακται σύνοιδα· ἀλλὰ πρῶτον μὲν κατʼ αὐτὸ τοῦτο θαυμαστότερον τὸ τοῦ θεοῦ, ἐπὶ πολλῶν καὶ συνεχῶς τὴν αὑτοῦ δύναμιν καὶ πρόνοιαν ἐμφανίζοντος, ἔπειτα εἴ τις ἅπαν τὸ ἡμέτερον ἐνθυμηθείη.
我知道,此前已有许多人被命行类似的事情;但首先,正是在这一点上,神明在众多人身上且持续不断地显现其力量与关怀,这显得更加令人惊叹;其次,如果有人能考虑到我们的全部境况。
καίτοι τίς οἷός τʼ ἂν εἴη λογισμῷ λαβεῖν ἐν οἷς ἡμεῖς ἦμεν τότε;
然而,有谁能用理智来领会我们当时所处的情境呢?
ἴσασι δὲ οἱ ἐφʼ ἑκάστων παρόντες, τοῦτο μὲν ὡς τὰ τοῦ χρωτὸς εἶχε, τοῦτο δὲ ὡς τἄνδοθεν.
那些在每个场合在场的人都知道,一方面我的皮肤状况如何,另一方面我的体内情况又是如何。
ἔτι δὲ ῥεῦμα ἐκ τῆς κεφαλῆς ὅσαι καὶ ἡμέραι καὶ νύκτες φερόμενον καὶ κλυδώνιον ἐν τῷ στήθει καὶ πνεῦμα ἀντανιὸν πρὸς τὸ ῥεῦμα ἄνω καὶ συνισχόμενον ἐν τῷ τραχήλῳ, καὶ πιμπρὰν, καὶ τοσαύτην ἀεὶ τοῦ θανάτου τὴν προσδοκίαν, ὥστε μηδʼ οἰκέτην καλέσαι θαρρεῖν, ἀλλὰ νομίζειν μάτην ἂν καλεῖν, φθῆναι γὰρ ἂν τὸ χρῆμα περανθέν.
此外,还有日日夜夜从头部流下的粘液,胸中的起伏,以及与粘液对抗、向上升腾并在喉咙处受阻而窒息的呼吸,伴随着灼烧感,以及随时对死亡的极度预感,以至于我甚至不敢呼唤仆人,反而认为呼唤也是徒劳,因为在那之前事情就已经完成了。
πρὸς δὲ τούτοις ὤτων καὶ ὀδόντων παντοῖα συμπτώματα καὶ τάσιν ἐν κύκλῳ τῶν φλεβῶν καὶ τροφὴν ἄπορον μὲν κατέχειν, ἄπορον δὲ ἐμεῖν· ὅ τι γὰρ καὶ μικρὸν ψαύσειε τῆς φάρυγγος ἢ τῆς ὑπερώας, ἔκλειε τὸν πόρον, κᾆτα ἀναλαβεῖν οὐκ ἦν.
除此之外,耳朵和牙齿还有各种症状,周身血管紧张,而食物既难以吞下留住,又难以吐出;因为只要有任何一点微小的东西触及咽喉或口盖,就会封闭通道,随后便无法恢复。
ὀδύνη δὲ εἰς ἐγκέφαλον διάπυρος καὶ προσβολαὶ πᾶσαι, κἀν ταῖς νυξὶν ἀμηχανία κατακλίσεως, ἀλλʼ ἔδει μετεωρίσαντα αὑτὸν καρτερεῖν προκεκυφότα, τὴν κεφαλὴν ἔχοντα πρὸς τοῖς γόνασι.
还有直达大脑的灼烧般剧痛和各种发作,在夜里甚至无法躺下,而必须直起身体、向前弯曲着坚持,把头靠在膝盖上。
τούτοις δʼ, οἶμαι, τοιούτοις οὖσι καὶ ἑτέροις μυρίοις ἀναγκαίως εἵπετο ἐρίοις τε κατειλίχθαι καὶ ἑτέροις σκεπάσμασι· καὶ κάθειρξις ἦν ἀκριβὴς, συγκεκλειμένων πάντων, ὥστε ἡμέρα μὲν νύκτα ἠδύνατο, αἱ
我想,由于这些及其他无数类似的症状,必然伴随着用羊毛和其他覆盖物将自己严实包裹;并且处于一切紧闭的严格禁闭中,以至于白天等同于黑夜,而[黑夜...]

词汇与语法注释

  1. §302τὸ ὕδωρ τοσοῦτον διέλιπεν ὅσον ἀρκέσαι — 动词 `διέλιπεν`(源自 `διαλείπω`,意为“留出间隔、停止”)在此指雨水暂时停息。`τοσοῦτον... ὅσον` 后面接不定式 `ἀρκέσαι` 的关联结构表示程度或结果,意为“雨停的时间刚好够路途之需”,描绘了神明庇护下的奇迹般的天气状况。
  2. §302ὕσθημεν — 动词 `ὕω`(下雨)的被动语态第一人称复数过去式,意为“我们被雨淋了”。作者幽默且带有讽刺意味地将前往河边的路上淋暴雨这件事,解读为神明预言中的“第一次沐浴(`τὸ πρῶτον... τῶν λουτρῶν`)”。
  3. §303ἡμέρα μὲν νύκτα ἠδύνατο — 动词 `δύναμαι` 在此携带宾格(`νύκτα`),用于表示“相当于、具有……的等同效力”这一特殊惯用表达。这表示由于生病,作者被关在所有门窗紧闭的房间里,以至于“白天等同于黑夜”(即白天也像黑夜一样黑暗和寂静)。

引用这一段

阿里斯·台德斯, 圣书二 §302-303. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg024.humanitext-grc2:302-303

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。