Humanitext Reader

阿里斯·台德斯 · 圣书二 §299-300

郊外的瘟疫与阿斯克勒庇俄斯的显现

第 5 段,共 10 段 · 希腊语

内容简介

阿里斯泰德斯讲述了过去神启的应验过程,描述了他在郊外避暑时从一场严重的瘟疫中康复的经历。在垂死之际,阿斯克勒庇俄斯和雅典娜在幻象中显现,给予他安慰和治疗方案。

§299λογίοις καὶ πρότερον καὶ ὕστερον γενομένοις, κατὰ ταυτὸν ἀμφοτέροις ἐδηλώθη μετὰ τοιαύτης τῆς βοηθείας.
……在许多其他发生于在此之前和之后的神启之外,神明以这种拯救之法,同样向两边示现了。
φέρε δὴ τὸν ἐξ ἀρχῆς ἀποδῶμεν λόγον, καὶ συνάψωμεν ὡς ἔσχε τὰ τῆς χρησμῳδίας τῆς περὶ τῶν ἐτῶν.
且让我们回到最初的叙述,并将关于那些年份的预言的事情联系起来。
ὅτι μὲν γὰρ ἅπαντα τοῦτον τὸν χρόνον αὐτὸς ἦν ὁ σώζων καὶ ἡμέραν ἐφʼ ἡμέρᾳ δωρούμενος, μᾶλλον δὲ καὶ νῦν αὐτός ἐστιν ὁ σώζων, συνίσασιν ὅσοι καὶ μικρόν τι τῶν ἡμετέρων ἴσασιν.
因为在这整个时期,是他自己一直在拯救并一天天赐予我生命,甚至现在也依然是他自己一直在救赎,对此,凡是稍微了解我们情况的人都是知道的。
ἀλλʼ ἐπειδὴ διεγένετο χρόνος ὁ τῆς προρρήσεως, συνέβη τοιάδε.
然而,当预言的期限过去后,发生了以下的事情。
μικρὸν δὲ ἀναλήψομαι.
我想稍微往前追溯一下。
ἔτυχον μὲν ὢν ἐν τῷ προαστείῳ κατὰ θέρους ἀκμὴν, νόσος δὲ κατέσχε λοιμώδης πάντας σχεδὸν τοὺς προσχώρους.
当时正值盛夏,我恰好在郊外,一场瘟疫般的疾病袭击了几乎所有的邻里。
τῶν δὲ οἰκετῶν τὸ μὲν πρῶτον δύο καὶ τρεῖς ἔκαμνον, ἔπειτα ἄλλος καὶ ἄλλος· ἔπειτʼ ἔκειντο ἅπαντες καὶ νεώτεροι καὶ πρεσβύτεροι· τελευταῖος δὲ ἐλήφθην ἐγώ.
在仆人中,起初两三个人病倒,接着是一个接一个,随后所有人都卧床不起,无论年轻的还是年老的;而我最后一个被传染。
ἰατροὶ δὲ ἐφοίτων ἐξ ἄστεος καὶ τοῖς ἀκολούθοις αὐτῶν ἐχρώμεθα διακόνοις, οἱ δέ τινες καὶ αὐτοὶ προσεδρεύοντες ἀντὶ διακόνων ἦσαν.
医生们从城里来,我们用他们的随从作为看护,有些人自己也留下来帮忙充当看护。
ἔκαμνε δὲ καὶ ὑποζύγια, καὶ εἴ που κινηθείη τις, εὐθὺς πρὸ θυρῶν ἔκειτο· ὥστε οὐδʼ ἂν πλῷ χρήσασθαι περὶ τῶν συμβαινόντων ἐξῆν ἔτι ῥᾳδίως.
甚至牲畜也病倒了,只要谁在什么地方动一下,就立刻倒在门前;以至于因为所发生的事情,连通过航行也不再容易。
πάντα δʼ ἦν μεστὰ ἀθυμίας, οἰμωγῆς, στόνου, δυσκολίας ἁπάσης, ἦσαν δὲ κἀν τῇ πόλει νόσοι δειναί.
一切都充满了沮丧、哀号、呻吟和各种困难,而城里也流行着可怕的疾病。
τέως μὲν οὖν ἀντεῖχον οὐδὲν ἧττον τῆς τῶν ἄλλων σωτηρίας ἢ τῆς ἐμαυτοῦ προνοούμενος, ἔπειτα ἐπέτεινέ τε ἡ νόσος καὶ κατελήφθην ὑπὸ δεινοῦ πυρὸς χολῆς παντοίας, ἣ συνεχῶς νύκτα καὶ ἡμέραν ἠνώχλει, καὶ τῆς τροφῆς ἀπεκεκλείμην καὶ ἡ δύναμις κατελέλυτο.
在一段时间里,我还在坚持,对别人的安危像对自己一样关心,但随后病情加剧,我被各种胆汁引起的剧烈高热所击倒,这高热不分昼夜连续不断地折磨着我,我也无法进食,体力彻底衰竭。
καὶ οἱ ἰατροὶ ἀφίσταντο καὶ τελευτῶντες ἀπέγνωσαν παντάπασι, καὶ διηγγέλθη ὡς οἰχησομένου αὐτίκα.
医生们离去了,最后完全放弃了希望,并且有传言说我即将死去。
τὸ μέντοι τοῦ Ὁμήρου κἀν τούτοις εἶπες ἂν, τὸ "νόος γε μὲν ἔμπεδος ἦεν" .
然而在这些情况下,你也可以用荷马的那句话:‘他的心智却依然健全。
οὕτω παρηκολούθουν ἐμαυτῷ, ὥσπερ ἂν ἄλλῳ τινὶ, καὶ ᾐσθανόμην ὑπολείποντος ἀεὶ τοῦ σώματος, ἕως εἰς τοὔσχατον ἦλθον.
’我像观察别人一样观察着自己,感到身体不断衰退,直到我走到了尽头。
τοιούτων δὲ ὄντων ἔτυχον μὲν εἰς τὸ εἴσω τετραμμένος τῆς κλίνης, ἔδοξα δὲ ὡς ὄναρ· αὐτὸ δὲ ἦν ἄρα ἡ λύσις· §300ἔδοξα δὲ καὶ δὴ ἐπὶ τέλει τοῦ δράματος εἶναι, καὶ τοὺς ἐμβάτας ἀποτίθεσθαι, καὶ τὰς κρηπῖδας μεταλήψεσθαι τοῦ πατρός.
在这种情况下,我恰好转面向着床里侧,我做了一个梦——而这,其实正是解脱的开始:我似乎已经到了戏剧的尾声,脱下了悲剧鞋,准备换上父亲的半靴。
κἀν τούτοις ὄντα στρέφει μὲ ὁ σωτὴρ Ἀσκληπιὸς τὴν εἰς τὸ ἔξω στροφὴν ἐξαίφνης.
正在这时,拯救者阿斯克勒庇俄斯突然把我转向了外侧。
ἔπειτα οὐ πολὺ ὕστερον ἡ Ἀθηνᾶ φαίνεται τήν τε αἰγίδα ἔχουσα καὶ τὸ κάλλος καὶ τὸ μέγεθος καὶ σύμπαν δὴ σχῆμα οἵα περ ἡ Ἀθήνησιν ἡ Φειδίου.
接着没过多久,雅典娜显现了,她携带着神盾,其美貌、身姿和整个形态就像雅典的那尊菲迪亚斯所造的塑像。
ἀπῶζε δὲ καὶ τῆς αἰγίδος ὅτι ἥδιστον, καὶ ἦν κηρῷ τινι προσφερὴς, θαυμαστὴ καὶ αὕτη τὸ κάλλος καὶ τὸ μέγεθος.
神盾散发出极甜美的香气,而她宛如一尊蜡像,其美丽与庄严也是令人惊叹的。
ἐφαίνετο μὲν δὴ μόνῳ στᾶσα καταντικρὺ καὶ ὅθεν αὐτὴν ὡς κάλλιστα ἔμελλεν ὄψεσθαι.
她只对我一个人显现,站在对面,也是最能让我完美看清她的地方。
ἐγὼ δὲ ἐπεδείκνυν καὶ τοῖς παροῦσι, δύο δʼ ἤστην τῶν φίλων καὶ τροφὸς, βοῶν καὶ ὀνομάζων τὴν Ἀθηνᾶν ὅτι ἑστήκοι τε αὕτη ἀπαντικρὺ καὶ διαλέγοιτο καὶ τὴν αἰγίδα ἀπεδείκνυν· οἱ δʼ οὐκ εἶχον ὅ τι χρήσοιντο, ἀλλʼ ἠπόρουν τε καὶ ἐδεδοίκεσαν μὴ παραληρῶν ἄρα τυγχάνω, πρίν γε δὴ τήν τε δύναμιν συνεώρων ἀναφερομένην καὶ τῶν λόγων ἤκουσαν ὧν ἤκουσα παρὰ τῆς θεοῦ.
我也向在场的人指明她——当时有我的两位朋友和奶妈——我大声呼喊并呼唤着雅典娜的名字,说她正站在对面跟我说话,并指着神盾;而他们不知如何是好,只是困惑并害怕我当时是否真的在说胡话,直到他们终于看到我恢复了体力,并听到了我从女神那里听到的那些话。
καὶ ἔστιν ἃ μέμνημαι τοιάδε.
我能记住的部分如下。
ἀνεμίμνησκέ με τῆς Ὀδυσσείας καὶ ἔφασκεν οὐ μύθους εἶναι ταῦτα, τεκμαίρεσθαι δὲ χρῆναι καὶ τοῖς παροῦσι.
她让我想起《奥德赛》,并说这些并不是神话,应当从当前的事实中去推断。
δεῖν οὖν καρτερεῖν, εἶναι δʼ αὐτὸν πάντως καὶ τὸν Ὀδυσσέα καὶ τὸν Τηλέμαχον καὶ δεῖν αὐτῷ βοηθεῖν· καὶ ἄλλα τοιουτότροπα ἤκουσα.
因此必须坚持,他在各方面完全就是奥德赛和忒勒马科斯,必须帮助他;我还听到了其他类似的话。
οὕτως ἐφάνη τε ἡ θεὸς καὶ παρεμυθήσατο καὶ ἀνέσωσε καὶ δὴ κείμενον καὶ τῶν εἰς τὴν τελευτὴν οὐδενὸς ἔτι ἐλλείποντος.
女神就这样显现、安慰并拯救了我,即使我躺在那里,距离死亡已无多大距离。
καὶ δῆτα εὐθύς με εἰσῆλθε κλύσματι χρήσασθαι μέλιτος Ἀττικοῦ, καὶ ἐγένετο κάθαρσις χολῆς.
确实,紧接着我便产生了一个念头,要用阿提卡的蜂蜜来灌肠,随后胆汁便排空了。
καὶ μετὰ ταῦτα ἧκεν ἰάματα καὶ τροφαί· πρῶτον μὲν ἧπαρ, οἶμαι, χηνὸς μετὰ τὴν πολλὴν ἀπόρρησιν πρὸς ἅπαντα τὰ σιτία· ἔπειτα ὑείου τι ὑπογαστρίου.
在这之后,疗法和食物便送来了:在对所有食物长期拒绝之后,首先送来的是——我想是鹅肝;接着是一些猪腩肉。
ἔπειτʼ ἐκομίσθην εἰς τὴν πόλιν ἐπʼ ὀχήματος καταστέγου καὶ μακροῦ, καὶ κατὰ μικρὸν οὕτω συνηγειρόμην μόλις τε καὶ χαλεπῶς, οὐ μέντοι πρότερόν γε ὁ πυρετὸς παντελῶς ἐξέλιπε πρὶν ἐτελεύτησέ μοι τῶν τροφίμων ὁ πλείστου ἄξιος.
然后我坐着一辆有顶的长马车被送往城里,就这样渐渐地、勉强且艰难地康复起来。 然而,直到我最珍视的家仆去世,我的热病才完全退去。
τῇ δʼ αὐτῇ ἡμέρᾳ, ὡς ὕστερον ἔγνων, ἐκεῖνός τε ἐτεθνήκει καὶ ἡ νόσος ᾤχετο ἀπιοῦσα.
正如我后来得知的,就在同一天,他去世了,而我的疾病也随之离去。
οὕτω τόν τε ἄχρι
如此,直到……

词汇与语法注释

  1. 299ἀποδῶμεν — 第一人称复数虚拟式(劝诱),在这里用于一种常见的习惯表达,意为在偏离主题后“让我们回到/恢复”原本的叙事主线。
  2. 299ὅτι μὲν γὰρ ἅπαντα τοῦτον τὸν χρόνον... συνίσασιν — 由 `ὅ提` 引导的宾语从句被置于其主句动词 `συνίσασιν`(“他们知道”)之前,形成了明显的倒装结构(hyperbaton),起到了强调作用。
  3. 299ἂν... ἐξῆν — `ὥστε` 从句中 `ἂν` 与未完成过去时 `ἐξῆν` 连用,表示过去的可能性或虚拟语气,指出在当时的危急情况下,“(即使想走)乘船撤离也不是件容易的事”。
  4. 300ὅ τι χρήσοιντο — 表现了直接疑问句中的考虑虚拟式(deliberative subjunctive, 即 `τί χρήσωνται`,“他们该怎么办”),因主句动词 `εἶχον` 为过去时态而转变为间接引语中的希求式(斜格希求式, oblique optative)。
  5. 300δεῖν... εἶναι... δεῖν — 不定式均依赖于前文表示说话的动词 `ἔφασκεν`,延续了间接引语。不定式的宾格主语 `αὐτόν` 指的是作者本人。

引用这一段

阿里斯·台德斯, 圣书二 §299-300. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg024.humanitext-grc2:299-300

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。