- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg024.humanitext-grc2:299-300
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
アリステイデスは、過去の神託がどのように成就したかを語り、郊外で襲われた疫病からの回復について述べる。死にかけた彼にアスクレピオスとアテナが現れて励まし、治療法を啓示した。
λογίοις καὶ πρότερον καὶ ὕστερον γενομένοις, κατὰ ταυτὸν ἀμφοτέροις ἐδηλώθη μετὰ τοιαύτης τῆς βοηθείας. φέρε δὴ τὸν ἐξ ἀρχῆς ἀποδῶμεν1 λόγον, καὶ συνάψωμεν ὡς ἔσχε τὰ τῆς χρησμῳδίας τῆς περὶ τῶν ἐτῶν. ὅτι μὲν γὰρ ἅπαντα τοῦτον τὸν χρόνον αὐτὸς ἦν ὁ σώζων καὶ ἡμέραν ἐφʼ ἡμέρᾳ δωρούμενος, μᾶλλον δὲ καὶ νῦν αὐτός ἐστιν ὁ σώζων, συνίσασιν2 ὅσοι καὶ μικρόν τι τῶν ἡμετέρων ἴσασιν. ἀλλʼ ἐπειδὴ διεγένετο χρόνος ὁ τῆς προρρήσεως, συνέβη τοιάδε. μικρὸν δὲ ἀναλήψομαι. ἔτυχον μὲν ὢν ἐν τῷ προαστείῳ κατὰ θέρους ἀκμὴν, νόσος δὲ κατέσχε λοιμώδης πάντας σχεδὸν τοὺς προσχώρους. τῶν δὲ οἰκετῶν τὸ μὲν πρῶτον δύο καὶ τρεῖς ἔκαμνον, ἔπειτα ἄλλος καὶ ἄλλος· ἔπειτʼ ἔκειντο ἅπαντες καὶ νεώτεροι καὶ πρεσβύτεροι· τελευταῖος δὲ ἐλήφθην ἐγώ. ἰατροὶ δὲ ἐφοίτων ἐξ ἄστεος καὶ τοῖς ἀκολούθοις αὐτῶν ἐχρώμεθα διακόνοις, οἱ δέ τινες καὶ αὐτοὶ προσεδρεύοντες ἀντὶ διακόνων ἦσαν. ἔκαμνε δὲ καὶ ὑποζύγια, καὶ εἴ που κινηθείη τις, εὐθὺς πρὸ θυρῶν ἔκειτο· ὥστε οὐδʼ ἂν πλῷ χρήσασθαι περὶ τῶν συμβαινόντων ἐξῆν3 ἔτι ῥᾳδίως. πάντα δʼ ἦν μεστὰ ἀθυμίας, οἰμωγῆς, στόνου, δυσκολίας ἁπάσης, ἦσαν δὲ κἀν τῇ πόλει νόσοι δειναί. τέως μὲν οὖν ἀντεῖχον οὐδὲν ἧττον τῆς τῶν ἄλλων σωτηρίας ἢ τῆς ἐμαυτοῦ προνοούμενος, ἔπειτα ἐπέτεινέ τε ἡ νόσος καὶ κατελήφθην ὑπὸ δεινοῦ πυρὸς χολῆς παντοίας, ἣ συνεχῶς νύκτα καὶ ἡμέραν ἠνώχλει, καὶ τῆς τροφῆς ἀπεκεκλείμην καὶ ἡ δύναμις κατελέλυτο. καὶ οἱ ἰατροὶ ἀφίσταντο καὶ τελευτῶντες ἀπέγνωσαν παντάπασι, καὶ διηγγέλθη ὡς οἰχησομένου αὐτίκα. τὸ μέντοι τοῦ Ὁμήρου κἀν τούτοις εἶπες ἂν, τὸ "νόος γε μὲν ἔμπεδος ἦεν". οὕτω παρηκολούθουν ἐμαυτῷ, ὥσπερ ἂν ἄλλῳ τινὶ, καὶ ᾐσθανόμην ὑπολείποντος ἀεὶ τοῦ σώματος, ἕως εἰς τοὔσχατον ἦλθον. τοιούτων δὲ ὄντων ἔτυχον μὲν εἰς τὸ εἴσω τετραμμένος τῆς κλίνης, ἔδοξα δὲ ὡς ὄναρ· αὐτὸ δὲ ἦν ἄρα ἡ λύσις·
前後にもたらされた神託によって、このような助けとともに、両者に対して同じように示されたのである。 さあ、初めからの話を返し、数年の期間に関する神託がどのようであったかを結びつけよう。というのも、この全期間を通じて、彼自身が救い手であり、日ごとに命を与えてくださったこと、それどころか今でも彼自身が救い手であることは、私の事柄を少しでも知っている人々なら誰もが知っているからである。しかし、予言された期間が経過したとき、次のようなことが起こった。少し遡ることにしよう。私は夏の盛りに郊外にいたのだが、伝染病が近隣のほぼすべての人々を襲った。使用人たちのうち、最初は二人、三人が病気になり、次にまた一人、また一人となり、やがて若い者も年老いた者も全員が倒れ、最後に私が罹患した。医師たちが町から通ってきており、私たちは彼らの従者たちを介添えとして使っていたが、中には一部の人々自身が付き添って介添えの代わりをしてくれた。家畜までもが病気になり、もし誰かがどこかへ動こうものなら、すぐに戸口の前に倒れ込んだ。そのため、起こっている事態のために、もはや船旅をすることさえ容易にはできなかった。すべてが落胆、嘆き、呻き、あらゆる困難に満ちており、市内でも恐ろしい病気が流行っていた。しばらくの間は、私も他人の救済にも自分自身のことと同様に心を配り、何とか持ちこたえていたが、やがて病気が悪化し、私はあらゆる種類の胆汁による激しい熱に襲われた。それは昼夜を問わず絶え間なく私を苦しめ、食事も受け付けず、体力は衰え尽くした。医師たちも手を引き、最後には完全に諦めて、私が間もなく死ぬだろうという噂が流れた。しかしながら、このような状況にあっても、ホメロスのあの言葉「心はしっかりしていた」を言うことができただろう。私は、他人のことであるかのように自分の状態を観察しており、身体がだんだんと衰えていくのを感じ、ついに極限にまで達した。そのような状態の中、私は寝台の内側を向いていたのだが、夢のようなものを見た。しかしそれこそが実に解放であったのだ。
ἔδοξα δὲ καὶ δὴ ἐπὶ τέλει τοῦ δράματος εἶναι, καὶ τοὺς ἐμβάτας ἀποτίθεσθαι, καὶ τὰς κρηπῖδας μεταλήψεσθαι τοῦ πατρός. κἀν τούτοις ὄντα στρέφει μὲ ὁ σωτὴρ Ἀσκληπιὸς τὴν εἰς τὸ ἔξω στροφὴν ἐξαίφνης. ἔπειτα οὐ πολὺ ὕστερον ἡ Ἀθηνᾶ φαίνεται τήν τε αἰγίδα ἔχουσα καὶ τὸ κάλλος καὶ τὸ μέγεθος καὶ σύμπαν δὴ σχῆμα οἵα περ ἡ Ἀθήνησιν ἡ Φειδίου. ἀπῶζε δὲ καὶ τῆς αἰγίδος ὅτι ἥδιστον, καὶ ἦν κηρῷ τινι προσφερὴς, θαυμαστὴ καὶ αὕτη τὸ κάλλος καὶ τὸ μέγεθος. ἐφαίνετο μὲν δὴ μόνῳ στᾶσα καταντικρὺ καὶ ὅθεν αὐτὴν ὡς κάλλιστα ἔμελλεν ὄψεσθαι. ἐγὼ δὲ ἐπεδείκνυν καὶ τοῖς παροῦσι, δύο δʼ ἤστην τῶν φίλων καὶ τροφὸς, βοῶν καὶ ὀνομάζων τὴν Ἀθηνᾶν ὅτι ἑστήκοι τε αὕτη ἀπαντικρὺ καὶ διαλέγοιτο καὶ τὴν αἰγίδα ἀπεδείκνυν· οἱ δʼ οὐκ εἶχον ὅ τι χρήσοιντο,4 ἀλλʼ ἠπόρουν τε καὶ ἐδεδοίκεσαν μὴ παραληρῶν ἄρα τυγχάνω, πρίν γε δὴ τήν τε δύναμιν συνεώρων ἀναφερομένην καὶ τῶν λόγων ἤκουσαν ὧν ἤκουσα παρὰ τῆς θεοῦ. καὶ ἔστιν ἃ μέμνημαι τοιάδε. ἀνεμίμνησκέ με τῆς Ὀδυσσείας καὶ ἔφασκεν οὐ μύθους εἶναι ταῦτα, τεκμαίρεσθαι δὲ χρῆναι καὶ τοῖς παροῦσι. δεῖν5 οὖν καρτερεῖν, εἶναι δʼ αὐτὸν πάντως καὶ τὸν Ὀδυσσέα καὶ τὸν Τηλέμαχον καὶ δεῖν αὐτῷ βοηθεῖν· καὶ ἄλλα τοιουτότροπα ἤκουσα. οὕτως ἐφάνη τε ἡ θεὸς καὶ παρεμυθήσατο καὶ ἀνέσωσε καὶ δὴ κείμενον καὶ τῶν εἰς τὴν τελευτὴν οὐδενὸς ἔτι ἐλλείποντος. καὶ δῆτα εὐθύς με εἰσῆλθε κλύσματι χρήσασθαι μέλιτος Ἀττικοῦ, καὶ ἐγένετο κάθαρσις χολῆς. καὶ μετὰ ταῦτα ἧκεν ἰάματα καὶ τροφαί· πρῶτον μὲν ἧπαρ, οἶμαι, χηνὸς μετὰ τὴν πολλὴν ἀπόρρησιν πρὸς ἅπαντα τὰ σιτία· ἔπειτα ὑείου τι ὑπογαστρίου. ἔπειτʼ ἐκομίσθην εἰς τὴν πόλιν ἐπʼ ὀχήματος καταστέγου καὶ μακροῦ, καὶ κατὰ μικρὸν οὕτω συνηγειρόμην μόλις τε καὶ χαλεπῶς, οὐ μέντοι πρότερόν γε ὁ πυρετὸς παντελῶς ἐξέλιπε πρὶν ἐτελεύτησέ μοι τῶν τροφίμων ὁ πλείστου ἄξιος. τῇ δʼ αὐτῇ ἡμέρᾳ, ὡς ὕστερον ἔγνων, ἐκεῖνός τε ἐτεθνήκει καὶ ἡ νόσος ᾤχετο ἀπιοῦσα. οὕτω τόν τε ἄχρι
私は劇の終わりに達し、舞台靴を脱ぎ、父の半靴に履き替えるのだと思われた。このような状態にあった私を、救い主アスクレピオスが突然、外側へと寝返らせた。それから間もなくして、アテナが現れた。彼女はアイギスを携え、その美しさと大きさと姿のすべてにおいて、まさにアテナイにあるペイディアス作の像のようであった。そしてアイギスからはこの上なく甘い香りが漂っており、それ〔アイギス〕はある種の蝋に似ており、それ自体も美しさと大きさにおいて驚くべきものであった。彼女は私一人に対して向かい合って立ち、そこからなら彼女を最もよく見ることができるような場所に〔立って現れた〕。私はそばにいた者たち――二人の友人と乳母がいたのだが――に向かって、アテナの名前を大声で呼びながら、彼女が向かいに立って話しかけているのだと示し、アイギスを指し示した。しかし彼らはどうしてよいか分からず、私がうわごとを言っているのではないかと当惑し、恐れていた。だがついに、彼らは私の体力が回復するのを目にし、私が女神から聞いた言葉を聞くに至った。私が覚えているのは次のようなことである。彼女は私に『オデュッセイア』を思い起こさせ、これらは作り話ではなく、現在の状況からも推し量るべきだと語った。したがって耐え忍ばねばならず、彼自身が完全にオデュッセウスでありテレマコスであって、彼を助けねばならないと。そして、私はそのような類の他の言葉も聞いた。このようにして女神は現れ、慰め、まさに横たわって死の直前にあった私を救ってくださった。そして実際、ただちに私にはアッティカの蜂蜜の浣腸を用いる考えが浮かび、胆汁の浄化が起こった。その後、治療と食べ物がもたらされた。すべての食べ物を長く拒絶した後で、まずは、私の思うに、ガチョウの肝臓、次に豚の腹肉であった。それから私は、屋根のある長い馬車に乗せられて市内へと運ばれ、そうして少しずつ、かろうじて、また困難を伴いながらも回復していった。しかしながら、私の使用人たちのうちで最も価値ある者が死ぬまでは、熱が完全に引くことはなかった。後で知ったことだが、まさにその同じ日に彼が亡くなり、病気は去っていった。このようにして、それまでの間…
- 299ἀποδῶμεν
1人称複数接続法(勧誘)であり、「(一時中断していた)話を本筋に戻そう」という決意や提案を表明する慣用的な表現。
- 299ὅτι μὲν γὰρ ἅπαντα τοῦτον τὸν χρόνον... συνίσασιν
主節の動詞 συνίσασιν(知っている)に導かれる目的語名詞節(ὅτι 節)が、文頭に大きく前置された倒置構造(ハイパーバトン)を形成している。
- 299ἂν... ἐξῆν
ὥστε 節内の ἂν ... ἐξῆν(直説法過去、不変化詞 ἄν を伴い)は、過去における条件付きの不可能性や潜在的な不成立を示しており、当時の状況下では「(たとえ望んだとしても)船出することは容易ではなかっただろう」というニュアンスを表す。
- 300ὅ τι χρήσοιντο
直接疑問における deliberative subjunctive(審議の接続法 τί χρήσωνται「どうすべきか」)が、主節の過去時制 εἶχον(οὐκ εἶχον)の影響によって斜格の希求法(oblique optative)に変化したもの。
- 300δεῖν... εἶναι... δεῖν
先行する ἔφασκεν に導かれた間接話法の不定詞であり、εἶναι の意味上の主語である対格 αὐτόν は著者自身を指す。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(5 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-11-15 AI校閲 — 訳文 3 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
