Humanitext Reader

阿里斯·台德斯 · 圣书二 §297-298

奉献戒指与苦艾之梦的感应

第 4 段,共 10 段 · 希腊语

内容简介

阿里斯泰德斯讲述了他如何根据神的旨意奉献戒指以替代切除手指,并详述了他与神殿看守人菲拉德尔福斯之间关于饮用苦艾的梦境奇妙吻合,以及他亲身体验神明降临的强烈感受。

§297ἐπιβόθρια, οὕτω γὰρ αὐτὰ προσεῖπεν, ἔδει δὲ ἄρα βόθρους ὀρύξαντα ἐπʼ αὐτῶν δρᾶσαι τὰ ἱερὰ οἷστισι δὴ καὶ ἔδει θεῶν·
“坑上祭仪”(epibothria),因为神是这样称呼它们的;也就是说,必须挖好坑(bothroi),在坑上对那些应当祭祀的神明举行神圣的仪式。
ἔπειτα ἀναστρέφοντα λαβόντα κέρματα διαβαίνειν τε τὸν ποταμὸν καὶ ἀπορρίπτειν, καὶ ἕτερʼ ἄττα, οἶμαι, πρὸς τούτοις ἐκέλευσε.
然后,折返回来,拿上硬币,渡过河流并将它们扔掉,我想,神除此以外还命令了其他一些事情。
μετὰ δὲ ταῦτα ἐλθόντα εἰς τὸ ἱερὸν θῦσαι τῷ Ἀσκληπιῷ τέλεια καὶ στῆσαι κρατῆρας ἱεροὺς καὶ νεῖμαι μοίρας ἱερὰς ἅπασι τοῖς συμφοιτηταῖς·
在这之后,前往神殿,向阿斯克勒庇俄斯献祭完整的祭品,并立起神圣的混合瓮,给所有的同学分发神圣的份额。
δεῖν δὲ καὶ τοῦ σώματος αὐτοῦ παρατέμνειν ὑπὲρ σωτηρίας τοῦ παντός.
神还说,为了整体的救赎,必须切下他自己身体的一部分。
ἀλλὰ γὰρ εἶναι τοῦτο ἐργῶδες, τοῦτο μὲν καὶ δὴ παριέναι μοι, ἀντὶ δὲ τούτου τὸν δακτύλιον ὃν ἐφόρουν περιελόμενον ἀναθεῖναι τῷ Τελεσφόρῳ, τὸ γὰρ αὐτὸ ποιεῖν ὥσπερ ἂν εἰ τὸν δάκτυλον αὐτὸν προείμην, ἐπιγράψαι δὲ εἰς τὴν σφενδόνην τοῦ δακτυλίου, Κρόνου παῖ· ταῦτα ποιοῦντι σωτηρίαν εἶναι.
然而,因为这极具挑战性,神免除了我的这一要求,取而代之的是,摘下我戴着的戒指,献给特勒斯福罗斯——因为这具有如同献出手指本身相同的效果——并在戒指的台座上刻上“克洛诺斯之子”;对于做这些事的人,便会有救赎。
τὸ δὴ μετὰ τοῦτο ἔξεστιν εἰκάζειν ὅπως διεκείμεθα, καὶ ὁποίαν τινὰ ἁρμονίαν πάλιν ἡμᾶς ἡρμόσατο ὁ θεός.
这之后的事,人们可以想象我们当时的心境,以及神再次将我们调谐到了怎样的和谐之中。
σχεδὸν γὰρ ὥσπερ ἐν τελετῇ περὶ πάντα ταῦτα διήγομεν, παρεστώσης ἅμα τῷ φόβῳ τῆς ἀγαθῆς ἐλπίδος.
因为我们在经历这一切时,几乎就像是在进行某种入会仪式,恐惧中伴随着美好的希望。
ἀκόλουθα δὲ τούτοις καὶ εἰς ταυτὸν φέροντα καὶ τὰ χρόνῳ ὕστερον γενόμενα, ἐξ ὧν τὸ ἀψίνθιον ἔπιον.
与此相符并导向相同结果的,还有后来发生的事情,因此我饮下了苦艾。
ὅτι μὲν δὴ τῷ παντὶ φρικωδέστερον καὶ ἐναργέστερον αὐτὰς τὰς ὄψεις καθαρὰς διηγεῖσθαι δῆλον, ἀνάγκη δὲ ἐπὶ τῶν πλείστων χρῆσθαι τῇ ὑποθέσει ᾗπερ ἐνεστησάμην, καὶ κεφάλαια ἐπιτρέχειν, ὅπως ἂν ἀπαντᾷ τῷ λόγῳ.
显然,纯粹地讲述这些幻象本身要惊悚和清晰得多,但在大多数情况下,必须遵循我所设定的前提,简明扼要地叙述要点,以便与叙事相契合。
ἦν Φιλάδελφος τῶν νεωκόρων ἅτερος· τούτῳ γίγνεται τῆς αὐτῆς νυκτὸς ὄψις ὀνείρατος ἥπερ κἀμοὶ, μικρὰ δέ πως παρήλλαττεν.
神殿的看守人之一名叫菲拉德尔福斯;就在同一夜,他得到了与我一模一样的梦境幻象,只是略有不同。
ἐδόκει ὁ μὲν Φιλάδελφος, τοσαῦτα γὰρ οὖν ἔχω διαμνημονεῦσαι, ἐν τῷ θεάτρῳ τῷ ἱερῷ πλῆθος ἀνθρώπων εἶναι λευχειμονούντων καὶ συνεληλυθότων κατὰ τὸν θεὸν, ἐν δʼ αὐτοῖς ἑστῶτα ἐμὲ δημηγορεῖν τε καὶ ὑμνεῖν τὸν θεὸν, ἄλλα τε δὴ λέγοντα παντοῖα καὶ ὡς παρατρέψειέ μου τὰς μοίρας πολλαχῆ μὲν καὶ ἄλλῃ, ἔναγχος δὲ ὅτε καὶ ἀψίνθιον προσευρὼν προστάξειε πιεῖν ὄξει διειμένον, ὡς μὴ δυσχεράναιμι.
菲拉德尔福斯似乎看到——因为我能记住这么多——在神圣的剧场里聚集了许多身穿白衣、为神而来的人,而我站在他们中间,向群众演讲并歌颂神,讲述着各种事情,以及神如何在许多其他方面扭转了我的命运,尤其是最近,神发现了苦艾,并命令我用醋稀释后饮用,以免我感到反胃。
καί τινα κλίμακα, οἶμαι, ἐξήγγελλεν ἱερὰν καὶ παρουσίαν καὶ δυνάμεις τινὰς τοῦ θεοῦ θαυμαστάς.
我想,他还宣告了某种神圣的梯子、神的降临以及神的一些奇妙力量。
ταῦτα μὲν ὁ Φιλάδελφος
菲拉德尔福斯似乎看到了这些。
§298ἐδόκει· ἐμοὶ δὲ αὐτῷ τοιάδε ἐγίγνετο.
而对于我自己,则发生了以下的事情。
ἐδόκουν ἐν τοῖς προπυλαίοις ἑστάναι τοῦ ἱεροῦ, συνειλέχθαι δὲ καὶ ἄλλους πολλούς τινας, ὥσπερ ἡνίκα ἂν τὸ ἱερὸν καθάρσιον γίγνηται, εἶναι δὲ λευχείμονάς τε καὶ τἄλλα πρέποντα τῷ σχήματι.
我似乎站在神殿的前门(propylaea),许多其他人也聚集在那里,就像神殿举行净化仪式时那样,他们身穿白衣,在其他方面也符合这一仪态。
ἐνταῦθα δὴ ἄλλας τε φωνὰς ἠφίειν εἰς τὸν θεὸν καὶ δὴ καὶ μοιρονόμον προσεῖπον αὐτὸν, ὡς τὰς μοίρας τοῖς ἀνθρώποις διανέμοντα.
在那里,我向神发出了各种呼喊,甚至称他为“命运的分配者”(moironomos),因为他向人类分配命运。
ὡρμᾶτο δέ μοι τὸ ῥῆμα ἀπὸ τῶν εἰς ἐμαυτόν.
而这个词源于我自身的遭遇。
κἀπὶ τούτοις ἦν τὸ ἀψίνθιον ὅντινα δὴ τρόπον δηλωθὲν, ἐδηλώθη δὲ ὡς ἐναργέστατα, ὥσπερ οὖν καὶ μυρία ἕτερα ἐναργῆ τὴν παρουσίαν εἶχε τοῦ θεοῦ.
在这些之后,苦艾以某种方式被示现出来,而且示显得极其清晰,正如神临在的其他无数事件一样鲜明。
καὶ γὰρ οἷον ἅπτεσθαι δοκεῖν ἦν καὶ διαισθάνεσθαι ὅτι αὐτὸς ἥκοι καὶ μέσως ἔχειν ὕπνου καὶ ἐγρηγόρσεως καὶ βούλεσθαι ἐκβλέπειν, καὶ ἀγωνιᾶν μὴ προαπαλλαγείη, καὶ ὦτα παραβεβληκέναι καὶ ἀκούειν, τὰ μὲν ὡς ὄναρ, τὰ δὲ ὡς ὕπαρ, καὶ τρίχες ὀρθαὶ καὶ δάκρυα σὺν χαρᾷ καὶ γνώμης ὄγκος ἀνεπαχθὴς, καὶ τίς ἀνθρώπων ταῦτά γʼ ἐνδείξασθαι λόγῳ δυνατός;
因为那感觉就像是可以触碰到神,并清楚地感知到他亲自降临,介于梦境与清醒之间,想要睁眼去看,又焦虑于他是否会过早离去,侧耳倾听,有的像在梦中,有的像在现实中,毛发直立,泪水伴随着喜悦,精神上有一种毫无负担的崇高感——人类中又有谁能用言语表达这些呢?
εἰ δέ τις τῶν τετελεσμένων ἐστὶ, σύνοιδέ τε καὶ γνωρίζει.
但如果有谁是已经入会的人,他便会知晓并理解。
ὀφθέντων δὲ τούτων, ἐπειδὴ ἕως ἐγένετο, καλῶ τὸν ἰατρὸν Θεόδοτον· καὶ ὡς ἧκε, διηγοῦμαι τὰ ὀνείρατα.
看到这些之后,天刚亮,我就叫来了医生狄奥多托斯;他来后,我向他讲述了这些梦。
ὁ δʼ ἐθαύμαζε μὲν ὡς εἶχε δαιμονίως, ἠπόρει δὲ ὅ τι χρήσοιτο, χειμῶνός τε ὥρᾳ καὶ ἅμα τὴν ἄγαν ἀσθένειαν τοῦ σώματος δεδιώς· μηνῶν γὰρ ἤδη συχνῶν ἐκείμην ἔνδον.
他对这些梦的神妙深感惊异,但由于正值冬季,同时又担心我身体的极度虚弱,他一时不知该如何是好;因为我已经卧病在床好几个月了。
ἔδοξεν οὖν ἡμῖν οὐ χεῖρον εἶναι μεταπέμψασθαι καὶ τὸν νεωκόρον τὸν Ἀσκληπιακὸν, ᾤκουν δʼ ἐν αὐτοῦ κατʼ ἐκεῖνον τὸν χρόνον, καὶ ἅμα εἰώθειν κοινοῦσθαι τὰ πολλὰ τῶν ἐνυπνίων αὐτῷ.
因此,我们认为派人去请阿斯克勒庇俄斯神殿的看守人也是个不错的想法,因为那时我正好住在他的家里,而且习惯于把大多数梦境与他分享。
ἧκεν ὁ νεωκόρος· καὶ οὐκ ἔφθημεν ἡμεῖς ἀρξάμενοι πρὸς αὐτὸν λόγου, καὶ ὃς ἄρχεται διηγεῖσθαι ἡμῖν· ἄρτι, ἔφη, ἥκω παρὰ τοῦ συννόμου, τὸν Φιλάδελφον λέγων, αὐτὸς δέ με καὶ ἐκάλεσεν· εἶδε γὰρ νυκτὸς ὄψιν θαυμαστὴν σοὶ διαφέρουσαν.
看守人来了;我们还没来得及对他说起,他就开始向我们讲述:“我刚从我的同僚那里来,”他指的是菲拉德尔福斯,“他亲自叫我去的,因为他夜里看到了一个关于你的奇妙幻象。
καὶ οὕτω διηγεῖτο μὲν ὁ Ἀσκληπιακὸς ἃ εἶδεν ὁ Φιλάδελφος, ἐπιδιηγεῖται δὲ αὐτὸς ὁ Φιλάδελφος ὑφʼ ἡμῶν κληθείς.
”于是,阿斯克勒庇俄斯的看守人讲述了菲拉德尔福斯所看到的事情,随后,菲拉德尔福斯本人在我们的邀请下又亲自复述了一遍。
ὡς δὲ συνέβαινε τὰ ὀνείρατα, ἐχρώμεθα ἤδη ἰάματι, καὶ ἔπιον δὴ ὅσον οὐδείς πω πρόσθεν, καὶ τῆς ὑστεραίας κατὰ τὰ αὐτὰ ἐπισημήναντος τοῦ θεοῦ.
由于梦境完全吻合,我们立即采用了这一疗法,我饮下了前所未有之多的苦艾,第二天神也以同样的方式给出了指示。
καὶ τὴν μὲν ῥᾳστώνην τὴν περὶ τὴν πόσιν ἢ ὅσον ὤνησε τί τις ἂν λέγοι;
至于饮用后的轻松感,或者它带来了多大的益处,又有谁能说得尽呢?
ὅθεν δʼ οὖν ὁ λόγος οὗτος ὡρμήθη, τὰ γὰρ τῶν μοιρῶν ὡς κατεστήσατό μοι, πρὸς πολλοῖς ἄλλοις
无论如何,这个故事的起因——因为他如何为我确立了命运的事情——在许多其他事情之外……

词汇与语法注释

  1. §297δεῖν δὲ καὶ τοῦ σώματος αὐτοῦ παρατέμνειν ὑπὲρ σωτηρίας τοῦ παντός. — 不定动词 `δεῖν` 依赖于前文客观存在的陈述动词或前面的命令(`ἐκέλευσε`),延续了神谕的间接引语。`αὐτοῦ` 是指代说话者自身(阿里斯泰德斯)的属格,`παρατέμνειν` 意为“切下(肉体的)一部分”。这表达了神为了整体的拯救(健康)而要求切除其部分身体的惊人指示。
  2. §297τὸ γὰρ αὐτὸ ποιεῖν ὥσπερ ἂν εἰ τὸν δάκτυλον αὐτὸν προείμην — `ὥσπερ ἂν εἰ` 是伴随 `ἄν` 且省略了归结句动词的反事实条件句(与事实相反的虚拟语气)的定型表达,在此引导希求法动词 `προείμην`。意思是“就像如果我真的献出手指本身会产生同样的效果一样”,逻辑上解释了献出戒指是以替代切除手指的实际行为。
  3. §298οὐκ ἔφθημεν ἡμεῖς ἀρξάμενοι πρὸς αὐτὸν λόγου, καὶ ὃς ἄρχεται διηγεῖσθαι ἡμῖν — `οὐ φθάνω` + 分词 + `καί` + 直陈式 构成了表示“主语刚一……就……”的即时/同时性句式(在此为 `οὐκ ἔφθημεν ... ἀρξάμενοι ... καὶ ὃς ἄρχεται`)。此外,`καὶ ὃς` 中的 `ὃς` 是关系代词用作指示代词(“而他”)的古典期惯用法。

引用这一段

阿里斯·台德斯, 圣书二 §297-298. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg024.humanitext-grc2:297-298

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。