§299λογίοις καὶ πρότερον καὶ ὕστερον γενομένοις, κατὰ ταυτὸν ἀμφοτέροις ἐδηλώθη μετὰ τοιαύτης τῆς βοηθείας.
前後にもたらされた神託に加えて、このような助けとともに、両者に対して同じように示されたのである。
φέρε δὴ τὸν ἐξ ἀρχῆς ἀποδῶμεν λόγον, καὶ συνάψωμεν ὡς ἔσχε τὰ τῆς χρησμῳδίας τῆς περὶ τῶν ἐτῶν.
さあ、初めからの話を返し、数年の期間に関する神託がどのようであったかを結びつけよう。
ὅτι μὲν γὰρ ἅπαντα τοῦτον τὸν χρόνον αὐτὸς ἦν ὁ σώζων καὶ ἡμέραν ἐφʼ ἡμέρᾳ δωρούμενος, μᾶλλον δὲ καὶ νῦν αὐτός ἐστιν ὁ σώζων, συνίσασιν ὅσοι καὶ μικρόν τι τῶν ἡμετέρων ἴσασιν.
というのも、この全期間を通じて、彼自身が救い手であり、日ごとに命を与えてくださったこと、それどころか今でも彼自身が救い手であることは、私の事柄を少しでも知っている人々なら誰もが知っているからである。
ἀλλʼ ἐπειδὴ διεγένετο χρόνος ὁ τῆς προρρήσεως, συνέβη τοιάδε.
しかし、予言された期間が経過したとき、次のようなことが起こった。
μικρὸν δὲ ἀναλήψομαι.
少し遡ることにしよう。
ἔτυχον μὲν ὢν ἐν τῷ προαστείῳ κατὰ θέρους ἀκμὴν, νόσος δὲ κατέσχε λοιμώδης πάντας σχεδὸν τοὺς προσχώρους.
私は夏の盛りに郊外にいたのだが、伝染病が近隣のほぼすべての人々を襲った。
τῶν δὲ οἰκετῶν τὸ μὲν πρῶτον δύο καὶ τρεῖς ἔκαμνον, ἔπειτα ἄλλος καὶ ἄλλος· ἔπειτʼ ἔκειντο ἅπαντες καὶ νεώτεροι καὶ πρεσβύτεροι· τελευταῖος δὲ ἐλήφθην ἐγώ.
使用人たちのうち、最初は二人、三人が病気になり、次にまた一人、また一人となり、やがて若い者も年老いた者も全員が倒れ、最後に私が罹患した。
ἰατροὶ δὲ ἐφοίτων ἐξ ἄστεος καὶ τοῖς ἀκολούθοις αὐτῶν ἐχρώμεθα διακόνοις, οἱ δέ τινες καὶ αὐτοὶ προσεδρεύοντες ἀντὶ διακόνων ἦσαν.
医師たちが町から通ってきており、私たちは彼らの従者たちを介添えとして使っていたが、中には一部の人々自身が付き添って介添えの代わりをしてくれた。
ἔκαμνε δὲ καὶ ὑποζύγια, καὶ εἴ που κινηθείη τις, εὐθὺς πρὸ θυρῶν ἔκειτο·
家畜までもが病気になり、もし誰かがどこかへ動こうものなら、すぐに戸口の前に倒れ込んだ。
ὥστε οὐδʼ ἂν πλῷ χρήσασθαι περὶ τῶν συμβαινόντων ἐξῆν ἔτι ῥᾳδίως.
そのため、起こっている事態のために、もはや船旅をすることさえ容易にはできなかった。
πάντα δʼ ἦν μεστὰ ἀθυμίας, οἰμωγῆς, στόνου, δυσκολίας ἁπάσης, ἦσαν δὲ κἀν τῇ πόλει νόσοι δειναί.
すべてが落胆、嘆き、呻き、あらゆる困難に満ちており、市内でも恐ろしい病気が流行っていた。
τέως μὲν οὖν ἀντεῖχον οὐδὲν ἧττον τῆς τῶν ἄλλων σωτηρίας ἢ τῆς ἐμαυτοῦ προνοούμενος, ἔπειτα ἐπέτεινέ τε ἡ νόσος καὶ κατελήφθην ὑπὸ δεινοῦ πυρὸς χολῆς παντοίας, ἣ συνεχῶς νύκτα καὶ ἡμέραν ἠνώχλει, καὶ τῆς τροφῆς ἀπεκεκλείμην καὶ ἡ δύναμις κατελέλυτο.
しばらくの間は、私も自分自身の安全よりも他人の救済に心を配り、何とか持ちこたえていたが、やがて病気が悪化し、私はあらゆる種類の胆汁による激しい熱に襲われた。 それは昼夜を問わず絶え間なく私を苦しめ、食事も受け付けず、体力は衰え尽くした。
καὶ οἱ ἰατροὶ ἀφίσταντο καὶ τελευτῶντες ἀπέγνωσαν παντάπασι, καὶ διηγγέλθη ὡς οἰχησομένου αὐτίκα.
医師たちも手を引き、最後には完全に諦めて、私が間もなく死ぬだろうという噂が流れた。
τὸ μέντοι τοῦ Ὁμήρου κἀν τούτοις εἶπες ἂν, τὸ
"νόος γε μὲν ἔμπεδος ἦεν"
.
しかしながら、このような状況にあっても、ホメロスのあの言葉「心はしっかりしていた」を言うことができただろう。
οὕτω παρηκολούθουν ἐμαυτῷ, ὥσπερ ἂν ἄλλῳ τινὶ, καὶ ᾐσθανόμην ὑπολείποντος ἀεὶ τοῦ σώματος, ἕως εἰς τοὔσχατον ἦλθον.
私は、他人のことであるかのように自分の状態を観察しており、身体がだんだんと衰えていくのを感じ、ついに極限にまで達した。
τοιούτων δὲ ὄντων ἔτυχον μὲν εἰς τὸ εἴσω τετραμμένος τῆς κλίνης, ἔδοξα δὲ ὡς ὄναρ·
そのような状態の中、私は寝台の内側を向いていたのだが、夢のようなものを見た。
αὐτὸ δὲ ἦν ἄρα ἡ λύσις·
しかしそれこそが実に解放であったのだ。
§300ἔδοξα δὲ καὶ δὴ ἐπὶ τέλει τοῦ δράματος εἶναι, καὶ τοὺς ἐμβάτας ἀποτίθεσθαι, καὶ τὰς κρηπῖδας μεταλήψεσθαι τοῦ πατρός.
私は劇の終わりに達し、舞台靴を脱ぎ、父の半靴に履き替えるのだと思われた。
κἀν τούτοις ὄντα στρέφει μὲ ὁ σωτὴρ Ἀσκληπιὸς τὴν εἰς τὸ ἔξω στροφὴν ἐξαίφνης.
このような状態にあった私を、救い主アスクレピオスが突然、外側へと寝返らせた。
ἔπειτα οὐ πολὺ ὕστερον ἡ Ἀθηνᾶ φαίνεται τήν τε αἰγίδα ἔχουσα καὶ τὸ κάλλος καὶ τὸ μέγεθος καὶ σύμπαν δὴ σχῆμα οἵα περ ἡ Ἀθήνησιν ἡ Φειδίου.
それから間もなくして、アテナが現れた。 彼女はアイギスを携え、その美しさと大きさと姿のすべてにおいて、まさにアテナイにあるペイディアス作の像のようであった。
ἀπῶζε δὲ καὶ τῆς αἰγίδος ὅτι ἥδιστον, καὶ ἦν κηρῷ τινι προσφερὴς, θαυμαστὴ καὶ αὕτη τὸ κάλλος καὶ τὸ μέγεθος.
そしてアイギスからはこの上なく甘い香りが漂っており、彼女は蝋のようになめらかで、それ自体も美しさと大きさにおいて驚くべきものであった。
ἐφαίνετο μὲν δὴ μόνῳ στᾶσα καταντικρὺ καὶ ὅθεν αὐτὴν ὡς κάλλιστα ἔμελλεν ὄψεσθαι.
彼女は私一人に対して向かい合って立ち、私が彼女を最もよく見渡せるような場所に現れた。
ἐγὼ δὲ ἐπεδείκνυν καὶ τοῖς παροῦσι, δύο δʼ ἤστην τῶν φίλων καὶ τροφὸς, βοῶν καὶ ὀνομάζων τὴν Ἀθηνᾶν ὅτι ἑστήκοι τε αὕτη ἀπαντικρὺ καὶ διαλέγοιτο καὶ τὴν αἰγίδα ἀπεδείκνυν·
私はそばにいた者たち――二人の友人と乳母がいたのだが――に向かって、アテナの名前を大声で呼びながら、彼女が向かいに立って話しかけているのだと示し、アイギスを指し示した。
οἱ δʼ οὐκ εἶχον ὅ τι χρήσοιντο, ἀλλʼ ἠπόρουν τε καὶ ἐδεδοίκεσαν μὴ παραληρῶν ἄρα τυγχάνω, πρίν γε δὴ τήν τε δύναμιν συνεώρων ἀναφερομένην καὶ τῶν λόγων ἤκουσαν ὧν ἤκουσα παρὰ τῆς θεοῦ.
しかし彼らはどうしてよいか分からず、私がうわごとを言っているのではないかと当惑し、恐れていた。 だがついに、彼らは私の体力が回復するのを目にし、私が女神から聞いた言葉を聞くに至った。
καὶ ἔστιν ἃ μέμνημαι τοιάδε.
私が覚えているのは次のようなことである。
ἀνεμίμνησκέ με τῆς Ὀδυσσείας καὶ ἔφασκεν οὐ μύθους εἶναι ταῦτα, τεκμαίρεσθαι δὲ χρῆναι καὶ τοῖς παροῦσι.
彼女は私に『オデュッセイア』を思い起こさせ、これらは作り話ではなく、現在の状況からも推し量るべきだと語った。
δεῖν οὖν καρτερεῖν, εἶναι δʼ αὐτὸν πάντως καὶ τὸν Ὀδυσσέα καὶ τὸν Τηλέμαχον καὶ δεῖν αὐτῷ βοηθεῖν·
したがって耐え忍ばねばならず、彼自身が完全にオデュッセウスでありテレマコスであって、彼を助けねばならないと。
καὶ ἄλλα τοιουτότροπα ἤκουσα.
そして、私はそのような類の他の言葉も聞いた。
οὕτως ἐφάνη τε ἡ θεὸς καὶ παρεμυθήσατο καὶ ἀνέσωσε καὶ δὴ κείμενον καὶ τῶν εἰς τὴν τελευτὴν οὐδενὸς ἔτι ἐλλείποντος.
このようにして女神は現れ、慰め、まさに横たわって死の直前にあった私を救ってくださった。
καὶ δῆτα εὐθύς με εἰσῆλθε κλύσματι χρήσασθαι μέλιτος Ἀττικοῦ, καὶ ἐγένετο κάθαρσις χολῆς.
そして実際、ただちに私にはアッティカの蜂蜜の浣腸を用いる考えが浮かび、胆汁の浄化が起こった。
καὶ μετὰ ταῦτα ἧκεν ἰάματα καὶ τροφαί·
その後、治療と食べ物がもたらされた。
πρῶτον μὲν ἧπαρ, οἶμαι, χηνὸς μετὰ τὴν πολλὴν ἀπόρρησιν πρὸς ἅπαντα τὰ σιτία· ἔπειτα ὑείου τι ὑπογαστρίου.
すべての食べ物を長く拒絶した後で、まずは、私の思うに、ガチョウの肝臓、次に豚の腹肉であった。
ἔπειτʼ ἐκομίσθην εἰς τὴν πόλιν ἐπʼ ὀχήματος καταστέγου καὶ μακροῦ, καὶ κατὰ μικρὸν οὕτω συνηγειρόμην μόλις τε καὶ χαλεπῶς, οὐ μέντοι πρότερόν γε ὁ πυρετὸς παντελῶς ἐξέλιπε πρὶν ἐτελεύτησέ μοι τῶν τροφίμων ὁ πλείστου ἄξιος.
それから私は、屋根のある長い馬車に乗せられて市内へと運ばれ、そうして少しずつ、かろうじて、また困難を伴いながらも回復していった。 しかしながら、私の使用人たちのうちで最も価値ある者が死ぬまでは、熱が完全に引くことはなかった。
τῇ δʼ αὐτῇ ἡμέρᾳ, ὡς ὕστερον ἔγνων, ἐκεῖνός τε ἐτεθνήκει καὶ ἡ νόσος ᾤχετο ἀπιοῦσα.
後で知ったことだが、まさにその同じ日に彼が亡くなり、病気は去っていった。
οὕτω τόν τε ἄχρι
このようにして、それまでの間…