§293ᾔδειμεν·
我们所知道的。
ὁ δʼ ἐτύγχανε προσεδρεύων τῷ θεῷ κατʼ ἐκεῖνον τὸν χρόνον—ἔφη δʼ οὖν ὁ τροφεὺς ὡς ἐν τούτῳ δὴ τῷ σχήματι διαλεχθείη πρὸς αὐτὸν περὶ τῶν λόγων τῶν ἐμῶν ἄλλα τε δὴ, οἶμαι, καὶ ὅτι ἐπισημήναιτο ὡδὶ λέγων, ἱεροὶ λόγοι.
但他当时恰好在神殿事奉神。 总之,我的养育者说,神正是以这个形象与他交谈,讨论了我的言论,我想,除了其他事情外,神还通过这样说来表示赞同:“神圣的话语(希圣之书)”。
ταῦτα μὲν εἰς τοσοῦτον.
这些事就说到这里。
μετὰ δὲ ταῦτα ἐδίδου τὰ ἰάματα αὐτῷ μοι, ὧν πρῶτον ἦν, ὡς ἔγωγε μέμνημαι, ὁ τοῦ βαλσάμου ὀπὸς, εἶναι δʼ αὐτὸν δωρεὰν τοῦ Τελεσφόρου τοῦ Περγαμηνοῦ· ἔδει δʼ αὐτῷ χρῆσθαι λούμενον ἐξιόντα ἐκ τοῦ θερμοῦ ὕδατος εἰς τὸ ψυχρόν·
此后,他亲自给我治疗方法,我记得其中第一样是香脂的汁液,这是佩尔伽蒙的特勒斯福罗斯的恩赐;我必须在洗浴时,从温泉水出来进入冷水时使用它。
ἔπειτα ῥύμματα ἄττα διὰ σταφίδων τε καὶ ἑτέρων μικτὰ, ἔπειτα μυρία ἐπὶ μυρίοις, ἃ πάντα παρεὶς ἀναγκαίως τῶν παραδόξων μνησθῆναι βούλομαι.
接着是某些用葡萄干和其他东西混合制成的洗剂,然后是无数个接踵而至的方法,我必须省略所有这些,而不得不提那些奇异的事件。
πόθεν οὖν τις ἄρξηται, πολλῶν τε καὶ παντοίων ὄντων, καὶ ἅμα οὐκ ἐν μνήμῃ πάντων, πλήν γε δὴ τῆς χάριτος τῆς ὑπὲρ αὐτῶν;
既然事情如此之多且繁杂,同时又非全部都在我的记忆中(除了对这些恩赐的感激之外),那么人该从何说起呢?
ἔπεμψέ με εἰς Χίον φήσας πέμπειν καθάρσεως ἕνεκα.
他把我送到希奥斯,说他是为了净化而送我去的。
ἀπῄειμεν οὖν τὴν ἐπὶ Σμύρνης, καὶ μάλα ἐν ἀηδίᾳ ποιούμενοι καὶ νομίζοντες ἄνευ προστάτου γίγνεσθαι καὶ ὡς ἀληθῶς ἐφʼ ἡμῶν αὐτῶν πλεῖν, ἐπειδὴ τοῦ ἱεροῦ ἐγιγνόμεθα ἔξω.
于是我们踏上了前往士麦那的路,心中极感不适,认为失去了保护者,并且在离开神殿之后,我们确实是在靠自己航行。
ὃν μὲν οὖν τρόπον ἅπαντες ἐξεπλάγησαν ἐν τῇ Σμύρνῃ, ὡς εἶδον φανέντα παρʼ ἐλπίδας αὐτοῖς, τί τις ἂν λέγοι;
那么,当士麦那的所有人看到我出人意料地显现在他们面前时,他们是何等震惊,这又有谁能说得尽呢?
ὡς δʼ ἐγενόμεθα ἐν Κλαζομεναῖς, ἐδόκει χρῆναι περαιώσασθαι εὐθὺ Φωκαίας.
当我们到达克拉佐美奈时,似乎应当直接渡海前往福凯亚。
καὶ ἐπειδὴ ἦμεν περὶ τὰς νήσους, Δρυμοῦσαν καὶ Πήλην, αὔρα τις εὔρου ὑπήρχετο καὶ περαιτέρω προϊόντων εὖρος ἤδη λαμπρὸς, καὶ τέλος ἐξερράγη πνεῦμα ἐξαίσιον.
当我们来到德律穆萨和培利这两个岛屿附近时,开始吹起微弱的东风,随着我们继续前进,东风已经变得猛烈,最后爆发了一场罕见的风暴。
καὶ τὸ πλοῖον ἐκ πρῴρας ἀρθὲν ἐπὶ πρύμναν ὤκλασε καὶ μικροῦ κατέδυ· ἔπειτα ἐπεκλύζετο ἔνθεν καὶ ἔνθεν· ἔπειτα ἀπεστράφη ἔξω πρὸς τὸ πέλαγος.
船首被抬起,向船尾倾倒,险些沉没;接着,海水从四面八方涌入;随后船被冲向了外海。
ἱδρὼς δὲ καὶ θόρυβος ναυτῶν καὶ βοαὶ πᾶσαι τῶν ἐμπλεόντων, συνέπλεον γὰρ δὴ καὶ τῶν ἐπιτηδείων τινές·
水手们浑身是汗、一片混乱,船上所有的人都在大喊大叫,因为确实也有我的一些亲友一同乘船。
ἐμοὶ δὲ τοσοῦτον ἤρκεσεν εἰπεῖν, ὦ Ἀσκληπιέ.
而对我来说,只需喊一声“阿斯克勒庇俄斯啊! ”就足够了。
πολλὰ δὲ καὶ παντοῖα κινδυνεύσαντες καὶ τέλος περὶ αὐτὴν τὴν καταγωγὴν μυριάκις ἀνατραπέντες καὶ ἀπωσθέντες καὶ πολλὴν ἀγωνίαν τοῖς ὁρῶσι παρασχόντες διεσώθημεν ἀγαπητῶς καὶ μόλις.
在经历了无数各种危险,最后在港口入口处无数次险些翻船和被推回,给旁观者带来极大焦虑之后,我们终于在艰难中保全了生命。
ἐπεὶ δὲ νὺξ ἧκε, τήν τε κάθαρσιν ὁ θεὸς κελεύει ποιεῖσθαι, σημήνας ἀφʼ ὧν.
当夜晚来临时,神命令进行净化,并指示了用什么方法。
καὶ ἐγένετο μέντοι οὐδὲν ἐλάττων ἢ ὑπὸ §294ἐλλεβόρου, ὡς ἔφασκον οἱ τούτου ἔμπειροι, ἅτε καὶ ὑπὸ τοῦ κλυδωνίου πάντων κεκινημένων.
而这净化实际上不亚于由藜芦引起的反应,正如对此有经验的人所说,因为所有的东西都被汹涌的海浪搅动了。
καὶ φράζει δὴ τὸ πᾶν, ὡς εἱμαρμένον τε εἴη ναυαγῆσαί μοι καὶ τούτου ἄρα ἕνεκα καὶ ταῦτα συμβαίη· καὶ νῦν ἔτι δέοι ὑπὲρ ἀσφαλείας καὶ τοῦ παντάπασιν ἐκπλῆσαι τὸ χρεὼν, ἐμβάντα εἰς λέμβον ἐν τῷ λιμένι οὕτω ποιῆσαι, ὡς τὸν μὲν λέμβον ἀνατραπῆναι καὶ καταδῦναι, αὐτὸν δὲ ἐξάραντός τινος ἐξενεχθῆναι πρὸς τὴν γῆν· ἐν γὰρ τούτῳ τελεῖσθαι τὰ ἀναγκαῖα.
神确实说明了这一切:我注定要遭遇船难,也正因为这个缘故,才发生了这些事;而现在为了安全,并为了完全履行命运的要求,仍需在港口登上小船,并如此行事,使小船翻沉,而我自己则由某人拉起送上岸;因为在这件事中,必要的仪式才得以圆满。
ἐποιοῦμεν ταῦτα ἄσμενοι δηλονότι.
我们自然乐意地做了这些。
καὶ πᾶσι δὴ θαυμαστὸν ἐδόκει τὸ σόφισμα τῆς ναυαγίας ἐπʼ ἀληθινῷ τῷ κινδύνῳ γενόμενον.
在真正的危险过后,这出伪装船难的妙计在所有人看来都显得奇妙无比。
οὗ δὴ καὶ ἔγνωμεν ὅτι κἀκ τοῦ πελάγους ἄρα αὐτὸς ὁ σεσωκὼς ἦν.
在此,我们确实明白,那位从海中拯救我们的正是他自己。
ἐπιθήκη δὲ τῆς εὐεργεσίας ἡ κάθαρσις.
而净化则是这一恩惠的追加。
μετὰ δὲ ταῦτα κατεῖχεν ἐν τῇ Φωκαίᾳ, θαυμαστὰ οἷα σημαίνων, οὐ μόνον εἰς τὸ σῶμα ἔχοντα, ἀλλὰ καὶ ἄλλα πολλὰ ἐπὶ πολλοῖς.
此后,他把我留在福凯亚,指示了许多奇妙的事,不仅关乎身体,还有许多其他接二连三的事。
καὶ δὴ καὶ τῶν ἀνέμων ἐπιεικῶς τοὺς μέλλοντας ἔσεσθαι προηκούομεν, ὥστε ὁπότε ἀκούοι τὰ ὀνείρατα ὁ ξένος ἡμῶν ὁ Ῥοῦφος—ἦν δὲ καὶ τἄλλα πρῶτος Φωκαέων, καί πως οὐδʼ αὐτὸς ἀνήκοος Ἀσκληπιοῦ—πολλὴν εἶναι τὴν ἔκπληξιν αὐτῷ ταῦτα ἀκούοντι παρʼ ἡμῶν ἔνδον, ἃ ἔξω καταλελοιπὼς εἰσῄει.
甚至对于将要刮起的风,我们也能相当准确地预先听闻,以至于当我们的东道主鲁弗斯(他在其他方面也是福凯亚人的首领,且自己不知怎地也并非对阿斯克勒庇俄斯一无所知)听我谈起梦境时,听到我们在屋里说出他在外面留下并刚进屋的事,他感到无比震惊。
καὶ δὴ γάλακτός ποτε ἐδέησε τοῦ θεοῦ κελεύσαντος· ἦν δὲ οὔπω· σχεδὸν γὰρ ἦν τετρὰς ἐπὶ δέκα τοῦ δευτέρου μηνὸς, ὡς νομίζομεν οἱ ταύτῃ, ἐδόκει δὲ χρῆναι ζητεῖν.
有一次,在神的命令下需要牛奶,但当时还未到季节(因为按照此地的历法,大约是第二个月的第十四天),但似乎应当去寻找。
καὶ πορευθεὶς ὁ Ῥοῦφος εἰς ἐσχατιάν τινα τῶν αὑτοῦ εὑρίσκει τετοκυῖαν ὄϊν αὐτονυχὶ, καὶ κομίσας δίδωσι τὸ γάλα.
鲁弗斯走到自己领地的一个边缘地带,发现了一只当晚刚生产的母羊,便把奶取来给了我。
τέλος δὲ ἀφίησιν ἡμᾶς ὁ θεὸς τοῦ πλοῦ τοῦ εἰς τὴν Χίον, ἄλλα τε δὴ καὶ δείξας καὶ προειπὼν, καὶ ἐφʼ ἅπασιν ἔδοξα ὡς κατεσχισμένον τε εἴη τὸ πλοῖον καὶ οὐδὲν ἔτι.
最后,神免去了我们前往希奥斯的航程,向我展示并预言了其他许多事情,最重要的是,我梦见那只船被撕裂,不复存在。
ἔστι δὲ χωρίον Γενναῒς, ἀπέχον τῆς Φωκαίας οὐ πολὺ, ἐνταῦθα ἡμέρας τινὰς διαγαγὼν ἡμᾶς ἐν τοῖς ὕδασιν ἐπανῆγεν εἰς τὴν Σμύρναν.
有一个叫作热奈斯的地方,距离福凯亚不远,我在那里的温泉中度过了几天,神便带我们回到了士麦那。
ὡς τοίνυν ἐγενόμεθα ἐν τῇ Σμύρνῃ, φαίνεταί μοι ἐν τοιῷδέ τινι σχήματι. ἦν ἅμα μὲν Ἀσκληπιὸς, ἅμα δὲ Ἀπόλλων, ὅ τε δὴ Κλάριος καὶ ὁ καλλίτεκνος καλούμενος ἐν Περγάμῳ, οὗ ὁ πρῶτος
当我们到达士麦那时,他以这样的形象向我显现:他既是阿斯克勒庇俄斯,同时又是阿波罗,既是克拉里奥斯神庙的那位,又是佩尔伽蒙被称为“育有美子者”的那位,他的第一……