§293ᾔδειμεν·
私たちは知らなかった。
ὁ δʼ ἐτύγχανε προσεδρεύων τῷ θεῷ κατʼ ἐκεῖνον τὸν χρόνον—ἔφη δʼ οὖν ὁ τροφεὺς ὡς ἐν τούτῳ δὴ τῷ σχήματι διαλεχθείη πρὸς αὐτὸν περὶ τῶν λόγων τῶν ἐμῶν ἄλλα τε δὴ, οἶμαι, καὶ ὅτι ἐπισημήναιτο ὡδὶ λέγων, ἱεροὶ λόγοι.
しかし彼はその当時、神殿に仕えているところであった。 とにかく養育者は、神がまさにこの姿で彼に対して、私の言説について語りかけ、思うに、他のことについても、そして特に、このように言って承認したと述べた。 すなわち「神聖なるお言葉(ヒエロイ・ロゴイ)」と。
ταῦτα μὲν εἰς τοσοῦτον.
これについてはこれくらいにしておこう。
μετὰ δὲ ταῦτα ἐδίδου τὰ ἰάματα αὐτῷ μοι, ὧν πρῶτον ἦν, ὡς ἔγωγε μέμνημαι, ὁ τοῦ βαλσάμου ὀπὸς, εἶναι δʼ αὐτὸν δωρεὰν τοῦ Τελεσφόρου τοῦ Περγαμηνοῦ·
この後、神は私自身に治療法を与えてくださった。 その最初のもので、私が覚えている限りでは、バルサムの液汁であり、それはペルガモンのテレスポロスの贈り物であるとのことだった。
ἔδει δʼ αὐτῷ χρῆσθαι λούμενον ἐξιόντα ἐκ τοῦ θερμοῦ ὕδατος εἰς τὸ ψυχρόν·
そして、それを、温水から冷水へと浴槽から出てくる際、入浴しながら使用しなければならなかった。
ἔπειτα ῥύμματα ἄττα διὰ σταφίδων τε καὶ ἑτέρων μικτὰ, ἔπειτα μυρία ἐπὶ μυρίοις, ἃ πάντα παρεὶς ἀναγκαίως τῶν παραδόξων μνησθῆναι βούλομαι.
次に、干しブドウや他のものを混ぜ合わせた、ある種の洗浄剤、それから無数に次ぐ無数のものがあったが、それらをすべて省略して、驚くべき出来事についてどうしても言及したいと思う。
πόθεν οὖν τις ἄρξηται, πολλῶν τε καὶ παντοίων ὄντων, καὶ ἅμα οὐκ ἐν μνήμῃ πάντων, πλήν γε δὴ τῆς χάριτος τῆς ὑπὲρ αὐτῶν;
これらは多く、また多様であり、同時にそれらすべてが記憶にあるわけではない(それらに対する感謝を除いては)のに、人はどこから始めたらよいだろうか。
ἔπεμψέ με εἰς Χίον φήσας πέμπειν καθάρσεως ἕνεκα.
神は、浄化のために送るのだと言って、私をキオス島へと送られた。
ἀπῄειμεν οὖν τὴν ἐπὶ Σμύρνης, καὶ μάλα ἐν ἀηδίᾳ ποιούμενοι καὶ νομίζοντες ἄνευ προστάτου γίγνεσθαι καὶ ὡς ἀληθῶς ἐφʼ ἡμῶν αὐτῶν πλεῖν, ἐπειδὴ τοῦ ἱεροῦ ἐγιγνόμεθα ἔξω.
そこで私たちはスミルナへと向かう道を進んだが、非常に不快に思い、また守護者なしになり、本当に自分たちだけで航海するのだと思いながら進んだ。 私たちが神殿の外に出たときから。
ὃν μὲν οὖν τρόπον ἅπαντες ἐξεπλάγησαν ἐν τῇ Σμύρνῃ, ὡς εἶδον φανέντα παρʼ ἐλπίδας αὐτοῖς, τί τις ἂν λέγοι;
そこで、スミルナのすべての人々が、思いがけず私が彼らの前に姿を現したのを見て、いかに驚愕したかについては、誰が語る必要があろうか。
ὡς δʼ ἐγενόμεθα ἐν Κλαζομεναῖς, ἐδόκει χρῆναι περαιώσασθαι εὐθὺ Φωκαίας.
私たちがクラゾメナイに着いたとき、ただちにポカイアへと渡るべきであると思われた。
καὶ ἐπειδὴ ἦμεν περὶ τὰς νήσους, Δρυμοῦσαν καὶ Πήλην, αὔρα τις εὔρου ὑπήρχετο καὶ περαιτέρω προϊόντων εὖρος ἤδη λαμπρὸς, καὶ τέλος ἐξερράγη πνεῦμα ἐξαίσιον.
そして私たちがドライムサ島とペレ島という島々のあたりにいたとき、東風の微風が吹き始め、さらに進むと、東風はすでに激しくなり、ついに猛烈な嵐が吹き荒れた。
καὶ τὸ πλοῖον ἐκ πρῴρας ἀρθὲν ἐπὶ πρύμναν ὤκλασε καὶ μικροῦ κατέδυ·
そして船は船首から持ち上げられ、船尾へと傾いて沈み込み、あやうく沈没しかけた。
ἔπειτα ἐπεκλύζετο ἔνθεν καὶ ἔνθεν·
それから、あちこちから水が押し寄せた。
ἔπειτα ἀπεστράφη ἔξω πρὸς τὸ πέλαγος.
それから船は外の沖合へと押し流された。
ἱδρὼς δὲ καὶ θόρυβος ναυτῶν καὶ βοαὶ πᾶσαι τῶν ἐμπλεόντων, συνέπλεον γὰρ δὴ καὶ τῶν ἐπιτηδείων τινές·
船乗りたちの冷や汗と大騒ぎ、そして乗船している者たちの叫び声が響いた。 同行していた私の親しい者たちも何人かいたのだ。
ἐμοὶ δὲ τοσοῦτον ἤρκεσεν εἰπεῖν, ὦ Ἀσκληπιέ.
私にとっては、ただ「アスクレピオスよ! 」と叫ぶだけで十分であった。
πολλὰ δὲ καὶ παντοῖα κινδυνεύσαντες καὶ τέλος περὶ αὐτὴν τὴν καταγωγὴν μυριάκις ἀνατραπέντες καὶ ἀπωσθέντες καὶ πολλὴν ἀγωνίαν τοῖς ὁρῶσι παρασχόντες διεσώθημεν ἀγαπητῶς καὶ μόλις.
私たちは多くの様々な危険に遭遇し、ついにその停泊地のすぐ近くで何度も覆りそうになり、また押し戻され、見守る人々に多大な不安を与えながらも、どうにかかろうじて救われたのである。
ἐπεὶ δὲ νὺξ ἧκε, τήν τε κάθαρσιν ὁ θεὸς κελεύει ποιεῖσθαι, σημήνας ἀφʼ ὧν.
そして夜が訪れると、神は浄化を行うよう命じ、何によって行うべきかを指示された。
καὶ ἐγένετο μέντοι οὐδὲν ἐλάττων ἢ ὑπὸ §294ἐλλεβόρου, ὡς ἔφασκον οἱ τούτου ἔμπειροι, ἅτε καὶ ὑπὸ τοῦ κλυδωνίου πάντων κεκινημένων.
そしてそれは実際、ヘレボルスによるものと何ら変わらない激しいものであったと、これに経験のある人々は言っていた。 大波によってすべてのものが揺り動かされていたからである。
καὶ φράζει δὴ τὸ πᾶν, ὡς εἱμαρμένον τε εἴη ναυαγῆσαί μοι καὶ τούτου ἄρα ἕνεκα καὶ ταῦτα συμβαίη·
そして神はすべての事情を明かされた。 すなわち、私が難破することは運命づけられており、まさにこのためにこれらのことも起こったのだと。
καὶ νῦν ἔτι δέοι ὑπὲρ ἀσφαλείας καὶ τοῦ παντάπασιν ἐκπλῆσαι τὸ χρεὼν, ἐμβάντα εἰς λέμβον ἐν τῷ λιμένι οὕτω ποιῆσαι, ὡς τὸν μὲν λέμβον ἀνατραπῆναι καὶ καταδῦναι, αὐτὸν δὲ ἐξάραντός τινος ἐξενεχθῆναι πρὸς τὴν γῆν·
そして今なお、安全のため、かつ運命を完全に満たすために、港で小舟に乗り込み、小舟が転覆して沈み、私自身は誰かに引き上げられて陸地へと運ばれるように計らうべきであると。
ἐν γὰρ τούτῳ τελεῖσθαι τὰ ἀναγκαῖα.
これによって必要なことが果たされるからである、と。
ἐποιοῦμεν ταῦτα ἄσμενοι δηλονότι.
私たちは言うまでもなく、喜んでこれを行った。
καὶ πᾶσι δὴ θαυμαστὸν ἐδόκει τὸ σόφισμα τῆς ναυαγίας ἐπʼ ἀληθινῷ τῷ κινδύνῳ γενόμενον.
そして、本当の危険に直面した後に、この難破の身代わりの計略が行われたことは、すべての人にとって驚嘆すべきことに思われた。
οὗ δὴ καὶ ἔγνωμεν ὅτι κἀκ τοῦ πελάγους ἄρα αὐτὸς ὁ σεσωκὼς ἦν.
そこで私たちはまさに、海から救い出してくださったのもまた、彼自身であったのだと知ったのである。
ἐπιθήκη δὲ τῆς εὐεργεσίας ἡ κάθαρσις.
そして、その恵みの追加が浄化であった。
μετὰ δὲ ταῦτα κατεῖχεν ἐν τῇ Φωκαίᾳ, θαυμαστὰ οἷα σημαίνων, οὐ μόνον εἰς τὸ σῶμα ἔχοντα, ἀλλὰ καὶ ἄλλα πολλὰ ἐπὶ πολλοῖς.
この後、神は私をポカイアに留め置き、驚くべき様々な兆候を示された。 それは身体に関わることだけでなく、他にも極めて多くの事柄に及んでいた。
καὶ δὴ καὶ τῶν ἀνέμων ἐπιεικῶς τοὺς μέλλοντας ἔσεσθαι προηκούομεν, ὥστε ὁπότε ἀκούοι τὰ ὀνείρατα ὁ ξένος ἡμῶν ὁ Ῥοῦφος—ἦν δὲ καὶ τἄλλα πρῶτος Φωκαέων, καί πως οὐδʼ αὐτὸς ἀνήκοος Ἀσκληπιοῦ—πολλὴν εἶναι τὴν ἔκπληξιν αὐτῷ ταῦτα ἀκούοντι παρʼ ἡμῶν ἔνδον, ἃ ἔξω καταλελοιπὼς εἰσῄει.
そして実に、これから吹こうとする風についても私たちはかなりの程度あらかじめ聞いて知っていた。 そのため、私たちの宿主であるルフス(彼は他の点でもポカイア人の第一人者であり、彼自身もどういうわけかアスクレピオスと無縁ではなかったが)が夢の話を聞くたびに、外で自分が目にしたものを、中に入って私たちから聞くことになり、非常に驚愕するほどであった。
καὶ δὴ γάλακτός ποτε ἐδέησε τοῦ θεοῦ κελεύσαντος· ἦν δὲ οὔπω· σχεδὸν γὰρ ἦν τετρὰς ἐπὶ δέκα τοῦ δευτέρου μηνὸς, ὡς νομίζομεν οἱ ταύτῃ, ἐδόκει δὲ χρῆναι ζητεῖν.
またある時、神の命令によって牛乳が必要となったが、まだその時期ではなかった(この地方の暦で言えば、第二の月のほぼ十四日であったからである)。 しかし、探さねばならないと思われた。
καὶ πορευθεὶς ὁ Ῥοῦφος εἰς ἐσχατιάν τινα τῶν αὑτοῦ εὑρίσκει τετοκυῖαν ὄϊν αὐτονυχὶ, καὶ κομίσας δίδωσι τὸ γάλα.
するとルフスは自分の領地の片隅へと出かけて行き、まさにその夜に出産したばかりの羊を見つけ、その乳を持ってきて与えてくれた。
τέλος δὲ ἀφίησιν ἡμᾶς ὁ θεὸς τοῦ πλοῦ τοῦ εἰς τὴν Χίον, ἄλλα τε δὴ καὶ δείξας καὶ προειπὼν, καὶ ἐφʼ ἅπασιν ἔδοξα ὡς κατεσχισμένον τε εἴη τὸ πλοῖον καὶ οὐδὲν ἔτι.
最後に、神は私たちをキオス島への航海から解放してくださった。 他にも様々なことを見せ、また予告された上でのことであった。 何よりも、船が引き裂かれてもはや使い物にならなくなった夢を私は見たからである。
ἔστι δὲ χωρίον Γενναῒς, ἀπέχον τῆς Φωκαίας οὐ πολὺ, ἐνταῦθα ἡμέρας τινὰς διαγαγὼν ἡμᾶς ἐν τοῖς ὕδασιν ἐπανῆγεν εἰς τὴν Σμύρναν.
ゲンナイスという、ポカイアから遠くない場所があり、そこで温泉に浸かりながら数日を過ごした後、神は私たちをスミルナへと帰らせた。
ὡς τοίνυν ἐγενόμεθα ἐν τῇ Σμύρνῃ, φαίνεταί μοι ἐν τοιῷδέ τινι σχήματι.
さて、私たちがスミルナに着いたとき、神は私に次のような姿で現れた。
ἦν ἅμα μὲν Ἀσκληπιὸς, ἅμα δὲ Ἀπόλλων, ὅ τε δὴ Κλάριος καὶ ὁ καλλίτεκνος καλούμενος ἐν Περγάμῳ, οὗ ὁ πρῶτος
彼はアスクレピオスであると同時にアポロンでもあり、それはクラリオスのアポロンであり、またペルガモンで「美しき子らを持つ者」と呼ばれるアポロンでもあった。 彼の最初の…