§291φέρε δὴ καὶ τῶν ἀνωτέρω μνημονεύσωμεν, ἐάν τι δυνώμεθα·
且让我们回忆一下更早的事情,如果我们还有能力的话。
ὧν τὸ μὲν ἐξ ἀρχῆς οὐδὲν ἡμῖν ἐπῄει γράφειν, ἀπιστίᾳ τοῦ μὴ περιέσεσθαι· ἔπειτα καὶ τὸ σῶμα οὕτως ἔχον οὐκ εἴα σχολάζειν τούτοις.
其中有些事情,我们起初根本不曾想过要记录下来,因为不相信自己能够康复;其次,身体当时处于那样的状况,也不允许我们专注于这些。
χρόνου δὲ αὖ προελθόντος ἕν τι τῶν ἀδυνάτων εἶναι ἐδόκει καὶ μνημονεῦσαι ἕκαστα καὶ διʼ ἀκριβείας εἰπεῖν·
随着时间再次流逝,要回忆起每一件细节并准确地叙述出来,似乎成了不可能的事情之一。
κρεῖττον οὖν εἶναι σιωπᾶν ὅλως ἢ λυμήνασθαι τοσούτοις ἔργοις.
因此,完全保持沉默,似乎也比毁掉这么多伟大的功绩要好。
καὶ πολλαί μοι παραιτήσεις ἐγίγνοντο ὑπὲρ τούτων καὶ πρὸς τὸν θεὸν καὶ πρὸς τοὺς ἐπιτηδείους τοὺς ἀεὶ δεομένους εἰπεῖν καὶ ποιῆσαι περὶ αὐτῶν.
为此,我向神以及那些总是央求我谈论和写作这些事情的亲友们,作了许多辩解。
νυνὶ δὲ τοσούτοις ἔτεσι καὶ χρόνοις ὕστερον ὄψεις ὀνειράτων ἀναγκάζουσιν ἡμᾶς ἄγειν αὐτά πως εἰς μέσον.
但现在,在过去了这么多年和岁月之后,梦中的景象迫使我们不得不设法将它们公诸于世。
καίτοι τοσοῦτόν γε ἔχω λέγειν, ὅτι εὐθὺς ἐξ ἀρχῆς προεῖπεν ὁ θεὸς ἀπογράφειν τὰ ὀνείρατα· καὶ τοῦτʼ ἦν τῶν ἐπιταγμάτων πρῶτον.
然而,我至少可以这样说,神从一开始就预先命令我们记录下这些梦境,而这是所有命令中的第一条。
ἐγὼ δὲ τῶν μὲν ὀνειράτων τὴν ἀπογραφὴν ἐποιούμην, ὁπότε μὴ δυναίμην αὐτοχειρίᾳ, ὑπαγορεύων· οὐ μέντοι προσετίθην οὔτʼ ἐν οἷς ὄντι προσεγίγνετο ἕκαστα οὔθʼ ὁποῖʼ ἄττʼ ἀπέβαινεν ἐξ αὐτῶν, ἀλλʼ ἤρκει μοι ὥσπερ ἀφοσιοῦσθαι πρὸς τὸν θεὸν, ἅμα μὲν διὰ τὴν ἀδυναμίαν, ὥσπερ ἔφην, τοῦ σώματος, ἅμα δὲ οὐκ ἄν ποτε ἤλπισα εἰς τοσοῦτον προβήσεσθαι προνοίας τὸν θεόν·
而我,每当不能亲自动手时,便通过口授来记录这些梦境;然而,我既没有加上每个梦是在什么情况下发生的,也没有加上它们带来了什么样的结果,而只是觉得,这好比是为了对神尽到本分,一方面是由于我刚才提到的身体虚弱,另一方面是我从未料到神会对我有如此深远的眷顾。
ἡ δʼ Ἀδράστεια κεκλήσθω μοι σὺν αὐτῷ.
但愿阿德剌斯忒亚与他一同被我召唤。
ἔτι δὲ καὶ τῷ μὴ πάντα ἐξ ἀρχῆς ἀρξάμενος γράφειν, ὥσπερ δακνόμενος καὶ τὰ λοιπὰ προϊέμην, τὰ μὲν ὡς ἂν ἑκών τις, τὰ δὲ ὡς ἄκων·
此外,也因为没有从一开始就记录下所有事情,我仿佛受到良心的谴责,连其余的部分也放弃了,有些是自愿的,有些则是违背心愿的。
ἑτέρας δὲ ὁδοὺς χαρίτων εὕρισκον πρὸς τὸν θεόν·
而我找到了其他向神表达感恩的方式。
ἐπεὶ μυριάδας γε ἐπῶν οὐκ ἔλαττον ἢ τριάκοντα ἡγοῦμαι τῆς ἀπογραφῆς εἶναι, ἀλλʼ οὔτʼ ἐπελθεῖν δή που ῥᾴδιον αὐτὰς οὔτʼ ἐφαρμόττειν ἑκάστοις ὅπως εἶχε τὰ τῶν χρόνων·
因为我认为,记录下来的诗行不下三十万行,但要重新翻阅它们,或者将时间顺序一一对应到各件事情上,绝非易事。
πρός τε τούτοις ἔστιν ἃ καὶ διεφορήθη ἐν τῇ παντοδαπῇ φθορᾷ καὶ ἀκρασίᾳ τῶν κατʼ οἶκον περὶ τοὺς χρόνους τούτους.
此外,在这些日子里,由于家中各方面的混乱和失序,还有一些记录已经散失了。
ὑπόλοιπον οὖν ἐστι κεφάλαια λέγειν, ἄλλα ἄλλοθεν §292ἀναμιμνησκόμενον, ὅπως ἂν ὁ θεὸς ἄγῃ τε καὶ κινῇ·
因此,剩下的方法就是,从各处叙述其要点并加以回忆,在神的引导和启示下。
καλοῦμεν δʼ αὐτὸν καὶ πρὸς αὐτὰ ταῦτα, ὥσπερ πρὸς ἅπαντα.
我们为了这些事情而召唤他,就像为了所有事情一样。
πάντως δʼ ἐστὶ πρὸς ἅπαντα κλητὸς, εἰ δή τις θεῶν.
无论如何,如果神明中真有谁是值得召唤的,那么他在一切事上都是值得召唤的。
ἐπειδὴ γὰρ ἐκομίσθην ἀπὸ τῆς Ἰταλίας, πολλὰ καὶ παντοῖα συνειλοχὼς τῷ σώματι ἀπὸ τῶν συνεχῶν καμάτων τε καὶ χειμώνων, οἷς ἐχρησάμην ἀπιὼν διὰ Θρᾴκης καὶ Μακεδονίας, ἔτι κάμνων ἐξελθὼν οἴκοθεν, ἦν τοῖς ἰατροῖς ἀπορία πολλὴ μὴ ὅτι ὠφελεῖν οὐκ ἔχουσιν, ἀλλʼ οὐδὲ γνωρίσαι ὅ τι εἴη τὸ σύμπαν.
当我从意大利归来时,由于在穿过色雷斯和马其顿离去时经历了连续的劳顿和冬日风暴,身体里积攒了许多各种各样的疾病,而且在离家时我就已经患病,这给医生们带来了极大的困惑,不仅因为他们无能为力,甚至连整体病情是什么都无法诊断。
χαλεπώτατον δʼ ἁπάντων καὶ ἀπορώτατον ὅτι τοῦ πνεύματος ἀπεκεκλείμην, καὶ μετὰ πολλῆς τῆς πραγματείας καὶ ἀπιστίας μόλις ἄν ποτε ἀνέπνευσα βιαίως καὶ ἀγαπητῶς, πνιγμοί τε παρηκολούθουν συνεχεῖς ἐν τῷ τραχήλῳ καὶ τὰ νεῦρα ἐπεφρίκει καὶ σκέπης ἔδει πλείονος ἢ φέρειν δυναίμην· χωρὶς δʼ ἕτερα ἀμύθητα ἠνώχλει.
而在所有事情中最困难、最令人绝望的是,我的呼吸被阻断了,在经历了极大的痛苦和绝望之后,我才勉强、用力、好不容易呼吸一次;同时,喉部持续出现窒息感,神经颤抖,需要的御寒衣物多到我无法承受的程度;此外,还有其他难以言表的事情在折磨着我。
ἐδόκει δὴ χρῆναι τοῖς ὕδασι χρήσασθαι τοῖς θερμοῖς, εἴ τι δυναίμην γενέσθαι ῥᾴων, ἢ τὸν ἀέρα μᾶλλόν πως ἀνασχέσθαι· καὶ γὰρ ἦν ἤδη χειμῶνος ὥρα, ἀπέχει δὲ τῆς πόλεως οὐ πολύ.
于是,我觉得应当使用温泉水,看是否能稍微缓解,或者让我能以某种方式更好地忍受空气;因为当时已是冬季,而温泉离城里并不远。
ἐνταῦθα πρῶτον ὁ σωτὴρ χρηματίζειν ἤρξατο.
在那里,救主第一次开始赐予神谕。
ἀνυπόδητόν τε γὰρ προελθεῖν ἐπέταξε καὶ ἐβόων δὴ ἐν τῷ ὀνείρατι ὡς ἂν ὕπαρ τε καὶ ἐπʼ ὀνείρατι τετελεσμένῳ, μέγας ὁ Ἀσκληπιὸς, τετέλεσται τὸ πρόσταγμα.
他命令我赤脚前行,我便在梦中喊叫,仿佛清醒着,又仿佛在梦境成真时那样:“伟大的阿斯克勒庇俄斯,命令已完成!
ταῦθʼ ἅμα προϊὼν ἐδόκουν βοᾶν.
”我似乎在向前走的同时这样喊着。
μετὰ ταῦτα κλῆσις καὶ ἄφιξις ἀπὸ Σμύρνης εἰς Πέργαμον μετὰ τῆς ἀγαθῆς τύχης.
此后,在好运的陪伴下,我被召唤并从士麦那抵达了佩尔伽蒙。
τὰ δʼ ἐντεῦθεν ἔστι μὲν οὐ κατʼ ἄνθρωπον διηγήσασθαι, ἐγχειρητέον δὲ, ὥσπερ ὑπεθέμην, ἐξ ἐπιδρομῆς ἔνια αὐτῶν διελθεῖν.
其后的事情并非人力所能尽述,但我必须尝试像我计划的那样,粗略地叙述其中一些。
εἰ δέ τις τὰ ἀκριβέστατα γνῶναι βουλήσεται τῶν γεγενημένων ἡμῖν παρὰ τοῦ θεοῦ, ὥρα τὰς διφθέρας αὐτῷ ζητεῖν καὶ τὰ ὀνείρατα αὐτά.
如果有人想了解神为我们所做的最精确的细节,是他去寻找羊皮纸记录和梦境本身的时候了。
καὶ γὰρ ἰάματα παντὸς εἴδους καὶ διαλόγους τινὰς εὑρήσει καὶ λόγους ἐν μήκει καὶ φάσματα παντοῖα καὶ προρρήσεις ἁπάσας καὶ χρησμῳδίας περὶ παντοδαπῶν πραγμάτων, τὰς μὲν καταλογάδην, τὰς δὲ ἐν μέτροις γεγονυίας, καὶ χαρίτων πάντʼ ἄξια τῷ θεῷ μειζόνων ἤ τις ἂν εἰκάσαι.
因为他会发现各种各样的治疗方法、一些对话、长篇言论、各种幻影、所有的预言以及关于各种事情的神谕,有些是散文形式,有些是用诗体创作的,所有这些都值得向神表达超乎想象的巨大感激。
νῦν δὲ ἐνθένδε ποθὲν ἀρξώμεθα, ὡς ἐπειδὴ ἐγενόμεθα ἐν τῷ ἱερῷ, τῇ πρώτῃ τῶν νυκτῶν φανεὶς ὁ θεὸς τῷ τροφεῖ μου ἐν τῷ Σαλβίου τοῦ νῦν ὑπάτου σχήματι—ὅστις δὲ ὁ Σάλβιος οὔπω τότε γε
现在,让我们从这里的某个地方开始:当我们来到神殿时,在第一夜,神以现任执政官萨尔维乌斯的形象向我的养育者显现——而那位萨尔维乌斯,在当时还不是……