Humanitext Reader

阿里斯·台德斯 · 圣书二 §295-296

隆冬冰河冷浴治疗与对神谕的回想

第 3 段,共 10 段 · 希腊语

内容简介

在阿斯克勒庇俄斯与阿波罗的启示下,阿里斯泰德斯在隆冬时节跳入冰冷的河水中沐浴,经历了奇迹般的治愈与精神上的狂喜。随后,他思考了接下来的叙事方向,并回忆起关于其寿命和仪式要求的另一项神谕。

§295τῶν ναῶν τῶν τριῶν ἐστιν.
是三座神殿之一。
ἐν τούτῳ τῷ σχήματι στὰς ἔμπροσθεν τῆς εὐνῆς προβαλὼν τοὺς δακτύλους καὶ χρόνους τινὰς συλλογισάμενος, ἔχεις, ἔφη, δέκα ἔτη παρʼ ἐμοῦ καὶ τρία παρὰ τοῦ Σαράπιδος—καὶ ἅμα τὰ τρία καὶ δέκα ὡς ἑπτακαίδεκα ἐφάνη τῇ θέσει τῶν δακτύλων— ταῦτα δὲ εἶναι οὐκ ὄναρ, ἀλλʼ ὕπαρ, εἴσεσθαι δὲ καὶ αὐτόν.
在此形象下,他站在我的床前,伸出手指,计算了某些时间,说道:“你从我这里得到十年,从萨拉皮斯那里得到三年”——同时,通过手指的排列,那三和十显现为十七——并说这并非梦境,而是清醒时的现实,且我自己也会明白。
καὶ ἅμα κελεύει καταβάντα εἰς τὸν ποταμὸν τὸν πρὸ τῆς πόλεως ῥέοντα λούσασθαι, ἡγήσεσθαι δὲ τῆς ὁδοῦ παῖδα ἄνηβον, καὶ δείκνυσι τὸν παῖδα.
同时,他命令我下到城前流过的河里洗澡,并由一个未成年的男孩引路,他还指出了那个男孩。
καὶ τὰ μὲν κεφάλαια τῆς ἐπιφανείας ταῦτά ἐστιν, ὡς ἀντὶ τοῦ παντός γʼ ἂν ἐποιησάμην καὶ καθʼ ἕκαστα δύνασθαι διʼ ἀκριβείας διεξελθεῖν.
而显现的要点即是这些,若能准确地详细叙述每一件事,我愿付出任何代价。
ἦν δὲ καὶ δὴ μέσος χειμὼν καὶ βορέας μέγας καὶ κρυμὸς, καὶ αἱ ψηφῖδες οὕτως ὑπὸ τοῦ πάγου πρὸς ἀλλήλας ἐδέδεντο ὥστε ἐοικέναι κρυστάλλῳ συνεχεῖ, καὶ τὸ ὕδωρ οἷον εἰκὸς ἐν τοιούτῳ ἀέρι.
当时正值隆冬,北风凛冽,天寒地冻,鹅卵石被冰冻得互相紧结,仿佛连成一片的冰块,水也是在如此气候中理所当然的样子。
ἐπεὶ δʼ ἐξηγγέλθη τὰ τῆς ἐπιφανείας, παρέπεμπον ἡμᾶς οἱ φίλοι, καὶ τῶν ἰατρῶν οἵ τε δὴ συνήθεις καὶ ἄλλοι οἱ μὲν ὡς ἀγωνιῶντες, οἱ δὲ καὶ τῆς ἱστορίας ἕνεκα· ἐπεγένετο δὲ καὶ ἄλλος ὄχλος συχνὸς, καὶ γάρ τις καὶ διάδοσις ἔτυχεν ἔξω πυλῶν οὖσα καὶ πάντʼ ἦν κάτοπτα ἀπὸ τῆς γεφύρας.
当显现的事情传开后,朋友们护送着我们,医生中无论是熟人还是其他人,有的显得焦虑,有的则是为了探奇;又聚集了许多其他群众,因为恰好在城门外有某种分发活动,从桥上可以俯瞰一切。
ἦν δέ τις Ἡρακλέων ἰατρὸς, ἑταῖρος ἡμέτερος, ὃς πρὸς ἐμὲ ὡμολόγησε τῇ ὑστεραίᾳ ἦ μὴν πεπεικὼς αὑτὸν ἰέναι, ὡς εἰ τὰ κράτιστα πράξαιμι, ὀπισθοτόνῳ συνέξομαι, ἤ τῳ ἄλλῳ τοιούτῳ.
有一位名叫赫拉克里翁的医生,是我们的同伴,他第二天向我承认,他确实是抱着这样的想法同去的:即使我运气极好,也会患上破伤风或类似的其他疾病。
ὡς δὴ ἐγενόμεθα ἐπὶ τοῦ ποταμοῦ, οὐδὲν ἔδει τοῦ παρακελευσομένου, ἀλλʼ ἔτι τῆς θέρμης τῆς ἐκ τῆς ὄψεως τοῦ θεοῦ μεστὸς ὢν ἀπορρίψας τὰ ἱμάτια οὐδʼ ἀνατρίψασθαι δεηθεὶς, ἵεμαι οὗ τοῦ ποταμοῦ τὸ βαθύτατον ἦν.
当我们到达河边时,根本不需要任何人来催促,我身上仍充满着因见到神而产生的温热,脱下衣服,甚至不需要摩擦身体,便向着河水最深处冲去。
ἔπειθʼ ὥσπερ ἐν κολυμβήθρᾳ καὶ μάλα ἠπίου καὶ κεκραμένου ὕδατος ἐχρώμην διατριβῇ, ἐννέων τε καὶ ἀνακλύζων ἐμαυτὸν πάντη.
然后,就像在温和而调和的温水游泳池中一样,我消磨着时间,在各处游泳并冲洗自己。
ὡς δʼ ἐξέβην, ὅτε δὴ χρὼς πᾶς ἤνθει καὶ τὸ σῶμα πάντη κοῦφον ἦν, καὶ βοὴ πολλὴ τῶν τε παρόντων καὶ ἐπιόντων, τὸ πολυύμνητον δὴ τοῦτο βοώντων, μέγας ὁ Ἀσκληπιός.
当我出来时,全身的皮肤都泛着红光,身体感觉无比轻盈,在场和走来的人们发出了巨大的呼喊,喊着那众所周知的赞词:“伟大的阿斯克勒庇俄斯!
καὶ τὰ ἀπὸ τούτου τίς ἂν ἐνδείξασθαι δυνηθείη;
”而这之后的事情,谁能描绘得出来呢?
ἅπαν γὰρ τὸ λοιπὸν τῆς ἡμέρας καὶ τῆς νυκτὸς §296τὸ εἰς εὐνὴν διεσωσάμην τὴν ἐπὶ τῷ λουτρῷ σχέσιν, καὶ οὔτε τι ξηροτέρου οὔτε ὑγροτέρου τοῦ σώματος ᾐσθόμην, οὐ τῆς θέρμης ἀνῆκεν οὐδὲν, οὐ προσεγένετο, οὐδʼ αὖ τοιοῦτον ἡ θέρμη ἦν, οἷον ἄν τῳ καὶ ἀπʼ ἀνθρωπίνης μηχανῆς ὑπάρξειεν, ἀλλά τις ἦν ἀλέα διηνεκὴς, δύναμιν φέρουσα ἴσην διὰ παντὸς τοῦ σώματός τε καὶ τοῦ χρόνου.
因为那天剩下的全部时间和整夜直到就寝,我都保持着因沐浴而产生的身体状态,感觉身体既不干燥也不潮湿,那温热没有减退,也没有增加,而且那温热不像是通过人类手段所能给予某人的那种,而是一种持续不断的温暖,在整个身体和全部时间中带来均等的力量。
παραπλησίως δὲ καὶ τὰ τῆς γνώμης εἶχεν.
心境也处于类似的状态。
οὔτε γὰρ οἷον ἡδονὴ περιφανὴς ἦν οὔτε κατʼ ἀνθρωπίνην σωφροσύνην ἔφησθα ἂν εἶναι αὐτὸ, ἀλλʼ ἦν τις ἄρρητος εὐθυμία, πάντα δεύτερα τοῦ παρόντος καιροῦ τιθεμένη, ὥστε οὐδʼ ὁρῶν τὰ ἄλλα ἐδόκουν ὁρᾶν· οὕτω πᾶς ἦν πρὸς τῷ θεῷ.
因为既没有显而易见的快乐,你也不会说这是按照人类的节制,而是一种难以言表的喜悦,使一切在当下的时刻面前都退居次要,以至于即使看着其他事物,也似乎没有看见;我整个人完全沉浸在神之中。
ἀλλὰ τὸ ἐντεῦθεν σὸν ἤδη, ὦ δέσποτα, γίγνεται δεῖξαι καὶ παραστῆσαι ὅ τι ἑξῆς λέγοντες καὶ ὅποι τραπόμενοι σοί τʼ ἂν κεχαρισμένα ποιοῖμεν καὶ τοῦ λόγου προΐοιμεν ὡς κάλλιστα.
但是,主啊,从这里开始,指出并呈现接下来的步骤已成为您的职责:我们接下来该说什么,该转向何处,才能做出令您喜悦的事,并使叙事以最完美的方式进行。
πότερα ἐπειδὴ ποταμοῦ καὶ χειμῶνος τοιούτου καὶ λουτροῦ μνείαν ἐποιησάμην, ἕτερα ἐφεξῆς τῆς αὐτῆς ἰδέας λέγω καὶ οἷον κατάλογόν τινα λουτρῶν ποιῶμαι χειμερίων τε καὶ θείων καὶ πάντως παραδόξων;
是否因为我提到了河流、如此的冬天和沐浴,我就应该接着讲述同一类别的其他事情,对冬季的、神圣的、以及完全不可思议的沐浴作一个目录?
ἢ διαλαβὼν τὸν λόγον καί τινα τῶν ἐν μέσῳ διηγήσωμαι;
还是中断叙事,详细讲述一些中间发生的事?
ἢ κράτιστον καὶ τἀν τῷ μέσῳ πάντα ὑπερβάντα ἀποδοῦναι τὸ τέλος τῷ πρώτῳ λόγῳ, πῶς ἔσχε τὰ τῆς χρησμῳδίας τῆς περὶ τῶν ἐτῶν καὶ πῶς ἅπαντα ἀπέβη;
抑或是最好跳过中间的所有事情,给第一个故事一个交代,即关于岁月的神谕情况如何,以及一切是如何实现的?
πολλὰ μὲν γὰρ καὶ ἄλλα ἐπεσήμηνεν ὁ θεὸς ἐκ τῶν ἐφεστηκότων ἀεὶ κινδύνων ἐξαρπάζων, οἳ πυκνοὶ νυκτὸς ἑκάστης καὶ ἡμέρας ἦσαν, ἄλλοτε ἄλλοι προσβάλλοντες, τότε δὲ ἐπανιόντες οἱ αὐτοὶ, καὶ ὁπότε ἀπαλλαγείη τις, ἀντιλαμβάνοντες ἕτεροι, καὶ πρὸς ἕκαστα τούτων ἀλεξιφάρμακα ᾔει παρὰ τοῦ θεοῦ καὶ παραμυθίαι παντοῖαι καὶ ἔργῳ καὶ λόγῳ·
因为神确实指示了许多其他事情,不断将我从始终逼近的危险中解救出来——这些危险在每夜每日都很频繁,时而这般袭击,时而那般袭击,有时同样的危险又返回,一个刚消除,另一个又接踵而至,而针对其中的每一项,神都赐予了解药,并在行为和言语上给予了各种安慰。
ἓν δὲ δὴ καὶ τόδε μέμνημαι πραχθὲν αὐτῷ ποτε.
而我确实还记得他曾行过的这一个奇迹。
ἔφη χρῆναι τελευτᾶν εἰς τρίτην ἡμέραν, καὶ ταῦτα ἀναγκαίως ἔχειν, καὶ ἅμα σύμβολα ἔδωκε, καὶ ὁποῖʼ ἄττα ἔσται τὰ τῆς ἐπιούσης ἡμέρας, καὶ γὰρ τὸν ἀέρα ὁποῖος καὶ τὸν ἡνίοχον ὅπου φανήσοιτο καὶ ἄλλα ἔδωκε σύμβολα τῆς ἀληθείας· ἀλλὰ δεῖν οὕτω ποιεῖν, πρῶτον μὲν ἀναβάντα ἐπὶ τὸ ζεῦγος ἐλθεῖν ἐπὶ τὸν ποταμὸν τὸν διὰ τῆς πόλεως ῥέοντα, γενόμενον δὲ οὗ ἐστιν ἤδη ἔξω τῆς πόλεως ἱερὰ δρᾶσαι
他曾说我必须在第三天死去,这是不可避免的,同时他给出了预兆,说明次日将发生何种事情,比如天气会如何,御者会在何处出现,他还给出了其他表明真实的预兆;但必须这样做:首先登上马车前往流经城中的河流,到达河流已出城门的地方,举行神圣的仪式。

词汇与语法注释

  1. §295ταῦτα δὲ εἶναι οὐκ ὄναρ, ἀλλʼ ὕπαρ, εἴσεσθαι δὲ καὶ αὐτόν — 由前文动词 `ἔφη`(他说)引导的间接引语中的“对格+不定式”结构。对格 `ταῦτα` 和 `αὐτόν` 分别充当不定式 `εἶναι` 和 `εἴσεσθαι` 的逻辑主语。
  2. §295ὡς ἀντὶ τοῦ παντός γʼ ἂν ἐποιησάμην — 由小词 `ἂν` 与直说语气过去不定过去时中间语态 `ἐποιησάμην` 构成的违背过去事实的虚拟(非真实条件/愿望)表达。前置词短语 `ἀντὶ τοῦ παντός` 是一句惯用语,意为“不惜一切代价”或“高于一切”。
  3. §295ἦν δέ τις Ἡρακλέων ἰατρὸς... ὃς πρὸς ἐμὲ ὡμολόγησε τῇ ὑστεραίᾳ ἦ μὴν πεπεικὼς αὑτὸν ἰέναι, ὡς εἰ τὰ κράτιστα πράξαιμι, ὀπισθοτόνῳ συνέξομαι, ἤ τῳ ἄλλῳ τοιούτῳ — 现在完成时主动分词 `πεπεικὼς` 为主格,与关系从句主语 `ὃς` 一致,表示自我确信(“确信……”)。随后的 `ὡς` 从句采用了混合条件结构:条件部使用希求语气过去时(`εἰ πράξαιμι`),归结部使用直说语气将来时(`συνέξομαι`),在间接引语中生动地重构了该医生过去的预期(“即使我情况最好,也会患上破伤风……”)。
  4. §296οὔτε κατʼ ἀνθρωπίνην σωφροσύνην ἔφησθα ἂν εἶναι αὐτό — 由小词 `ἂν` 与未完成过去时第二人称单数 `ἔφησθα` 连用构成的潜在/推测表达(“你会说/曾会说”)。此处的第二人称单数并非指代特定对话者,而是设想一个泛指的、虚拟的观察者。
  5. §296ἓν δὲ δὴ καὶ τόδε μέμνημαι πραχθὲν αὐτῷ ποτε — 表示记忆的动词 `μέμνημαι` 带有补充性过去时被动分词 `πραχθὲν` 的结构,该分词修饰其对格宾语 `τόδε`。整句意为“我还记得这件由他(神)所做过的事情”。

引用这一段

阿里斯·台德斯, 圣书二 §295-296. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg024.humanitext-grc2:295-296

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。