§283δέ μοι τοῦ ποδὸς παρελθεῖν εἰς τὸν οἶκον τὸν μέγαν.
尽管我的脚麻木着,我却似乎走进了大厅。
καί τινα ἐπελθεῖν τῶν ἐκ τοῦ ἱεροῦ τοῦ Διὸς τοῦ Ὀλυμπίου, διεξιέναι δὲ πρὸς αὐτὸν, ὡς ὀνειράτων μοι γεγονότων παρὰ τοῦ θεοῦ, καὶ κελεύειν ὑπηρετῆσαι.
奥林匹亚宙斯神庙里走来一个人,我向他详细陈述,说神赐予了我一些梦境,并吩咐他予以协助。
ὁ δὲ καὶ αὐτὸς ἔφη γεγενῆσθαι ὄναρ αὑτῷ, λαβόντα σκέλος χοίρειον ἐγκοιμίσαι ἐν Ἀσκληπιοῦ, σκευάσαντα ὥσπερ ἐγὼ εἴωθα χρῆσθαι.
而他自己也说,他也有过一个梦,说自己拿着一只猪腿在阿斯克勒庇俄斯神庙里过夜,并按照我平时习惯的方式准备了它。
μετὰ δὲ τοῦτο ὡς ἐν Περγάμῳ ἐδόκουν στέφανον πέμπειν τῷ θεῷ τῶν μακρῶν, οἵ εἰσιν οὓς ἰδίᾳ τῷ Ἀσκληπιῷ κομίζουσι, προστάξας τῷ ἀποκομίζοντι—εἶναι δʼ αὐτὸν Ἀγαθίωνα—ἐπαναφέρειν μοι παρὰ τοῦ νεωκόρου ἕτερον.
此后,我仿佛在佩加蒙,似乎给神送去了一顶长花冠——那是人们专门送给阿斯克勒庇俄斯的那种,我吩咐带去的人(那人是阿加提翁)从庙祝那里再给我带回一顶。
ὡς δʼ ἐπανήνεγκε, παραθέσθαι αὐτὸν ὡς ἔτυχον κατακείμενος ἐκ δεξιᾶς.
当他带回来时,便将它放在我躺卧处的右侧。
ἐπὶ δὲ τούτοις ἔδοξα εἶναι μὲν ὅπου δὴ, ἀναστὰς δὲ ζητεῖν τὴν τροφόν· τὴν δὲ κατʼ ἀντίθυρον οἰκεῖν μου· καί τινα ἀποκρίνασθαι ὡς ἐναντιωμάτων τινῶν αὐτῇ γεγονότων, πρίν γε δὴ καὶ κατιδεῖν αὐτήν τε προσάγουσαν τὴν τροφὸν καὶ τὴν σύντροφον τὴν Καλλιτύχην ἑπομένην.
在这些事之上,我似乎身处某个地方,起身寻找我的乳母;她就住在我的对门;有人回答说她遇到了一些阻碍,直到我确实看见乳母走上上前,同乳母一起长大的卡莉蒂荷尾随其后。
φέρειν δὲ τὴν τροφὸν τὸ μὲν πρῶτον εἴκασα ὡς μῆλα, ἔπειτα ἦν ὠὰ ἑφθὰ τρία περιγεγλυμμένα, ὥσπερ μέλλοντος ἤδη ἐσθίειν.
乳母拿来的东西,起初我以为是苹果,但后来发现是三个剥好壳的水煮蛋,就像是准备给马上要吃的人一样。
κομίζουσα δὲ ἔφη οἷα δὴ τὰ ἀπὸ ἀγροικίας.
她拿过来并说道:“这不过是乡野粗劣之物。
κἀγὼ ἐθαύμασά τε καὶ εἶπον ὅτι κατὰ θεὸν ἥκοι τὰ ὠά· ἐκέλευσε γὰρ, ἔφην, ὁ θεὸς τήμερον ὠῷ χρήσασθαι καὶ φυλλίοις καὶ παραθέσθαι στέφανον παρὰ τοῦ θεοῦ.
”于是我又惊又喜地说道,这些蛋来得合乎神意:“因为,”我说,“神命令我今天使用鸡蛋和小叶,并将来自神的花冠放在身旁。
ἐποίησα ταῦτα.
”我照办了。
ὁ δὲ στέφανος ἦν ἐκ τοῦ ἱεροῦ τοῦ Διὸς Ἀσκληπιοῦ.
而那顶花冠来自宙斯·阿斯克勒庇俄斯神庙。
ἀλουσία δὲ καὶ διὰ πολλῶν ἐδηλοῦτο.
免浴也通过许多迹象表现出来。
ἐνάτῃ ἐπὶ δέκα ἐδόκουν ἐν τοῖς βασιλείοις διατρίβειν, τὴν δʼ ἐπιμέλειαν καὶ τιμὴν τῶν αὐτοκρατόρων εἰς ἐμὲ θαυμαστὴν καὶ ἀνυπέρβλητον εἶναι διὰ πάντων ἑξῆς ὧν ἔπραττον.
在十九日,我似乎在皇宫里消磨时光,而皇帝们对我的关怀与敬意,在他们依次所做的一切事情中,都是令人赞叹且无与伦比的。
μόνῳ γὰρ ἅπαντα γίγνεσθαι ὧν οὐδὲ μικρὸν ἄλλῳ τῳ.
因为所有这一切都只发生在我一人身上,而其他任何人都连一点点也得不到。
καὶ τοῦτο μὲν δὴ ἔνδον συνδιατρίβειν τε καὶ συνοικεῖν, οὐδενὸς ἄλλου τῶν σοβαρῶν παρόντος· αὖθις δʼ αὖ περιῆγόν με ἅμα ἑαυτοῖς· ἀπιέναι δʼ αὐτοὺς ὄρυγμά τι σκεψομένους ὃ ἐτύγχανον περιβαλόμενοι τῇ πόλει, τοῦ μὴ τὸ ὕδωρ ἐμπῖπτον κακουργεῖν· οὗ δὴ καὶ τὸν χοῦν ὁρᾶν ἐκβαλλόμενον.
这一方面表现为在内部共同生活、消磨时光,没有任何其他显贵在场;另一方面,他们又带着我随行;他们一同前去视察此前为了防止冲入的水流造成危害而在城市周围开挖的壕沟;在那里,我也看见泥土正被挖出抛散。
θαυμαστὰ δὴ καὶ παρὰ §284τὴν πορείαν ἐνεδείκνυτό μοι.
在路途中,确实也有奇妙的事向我展现出来。
μέσος τε γὰρ ἐγιγνόμην πολλάκις ἀμφοῖν καὶ ὁπότε βουληθείην περιελθεῖν, ὥστε τὸν πρεσβύτερον μέσον καταστῆσαι, ὁ νεώτερος τοῦτʼ ἐποίει αὐτός· ἐμὲ δʼ ἐν χώρᾳ ἀεὶ διαμένειν.
因为我常常身处他们两人中间,而每当我想要绕行、以便让年长的那位居中时,年轻的那位便自己主动这样做,好让我始终留在原位上。
ἐδόκει δέ μοι καὶ παιδὸς ἡλικίαν ἔχειν, τοῦτο καὶ πολλάκις συνέβη.
他(年轻的皇帝)在我看来似乎还只有孩童的年纪,这种情况也经常发生。
καὶ δὴ καὶ ὡς πρὸς ὑψηλόν τι καὶ οἷον κλίμακα ἔδει προσβαλεῖν, τὸ μὲν πρῶτον ὁ νεώτερος ἐβοήθησε, καὶ ἐπεφθεγξάμην οἷα δὴ καὶ χάριν εἰδώς· ἔπειτʼ ἄνω ἐπὶ τέλει ὁ πρεσβύτερος.
不仅如此,当必须登上某个高处或类似梯子的地方时,起初是年轻的那位伸手相助,我便说了些表示感谢的话;接着在最顶端,是年长的那位拉了我一把。
καὶ ἐρομένου αὐτοῦ πῶς, τὸ ὅλον τε καὶ πᾶν αὐτὸν ἔφην βοηθῆσαι.
当他问及感觉如何时,我说他帮了大忙,包揽了全部。
καὶ ἐπὶ τούτοις ἤδη ἔλεγον ἀπαλλαξείων, χάριν ὑμῖν, ἔφην, ἔχω, αὐτοκράτορες, πάσης προνοίας καὶ τιμῆς ἥν με τετιμήκατε.
在这些事之后,我便想告辞,说道:“两位皇帝,我感谢您们对我所施予的一切关怀与敬意。
οἱ δʼ ὑπολαβόντες, ἡμεῖς μὲν οὖν, ἔφασαν, τοῖς θεοῖς ἔχομεν χάριν πειραθέντες ἀνδρὸς τοιούτου· ἡγούμεθα γὰρ καὶ περὶ τοὺς λόγους ὅμοιον εἶναι.
”他们接着说道:“不,相反,我们感谢神明,让我们得以结识这样一位人物;因为我们认为你在言辞上也是同样优秀的。
κἀκ τούτου ἤρχετο ὁ πρεσβύτερος λέγειν ὅτι τοῦ αὐτοῦ εἴη καὶ ἄνδρα ἀγαθὸν εἶναι καὶ περὶ λόγους ἀγαθόν.
”由此,年长的皇帝开始说道,做人优秀与治学优秀乃是相通的。
ἐπεξῄει δὲ ὁ νεώτερος ῥῆμα τινὸς, λέγων ὅτι ἀκολουθοίη τῷ τρόπῳ καὶ τὰ τῶν λόγων.
年轻的那位则引用了某人的话作为补充,说言辞的风格乃是随顺于品性的。
κἀγὼ εἶπον ὅτι βουλοίμην ἂν ταῦτα οὕτως ἔχειν· λυσιτελεῖν γάρ μοι εἰς τοὺς λόγους, εἴπερ γε τὰ ἄλλα τοιοῦτος ὑφʼ ὑμῶν ὑπείλημμαι, καὶ ἅμα εἰ μέλλω δύʼ ἀνθʼ ἑνὸς ἕξειν τἀγαθά.
我便说,但愿事实确实如此:“因为如果我在其他方面被您们视为这样的人,这对我的言辞也是有益的,而且同时意味着我将得到双重的福分,而非单一的一份。
τοιαῦτʼ ἄττα ἠμειψάμην αὐτούς.
”我对他们作了诸如此类的回答。
ἦν δὲ μυρία ἄλλα καὶ γιγνόμενα καὶ λεγόμενα, κρείττω λόγου τε καὶ ἐλπίδος.
还有无数其他发生的事和说的话,都是语言与期望所无法企及的。
εἶτʼ ἐπὶ τούτοις ἐπικαταδαρθὼν ἐδόκουν τινὰ τῶν γνωρίμων, Διοφάνη ὄνομα, λέγειν μοι ὡς συμπαρόντα καὶ ὁρῶντα τὰς ὑπερβολὰς τῶν τιμῶν, παρεῖναι δὲ καὶ τῶν ἑταίρων τινὰ τῶν νεωτέρων καὶ θαυμάζειν ἀκούοντα, ὡς παρὰ πᾶσιν οὕτως εὐδοκιμοίην.
在此之后,我又打起瞌睡,梦见我的一位熟人,名叫迪奥法内斯,对我说话,仿佛他当时在场并目睹了我所受到的极高礼遇,而且还有一位年轻的同伴也在场,听闻我在众人中享有如此盛名而感到惊叹。
ἐκ δὲ τούτου φαίνομαι ἐν βαλανείῳ τινι.
在此之后,我显现出在一处浴场中。
καὶ τὸ μὲν πρῶτον εἰσῆλθέ με οἷόν τι εἴην πεποιηκὼς, πρὶν ἰδεῖν τοὺς αὐτοκράτορας, ὅτι λουοίμην, δοκεῖν γὰρ δὴ χθὲς αὐτοῖς ἐντετυχηκέναι· ἔπειτα ὡς ἀνετριβόμην τε ἤδη καὶ ἱδρώς τις προσῄει, πορευώμεθα, ἔφην, εἴσω.
起初,我心中闪过一个念头,觉得自己做了什么糊涂事:在见到皇帝们之前,我居然在洗澡,因为我似乎昨天刚遇见过他们;随后,当我已经被按摩并开始出汗时,我说:“我们进去吧。
οὕτω δὴ ἐλουσάμην τε καὶ ἤμεσα εἰς ἑσπέραν, ἐνθύμιον ποιησάμενος τὸ τοῦ χοῦ τοῦ ἐμφορουμένου.
”我就这样洗了澡,并在傍晚时呕吐了,因为我把那被运出的泥土之事记在了心上。
ὅμως δὲ ἔτι διεσκοπούμην περὶ τῆς ὁδοῦ τῆς εἰς
尽管如此,我仍在继续斟酌前往……的路途。