Humanitext Reader

阿里斯·台德斯 · 圣书一 §285-286

滞留帕加马的梦谕与严苛疗法的回忆

第 7 段,共 9 段 · 希腊语

内容简介

作者根据梦境指示留在帕加马,经历了断食与放血治疗。随后,他回忆了自己多年来免浴、呕吐净化以及在病中坚持治学的情况。

§285Πέργαμον διὰ τὰ πρόσθεν ὀνείρατα·
因先前的梦境,我仍在考虑前往帕加马的路途。
ἐνταῦθα δὴ σαφῶς ἐδηλοῦτο ἐπισχεῖν.
在梦中,神明清楚地指示我应当留下。
τοῦτο μὲν γὰρ περὶ ἑσπέραν ποι κεκινῆσθαι καὶ μεταγιγνώσκειν καὶ φάσκειν ὅτι ἀδύνατον εἴη Ἀδριανοῦ θήρας κατατυχεῖν, τοῦτο δὲ ἐδόκουν ἀπὸ Ἀδριανοῦ θήρας τινὰ ἐλθεῖν, βιβλίον τι κομίζοντα τῶν Μενάνδρου, καὶ λέγειν ὅτι πηλός τε εἴη ἀμήχανος καὶ τέλμα καὶ ἀνύσαι ἀδύνατον.
一方面,我梦见自己在黄昏时分往某处出发,中途改变了主意,并说不可能抵达哈德良诺泰莱;另一方面,我似乎梦见有人从哈德良诺泰莱走来,手里拿着一册米南德的书,并说泥泞不堪,且有沼泽,无法通行。
πάλιν δὲ ὕειν τε ἔδοξα καὶ προσελθόντα μοι τινὰ λέγειν ὡς ἄρα τῶν ἀντιδίκων τις εἴη ἐν Ἀδριανοῦ θήρᾳ καὶ δέοι κατιέναι ὥστε τι πρᾶξαι.
我又梦见下起雨来,有人向我走来,说我的一个诉讼对手正在哈德良诺泰莱,我必须下去处理一些事情。
καὶ τί, φάναι, πλέον τοῦ θεοῦ μένειν προειρηκότος;
而我说:“既然神已经吩咐我留下,还能有什么更多的好处呢?
τοῦτο καὶ αὖθις ἔδοξα πρός τινας λέγειν καὶ τὸ πᾶν οὕτω λαμβάνειν, ὅτι ἐπειδὴ δυσχερέστερον εἶχον πρὸς τὴν μονὴν, ἔξοδον προὔδειξεν ὁ θεὸς, βουλόμενος μεταβαλεῖν μου τὴν γνώμην, ἵνα ἥδιον μένοιμι.
”我似乎又对一些人说了这话,并对整个事情作了如下理解:因为我对留在此地感到有些不快,所以神向我展示了一个出口,意在改变我的想法,好让我更乐意留下。
ἐνῆν δὲ καὶ ἀλουσίας σύμβολα.
其中也包含了免浴的预兆。
καὶ ἐπεγένετο ὑετὸς καὶ χειμὼν ἀμήχανος ἐξ ἑσπέρας.
从傍晚起下起了雨,并刮起了无法解决的暴风雨。
τῇ δʼ ὑστεραίᾳ ἀλουσία καὶ ἔμετος τροφῆς ἦν.
第二天,我没有沐浴,并且呕吐了食物。
καὶ ἐπειδὴ ἤμεσα, ἐγὼ μὲν οὕτως εἶχον ὥστε ἀγαπᾶν εἰ ἐξαρκέσαιμι εἰς τὴν ἐπιοῦσαν.
在我呕吐之后,我的身体状态差到只要能撑到第二天就心满意足了。
τῇ δʼ ἐπιούσῃ ἀσιτία ἐπετάχθη, ἐπετάχθη δὲ οὕτως· ἐδόκουν εἶναι ἐν Σμύρνῃ, πᾶσαν ἀπιστίαν ἀπιστῶν τοῖς φανεροῖς καὶ ὁρωμένοις, διὰ τὸ μὴ συνειδέναι ἐμαυτῷ ὁδοιπορήσαντι.
第二天,神命令我断食,命令的方式如下:我似乎身处斯密那,对一切显而易见和看得见的事物抱有完全的怀疑,因为我不记得自己曾赶过路。
παρατίθεσθαι δέ μοι σῦκα· ἔπειτα παρόντα Κόρον τὸν μάντιν δεῖξαι ὅτι ἐνείη φάρμακον τῶν ἐφημέρων· ἐκ δὲ τούτου ὑποψίας τε μεστὸς γενέσθαι καὶ κατὰ σπουδὴν ἐμεῖν καὶ ἅμα ἐνθυμεῖσθαι, τί δὲ εἰ μὴ ἀκριβῶς ἐξεμέσαιμι;
有人把无花果放在我面前;随后,在场的占卜师科罗斯指出,其中含有致命的毒药;由此,我心中充满了怀疑,急忙作呕,并同时思量:“万一我没有彻底吐出来怎么办?
ἔπειτα φάναι τινὰ ὅτι καὶ ἐν ἄλλῳ τῳ τῶν σύκων ἐνείη τοῦ φαρμάκου· ἔτι οὖν μειζόνως ἀπορεῖν καὶ ἀσχάλλειν ὅτι οὐ θᾶττον ἤκουσα.
”接着有人说,在其他的无花果中也含有一些毒药;因此,我更加手足无措,并因没有早点听到而懊恼。
τούτων ὀφθέντων ὑπενόησα μὲν ἀσιτίαν δηλοῦσθαι, εἰ δὲ μὴ, ἀλλʼ ᾑρούμην γε.
看到这些景象后,我察觉到这预示着断食,即使不是,我自己也宁愿选择断食。
ἐδεόμην δὲ τοῦ θεοῦ σημῆναι σαφέστερον ὁπότερα λέγοι, ἀσιτίαν ἢ ἔμετον.
我祈求神更清楚地指示他指的是哪一种,是断食还是呕吐。
ἐπικατέδαρθόν τε δὴ καὶ ἔδοξα εἶναι πρὸς τῷ ἱερῷ τῷ ἐν Περγάμῳ, καὶ ἤδη τε μέσην ἡμέραν ἐξήκειν, ἀσιτίας οὔσης μοι, καὶ Θεόδοτον ἐπελθεῖν μετὰ δή τινων φίλων, εἰσελθόντα δὲ
于是我再次打起瞌睡,梦见自己身处帕加马的神殿旁,此时已过正午,我正在断食,而特奥多托斯带着几位朋友走来,他们进来后,坐在我这样躺着的床旁。
§286παρακαθέζεσθαί μοι ἐπὶ τῆς κλίνης οὑτωσὶ κατακειμένῳ. φάναι οὖν πρὸς αὐτὸν ὅτι ἀσιτοίην· τὸν δὲ ἐνδείξασθαι ὅτι εἰδείη, καὶ εἰπεῖν ὅτι ἐγώ τοι ἀνέμενον μετὰ πάντα ταῦτα ἃ οὗτοι ποιοῦσι, φλεβοτομίᾳ χρῆσθαι· τὸ γὰρ ἄλγημα τοῦ νεφροῦ ἐστι καὶ ἡ ἀσιτία δὲ, ἔφη, νόθος τις ἔξοδός ἐστι τοῦ πυρὸς διὰ τοῦ στήθους διεξιοῦσα.
我对他说道,我正在断食;他表示他知道,并说:“在这些人所做的一切之后,我其实一直在等待你进行放血治疗;因为疼痛来自肾脏,而这断食,”他说,“是热气通过胸部排出的一种虚假通道。
καὶ ἅμα ταῦτα αὐτοῦ λέγοντος ἐκ τοῦ πρόσθε δύο σπινθῆρες ὤφθησαν.
”在他正说这话的同时,前方出现了两道火花。
κἀγὼ ἔβλεψα πρὸς τὸν Θεόδοτον θαυμάσας, καὶ σύμβολον ἐποιησάμην τοῦ λόγου, καὶ ἠρόμην αὐτὸν ὅ τι εἴη ταῦτα.
我惊奇地看着特奥多托斯,将这视为他所说之话的预兆,并问他这是什么意思。
ὁ δὲ ἔφη ἀπὸ τοῦ πυρὸς τούτου, δείξας τί μοι παρακείμενον.
他指着放在我身旁的某个东西说:“这是从这火中出来的。
ἀφυπνιζόμην τε δὴ καὶ εὗρον ἐκείνην τὴν ὥραν οὖσαν, ᾗπερ ἔδοξα τὸν Θεόδοτόν μοι διαλέγεσθαι, καὶ φίλοι παρῆσαν ἐντευξόμενοι.
”我醒了过来,发现正是梦中特奥多托斯与我交谈的那个时刻,而且朋友们也已在场前来探望。
ταῦτα δὴ ἐφάνθη τὰ ὀνείρατα, ἰατροῦ τε ἥκοντος καὶ παρεσκευασμένου βοηθεῖν ὅσα ἐπενόει.
这些梦境显现时,医生已经到来,并准备好按照他的设想提供各种治疗。
ὡς δὲ ἤκουσε τῶν ὀνειράτων, αὐτός τε ὑπεχώρει νοῦν ἔχων τῷ θεῷ καὶ ἡμεῖς ἐγνωρίζομεν τὸν ἀληθινὸν καὶ προσήκοντα ἡμῖν ἰατρὸν, καὶ ἐποιοῦμεν ἃ ἐπέταξε.
但当他听闻了梦境后,作为明智之人,他便退让给神明而自己离去,而我们则认清了谁是真正适合我们的医生,并遵照他的吩咐去做。
νὺξ εὔφορος ἤδη παντελῶς καὶ πάντα ἀνώδυνα.
夜里已经完全轻松,一切痛苦皆消。
ὕστερον δὲ στέαρ τε χήνειον ἔδωκεν, ἐπὶ τῷ νεωκόρου Ἀσκληπιακοῦ σχήματι, καὶ ἐπερέσθαι τὸν θεὸν, ᾧ τὴν ἀγορὰν ἐν τῷ Μυσίῳ πεδίῳ ποιοῦσιν· εἴσεσθαι γὰρ παρʼ ἐκείνου περὶ ὧν ἂν δέωμαι.
后来,神以阿斯克勒庇俄斯神庙守护者的形象,给予了鹅脂,并让我去询问在米西亚平原上人们为其举行集市的那位神明;因为我会从他那里得知我所需要的一切。
καὶ ὁ θεὸς ἀνεῖλε μηδὲν ἔσεσθαι δυσχερές.
神谕宣示说不会有任何困难。
τὸ μὲν οὖν τῶν ἀλουσιῶν τί τις ἂν λέγοι;
那么,关于这些免浴的事,又有什么可说的呢?
ἤδη γὰρ καὶ πέντε ἐτῶν συνεχῶς ἐγένοντό μοι καὶ προσέτι μηνῶν, ὅσα γε μὴ χειμῶνος ὥρᾳ θαλάττῃ ἢ ποταμοῖς ἢ φρέασιν ἐκέλευσε χρήσασθαι.
因为免浴对我来说已经连续持续了五年零几个月,除非在冬季他命令我使用海水、河流或井水。
ὡς δʼ αὕτως καὶ τὸ τῆς καθάρσεως τῆς ἄνω σχεδὸν εἰς δύο ἔτη συνέβη καὶ δύο μῆνας ἑξῆς, ὁμοῦ καὶ κλύσμασι καὶ φλεβοτομίαις, ὅσας οὐδείς πω ἠρίθμησε, καὶ ταῦτα ἐν ἀκαρεῖ τροφῆς καὶ ταύτης ἀναγκαστῆς.
同样,关于向上净化(呕吐),也几乎连续发生了两年零两个月,并伴随着没有人计算过次数的灌肠和放血,而且是在极少饮食且是强迫进食的情况下进行的。
ἀλλὰ τάς γε ἀσιτίας αὐτὰς ἁπάσας καὶ τὰς ἔτι τούτων πρότερον καὶ μετὰ τοῦτο γενομένας ἡμῖν ἐν τῷ χειμῶνι τούτῳ σχεδὸν διημερεύσαμεν περὶ λόγους, γράφοντές τε καὶ λέγοντες καὶ τὰ γεγραμμένα ἐξετάζοντες· καὶ παρετείναμεν οὐκ ἔλαττον ἢ εἰς μέσας νύκτας τὰ πλείω· ἔπειτα ἐφʼ
然而,在所有的断食期间,以及在这个冬天我们在此之前和之后所经历的所有断食中,我们几乎整天都沉浸在学问研究中,写作、演讲并审阅写好的文章;而且大部分时间我们都延长工作到深夜;然后,在床上……

词汇与语法注释

  1. §285τοῦτο μὲν... τοῦτο δὲ — 表示对比的副词性结构,意为“一方面……另一方面……”。虽然通常更常用 τὸ μὲν... τὸ δὲ 的形式,但此处指示代词的中性单数宾格被用作副词。
  2. §285ἐξαρκέσαιμι — 由连词 εἰ 引导的希求法,表示“如果我能……”的潜在可能性或期望。这也可以被解释为呼应主句过去时态(εἶχον)的斜格希求法,表现出对能否撑过去持主观上不确定的期待。
  3. §285πᾶσαν ἀπιστίαν ἀπιστῶν — 使用同族宾格的强调表达。字面意思是“以所有的不信去不信”,即“完全怀疑”或“根本无法相信”。
  4. §285εἰ δὲ μὴ, ἀλλʼ ᾑρούμην γε — 意为“即便并非如此,无论如何我也选择(断食)”。εἰ δὲ μή(否则)以省略条件从句的形式使用,表示即使前文的推测是错的,他自己也强烈倾向于选择断食。
  5. §286ἐγώ τοι ἀνέμενον... φλεβοτομίᾳ χρῆσθαι — 不定式 χρῆσθαι 作为 ἀνέμενον(等待)的宾语或结果。在句法上意为“我一直在等待[你]进行放血治疗”,虽然不定式的主语被省略,但从上下文来看显然是指“你”。
  6. §286ὅσα γε μὴ... ἐκέλευσε — 由限制性关系代词 ὅσα γε(只要……不,除了……之外)引导的从句,否定词 μή 修饰直说过去时 ἐκέλευσε,表示条件性的限制:“除非神命令了”。

引用这一段

阿里斯·台德斯, 圣书一 §285-286. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg023.humanitext-grc2:285-286

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。