§49βαδίζειν, οἶμαι, μᾶλλον ἢ ὀχούμενον φέρεσθαι.
「(正如对人类来说,)我认为,步行比乘车被运载更符合本性。
οὐ γὰρ μέτρα πρῶτον ἐγένετο, εἶθʼ οὕτως εὑρέθη λόγος καὶ διαλέγεσθαι, οὐδὲ ποιηταὶ γενόμενοι τὰ ὀνόματα οἷς δεῖ χρῆσθαι διέθηκαν, ἀλλʼ ὄντων ὀνομάτων καὶ λόγου πεζοῦ χάριτός τινος ἕνεκα καὶ ψυχαγωγίας ἡ τούτων ἐργάτις ὕστερον εἰσῆλθε ποιητική.
因为并非先有格律,然后才由此发明了言论和对话,也不是先有了诗人,他们才配置了应当使用的词语。 相反,在词语和散文已经存在的情况下,为了某种优雅和吸引人心的效果,作为这些东西的制作者的诗歌艺术才在后来引入。
ὥστʼ εἰ τὴν φύσιν τιμῶμεν, τὴν αὐτῶν τῶν θεῶν διάταξιν καὶ βούλησιν τιμῶντες ἂν εἴημεν καὶ τὸ πρότερον καὶ πρεσβύτερον καὶ κατʼ αὐτοὺς ἄμεινον τοὺς ποιητὰς τιμιώτερον ἂν ποιοῖμεν τῇ τοιᾷδε προσρήσει προσαγορεύοντες τοὺς ἅπαντα ταῦτα διαθέντας θεοὺς, ὥσπερ γε καὶ ἡμᾶς αὐτοὺς ἄνευ μέτρων προσαγορεύοντες οὐκ αἰσχυνόμεθα.
因此,如果我们尊重自然,我们就是在尊重神明本身的秩序和意志,而且通过以这样的称呼来称颂安排这一切的神明,我们就是在把更在先、更古老、且根据诗人们自己来看也更好的东西视为更尊贵的,正如我们用无格律的话语来称呼我们自己也不感到羞耻一样。
ταῦτα οὐ τὸ τῶν ποιητῶν ἀτιμάζων γένος εἶπον οὐδʼ ἀφαιρούμενος ἣν ἔχει τάξιν, ἀλλʼ ἐξ αὐτῶν τῶν ἐκείνοις συγκεχωρημένων ἀποδεικνὺς ὅτι καὶ ταῦτα δικαίως ἂν προσνομίζοιμεν ὥσπερ ἱερεῖα πρὸς τοῖς οὖσι.
我并非是在贬低诗人的族群,也并非是在剥夺他们所拥有的地位,才说这些话的;相反,我是从那些让渡给他们的特权本身出发,证明我们也应该理所当然地把这些作为礼物,在现有的基础之上额外奉献给神明。
καὶ εἰ τὸ κατὰ φύσιν ἐφʼ ὅτου ποτʼ ἂν εἴπῃς μᾶλλον κεχαρισμένον τοῖς θεοῖς, μᾶλλον ἂν ἐκ τῶν εἰκότων χαριζοίμεθα αὐτοῖς οὕτω τιμῶντες ἢ ʼκείνως, καὶ μᾶλλόν γʼ ἂν ἡμᾶς οἱ θεοὶ τιμῷεν, εἰ τὰ πρεσβεῖα ἀποδιδοῖμεν τοῖς αὐτοῖς οἷσπερ ἐκεῖνοι, ἐπεὶ καὶ τὸ μέτρον αὐτὸ τὴν μὲν εὐφημίαν τοῦ ὀνόματος τοῖς ποιηταῖς νέμει, τῇ δὲ χρείᾳ πολὺ μᾶλλον ἡμέτερόν ἐστιν.
如果无论你谈论什么,符合本性的东西都更合神明的心意,那么根据情理,我们以这种方式而非那种方式来尊崇他们,会更令他们喜悦;如果我们把首要的荣耀归于神明自己所看重的事物,神明也会更加看重我们。 因为即使是格律本身,虽然将名声的美誉赋予了诗人,但在实用上却远远更属于我们。
ἐκεῖ μὲν γὰρ τὸ ἔπος ἰαμβεῖον μετρεῖ μόνον, εἰ πληροῖ τὸν τόνον, ἐνταῦθα δὲ ὅλον καταμετρεῖ τὸν λόγον καὶ διὰ παντὸς ὡς ἀληθῶς δίεισι, καὶ ἄρχεταί γε εὐθὺς ἐκ τοῦ ὀνόματος.
因为在诗歌中,如果它满足了音调,叙事诗或短歌便仅仅测量了格律;而在此处,散文则测量了整个言论,并且真正贯彻始终,且直接从词语本身开始。
οὔτε γὰρ ὑπερβαλεῖν οὔτʼ ἐνδοτέρω τῆς ἀξίας ἐλθεῖν ἐᾷ, ἀλλʼ ἑκάστῳ τὸ γιγνόμενον ἀποδιδόναι κελεύει.
因为它既不允许超出分寸,也不允许不及价值,而是命令给予每个事物以其应得。
ἔπειτα παρεμβαλεῖν οὐκ ἐᾷ περιττὰ, ὃ γελοῖόν ἐστιν, ἕνεκα τοῦ μέτρου· ἔπειτα ἐπὶ τὰς περιόδους ἐλθὸν ἀπαιτεῖ τὸ αὔταρκες, ἁπάντων, οἶμαι, μέτρων χαλεπώτατον, καὶ ἐπὶ πᾶσιν ἂν δὴ τοῦθʼ ὃ προεῖπον, εἰ τὰ σύμπαντα συμμετρίαν ἔχει, καὶ τὸν σκοπὸν τὸν προτεθέντα εἰ πεπλήρωκεν ἐπισκοπεῖ.
此外,它不允许为了格律的缘故而插入多余的词句,这在诗歌中是滑稽的;接着,当它到达句子的周期时,它要求自足性——我认为这是所有尺度中最困难的一点;而最重要的是,它会审视我之前说过的这一点,即整体是否具有对称性,以及是否达到了预期的目的。
ὥσπερ §50οὖν τὰ κατʼ ἀγορὰν μέτρα οἷς νομίζομεν ἔστιν, οἶμαι, τοῦθʼ ὃ καλεῖται, οὐ μέντοι τό γε τοῦ μέτρου τυγχάνειν παρὰ τοῖς καπήλοις μάλιστʼ ἂν φήσαιμεν εἶναι, ὅτι χοίνικα καὶ κοτύλην κέκτηνται, ἀλλὰ ταῦτα μέν ἐστι τὰ καθʼ ἕκαστα μέτρα, μᾶλλον δὲ ὀνόματα ὡς εἰπεῖν μέτρου, τὸ δὲ ὅλον μέτρον, εἰς ὃ καὶ τούτων δεῖ πολλάκις καὶ πρὸς ὃ πάντα ἀναφέρειν χρὴ περὶ παντὸς πράγματος καὶ τὸ ὡς ἀληθῶς τοῦ παντὸς ἄξιον καὶ φέρον εἰς ἀρετὴν ἄλλο τι καὶ εἰδέναι καὶ ἔχειν φαῖμεν ἂν, οὕτω καὶ ἐνταῦθά ἐστι τὰ μέτρα παρὰ τοῖς ποιηταῖς τὰ καθʼ ἕκαστα, οἶμαι, ταῦτα, οὐ μέντοι τό γε ὅλον μέτρον παρʼ αὐτοῖς.
正如」「因此,我认为,我们在市场上所使用的度量衡就是所谓的尺度。 然而,我们不会说尺度最完美地体现在商贩那里,仅仅因为他们拥有科尼克斯和科图雷;相反,这些只是具体个别的度量,或者更确切地说是度量的“名字”;而整个尺度——不仅这些个别度量常常需要依归于它,而且对于万事万物都必须以此为标准来进行参照,并且真正配得上万物且能导向德行——乃是别的东西,我们会说我们认识并拥有它。 同样,我认为在言辞方面,诗人们所拥有的格律只是这些个别的度量,而整个尺度并不在他们那里。
καὶ μάλιστα οὐδʼ ὀκνητέον διὰ τὴν τοῦ ὀνόματος εὐφημίαν, ὡς τῶν ποιητῶν μόνων εἰδότων τὸ μέτρον τῶν λόγων.
我们绝不应该因为名字的美誉——仿佛只有诗人才懂得言论的尺度——而有所退缩。
ἔνι γὰρ καὶ χωρὶς μέτρων τῶν γε τοιούτων τυγχάνειν τοῦ μέτρου καὶ τοὐναντίον, ὥσπερ ἰατρὸν ἄνευ σταθμῶν καὶ μέτρων ἔνεστι τὸ δέον συλλογίσασθαι καὶ αὖ τὸν τούτοις χρώμενον διαμαρτεῖν ἀπειρίᾳ τοῦ πράγματος εἰς ὃ δεῖ τῶν μέτρων.
因为即使没有格律,至少在没有此类具体格律的情况下,也同样可以达到尺度,反之亦然。 正如医生即使没有秤和量器,也能够推算出所需之物,反之,使用这些工具的人也可能因为对度量所需之事的经验不足而失败一样。
ἐγὼ δὲ οὐκ ἀγνοῶ μὲν, ὅπερ εἶπον, ὡς πολὺ ῥᾷον διʼ ᾠδῆς ἢ λόγῳ ταῦτα ποιεῖν, καὶ ὡς τοῖς ποιηταῖς παρακεχώρηται τῶν τοιούτων ἀγωνισμάτων·
我并非不知道(正如我所说),通过歌唱来做这些事要比用散文容易得多,也知道此类活动确实已经让渡给了诗人,这理所当然。
εἰκότως. πολλὰ γὰρ αὐτοῖς ὑπάρχει πλεονεκτήματα καὶ εἰσὶν αὐτοκράτορες ὅ τι ἂν βούλωνται ποιεῖν.
因为他们拥有许多优势,并且是随心所欲创作的主宰。
ἡμῖν δὲ οὔτε ἀνοῖξαι πίθον ὕμνων οὔθʼ ἅρμα μουσαῖον οὔθʼ ὁλκάδα μυριοφόρον οὔτε νεφέλας, οὐ γρῦπας οὐδὲ τῶν τοιούτων οὐδὲν ἔξεστιν εἰπεῖν, οὔτε θρασύνασθαι οὔτʼ ἐπεμβαλεῖν λόγον ἔξω τοῦ πράγματος, ἀλλʼ ὡς ἀληθῶς δεῖ μένειν ἐν τῷ μέτρῳ καὶ μεμνῆσθαι παρὰ πάντα ἑαυτοῦ, οἷον ἐπὶ στρατείας τὴν τάξιν φυλάττοντα.
而对于我们来说,既不允许打开赞歌之瓮,也不允许驾驭缪斯的战车,不允许开动载重万担的商船,不允许呼唤云朵,也不允许提起格里芬或任何此类事物,更不允许举止放肆或在主题之外横插言辞;相反,我们必须真正留在尺度之内,并在万事中时刻记住自己的身份,就像在出征中坚守队伍的士兵一样。
ὅμως δὲ πειρατέον τήν γε πρόσρησιν ἐκτελέσαι, ἄλλως τε καὶ εὐχὴν ἀποπληροῦντας, ἐπειδήπερ ἐσώθημεν, καὶ ἅμα διατρίβειν περὶ μέτρου διαλεγομένους οὐ συμβαῖνόν ἐστιν.
不过,我们仍须努力完成这一称颂,尤其是为了在我们获救之后履行誓言,同时,在谈论尺度中度过时光也并非不合时宜。
εἶεν.
好。
σὲ γὰρ δὴ πᾶς τις ἐν παντὶ καιρῷ βοηθὸν καλεῖ, Σάραπι· δὸς λέξαι τὸν λόγον
因为在任何时候,每个人都会呼唤你为救主,萨拉皮斯;求你允许我诉说这番言论。 」