← アイリオス・アリステイデス

セラピスへ

§49-50

散文が体現する全体の尺度と詩の韻律に対する優位

散文こそが、人間の本性に合致した「全体の尺度」を体現するものであり、詩人の用いる「個別的な尺度」よりも優れていることを論じ、神への散文による讃歌の正当性を主張する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§49

βαδίζειν, οἶμαι, μᾶλλον ἢ ὀχούμενον φέρεσθαι.1 οὐ γὰρ μέτρα πρῶτον ἐγένετο, εἶθʼ οὕτως εὑρέθη λόγος καὶ διαλέγεσθαι, οὐδὲ ποιηταὶ γενόμενοι τὰ ὀνόματα οἷς δεῖ χρῆσθαι διέθηκαν, ἀλλʼ ὄντων ὀνομάτων καὶ λόγου πεζοῦ χάριτός τινος ἕνεκα καὶ ψυχαγωγίας ἡ τούτων ἐργάτις ὕστερον εἰσῆλθε ποιητική.2 ὥστʼ εἰ τὴν φύσιν τιμῶμεν, τὴν αὐτῶν τῶν θεῶν διάταξιν καὶ βούλησιν τιμῶντες ἂν εἴημεν καὶ τὸ πρότερον καὶ πρεσβύτερον καὶ κατʼ αὐτοὺς ἄμεινον τοὺς ποιητὰς τιμιώτερον ἂν ποιοῖμεν3 τῇ τοιᾷδε προσρήσει προσαγορεύοντες τοὺς ἅπαντα ταῦτα διαθέντας θεοὺς, ὥσπερ γε καὶ ἡμᾶς αὐτοὺς ἄνευ μέτρων προσαγορεύοντες οὐκ αἰσχυνόμεθα. ταῦτα οὐ τὸ τῶν ποιητῶν ἀτιμάζων γένος εἶπον οὐδʼ ἀφαιρούμενος ἣν ἔχει τάξιν, ἀλλʼ ἐξ αὐτῶν τῶν ἐκείνοις συγκεχωρημένων ἀποδεικνὺς ὅτι καὶ ταῦτα δικαίως ἂν προσνομίζοιμεν ὥσπερ ἱερεῖα πρὸς τοῖς οὖσι. καὶ εἰ τὸ κατὰ φύσιν ἐφʼ ὅτου ποτʼ ἂν εἴπῃς μᾶλλον κεχαρισμένον τοῖς θεοῖς, μᾶλλον ἂν ἐκ τῶν εἰκότων χαριζοίμεθα αὐτοῖς οὕτω τιμῶντες ἢ ʼκείνως, καὶ μᾶλλόν γʼ ἂν ἡμᾶς οἱ θεοὶ τιμῷεν, εἰ τὰ πρεσβεῖα ἀποδιδοῖμεν τοῖς αὐτοῖς οἷσπερ ἐκεῖνοι, ἐπεὶ καὶ τὸ μέτρον αὐτὸ τὴν μὲν εὐφημίαν τοῦ ὀνόματος τοῖς ποιηταῖς νέμει, τῇ δὲ χρείᾳ πολὺ μᾶλλον ἡμέτερόν ἐστιν. ἐκεῖ μὲν γὰρ τὸ ἔπος ἰαμβεῖον μετρεῖ μόνον, εἰ πληροῖ τὸν τόνον, ἐνταῦθα δὲ ὅλον καταμετρεῖ τὸν λόγον καὶ διὰ παντὸς ὡς ἀληθῶς δίεισι, καὶ ἄρχεταί γε εὐθὺς ἐκ τοῦ ὀνόματος. οὔτε γὰρ ὑπερβαλεῖν οὔτʼ ἐνδοτέρω τῆς ἀξίας ἐλθεῖν ἐᾷ, ἀλλʼ ἑκάστῳ τὸ γιγνόμενον ἀποδιδόναι κελεύει. ἔπειτα παρεμβαλεῖν οὐκ ἐᾷ περιττὰ, ὃ γελοῖόν ἐστιν, ἕνεκα τοῦ μέτρου· ἔπειτα ἐπὶ τὰς περιόδους ἐλθὸν ἀπαιτεῖ τὸ αὔταρκες, ἁπάντων, οἶμαι, μέτρων χαλεπώτατον, καὶ ἐπὶ πᾶσιν ἂν δὴ τοῦθʼ ὃ προεῖπον, εἰ τὰ σύμπαντα συμμετρίαν ἔχει, καὶ τὸν σκοπὸν τὸν προτεθέντα εἰ πεπλήρωκεν ἐπισκοπεῖ. ὥσπερ οὖν τὰ κατʼ ἀγορὰν μέτρα οἷς νομίζομεν ἔστιν, οἶμαι, τοῦθʼ ὃ καλεῖται, οὐ μέντοι τό γε τοῦ μέτρου τυγχάνειν4 παρὰ τοῖς καπήλοις μάλιστʼ ἂν φήσαιμεν εἶναι, ὅτι χοίνικα καὶ κοτύλην κέκτηνται, ἀλλὰ ταῦτα μέν ἐστι τὰ καθʼ ἕκαστα μέτρα, μᾶλλον δὲ ὀνόματα ὡς εἰπεῖν μέτρου, τὸ δὲ ὅλον μέτρον, εἰς ὃ καὶ τούτων δεῖ πολλάκις καὶ πρὸς ὃ πάντα ἀναφέρειν χρὴ περὶ παντὸς πράγματος καὶ τὸ ὡς ἀληθῶς τοῦ παντὸς ἄξιον καὶ φέρον εἰς ἀρετὴν ἄλλο τι καὶ εἰδέναι καὶ ἔχειν φαῖμεν ἂν, οὕτω καὶ ἐνταῦθά ἐστι τὰ μέτρα παρὰ τοῖς ποιηταῖς τὰ καθʼ ἕκαστα, οἶμαι, ταῦτα, οὐ μέντοι τό γε ὅλον μέτρον παρʼ αὐτοῖς. καὶ μάλιστα οὐδʼ ὀκνητέον διὰ τὴν τοῦ ὀνόματος εὐφημίαν, ὡς τῶν ποιητῶν μόνων εἰδότων τὸ μέτρον τῶν λόγων. ἔνι γὰρ καὶ χωρὶς μέτρων τῶν γε τοιούτων5 τυγχάνειν τοῦ μέτρου καὶ τοὐναντίον, ὥσπερ ἰατρὸν ἄνευ σταθμῶν καὶ μέτρων ἔνεστι τὸ δέον συλλογίσασθαι καὶ αὖ τὸν τούτοις χρώμενον διαμαρτεῖν ἀπειρίᾳ τοῦ πράγματος εἰς ὃ δεῖ τῶν μέτρων. ἐγὼ δὲ οὐκ ἀγνοῶ μὲν, ὅπερ εἶπον, ὡς πολὺ ῥᾷον διʼ ᾠδῆς ἢ λόγῳ ταῦτα ποιεῖν, καὶ ὡς τοῖς ποιηταῖς παρακεχώρηται τῶν τοιούτων ἀγωνισμάτων· εἰκότως. πολλὰ γὰρ αὐτοῖς ὑπάρχει πλεονεκτήματα καὶ εἰσὶν αὐτοκράτορες ὅ τι ἂν βούλωνται ποιεῖν. ἡμῖν δὲ οὔτε ἀνοῖξαι πίθον ὕμνων οὔθʼ ἅρμα μουσαῖον οὔθʼ ὁλκάδα μυριοφόρον οὔτε νεφέλας, οὐ γρῦπας οὐδὲ τῶν τοιούτων οὐδὲν ἔξεστιν εἰπεῖν, οὔτε θρασύνασθαι οὔτʼ ἐπεμβαλεῖν λόγον ἔξω τοῦ πράγματος, ἀλλʼ ὡς ἀληθῶς δεῖ μένειν ἐν τῷ μέτρῳ καὶ μεμνῆσθαι παρὰ πάντα ἑαυτοῦ, οἷον ἐπὶ στρατείας τὴν τάξιν φυλάττοντα. ὅμως δὲ πειρατέον τήν γε πρόσρησιν ἐκτελέσαι, ἄλλως τε καὶ εὐχὴν ἀποπληροῦντας, ἐπειδήπερ ἐσώθημεν, καὶ ἅμα διατρίβειν περὶ μέτρου διαλεγομένους οὐ συμβαῖνόν ἐστιν. εἶεν. σὲ γὰρ δὴ πᾶς τις ἐν παντὶ καιρῷ βοηθὸν καλεῖ, Σάραπι· δὸς λέξαι τὸν λόγον

「(ちょうど人間にとっては、)乗り物に乗って運ばれるよりも、歩くことの方が〔自然にかなっている〕と私は思う。というのも、まず最初に韻律が生じ、その後に言論や対話が見出されたのではないし、また詩人たちが登場して、用いるべき言葉を配置したわけでもないからである。むしろ、言葉と散文がすでに存在していたところに、何らかの優雅さと人の心を惹きつけることのために、それらを作り出す詩作の技術が後から入り込んできたのである。したがって、もし我々が自然を重んじるならば、神々ご自身の秩序と意志を重んじていることになるだろうし、また、より先にあって、より古く、詩人たち自身にとってもより優れているものを、より尊いものとすることになるだろう。そのような呼びかけによって、これらすべてを配置された神々を呼びかけることで。ちょうど、我々自身をも韻律なしに呼びかけることを恥じないように。私は、詩人たちの族を軽んじたり、彼らの持つ地位を奪ったりしてこれらのことを言ったのではない。そうではなく、彼らに譲歩されているまさにその事柄から、これらをも、我々が既存の犠牲に加えて当然さらに付け加えるべきであることを示しているのである。そして、もし自然にかなっていることが、君がどのようなことについて言おうとも、神々にとってより喜ばしいものであるならば、我々がこのように神々を敬うことによって、彼らの方法よりも、より当然のこととして神々を喜ばせることになるだろう。そして、もし我々が、神々ご自身が尊ぶものと同じものに最高の栄誉を返すならば、神々は我々をよりいっそう重んじてくださるだろう。なぜなら、韻律そのものは、その名の美名を詩人たちに分け与えるが、実用においては、はるかに我々のものだからである。あちらにおいては、もしそれが調子を満たしているなら、叙事詩や短歌がただ韻律を計るだけであるが、こちらにおいては、言論全体をくまなく測定し、真に全体に行き渡り、そして言葉そのものからすぐに始まるからである。というのも、それは価値を超え出ることも、それに達しないことも許さず、むしろ各人にふさわしいものを返すように命じるからである。さらに、韻律のために余計なものを挿入することを許さないが、それは滑稽なことである。さらに、周期に達すると自足性を要求するが、これは私の思うに、あらゆる尺度の中で最も困難なことである。そして何よりも、私が先ほど言ったように、全体が調和を持っているか、あるいは提示された目的を達成しているかどうかを吟味するからである。ちょうど、」「市場での尺度において、我々が常用しているものが、いわゆるそれであると私は思うが、しかし我々は、小売商たちがコイニクスやコテュレを所有しているからといって、彼らのところでこそ尺度が最もよく得られているとは言わない。それらは個別の尺度であり、むしろ言わば尺度の「名称」にすぎない。しかし、全体の尺度、すなわち、これら個別的な尺度もしばしばそこへと関連づけられるべきであり、すべての事柄について万事に関してそこへと照合しなければならないもの、そして真に万物に値し、徳へと導くものは、別の何かであり、我々はそれを知り、また持っていると言うだろう。そのように、ここにおいても、詩人たちのもとにある尺度は個別的なものであると私は思うが、全体の尺度が彼らのもとにあるわけではない。そして特に、その名の評判のよさを口実に、あたかも詩人だけが言葉の尺度を知っているかのように考えて、ためらってはならない。なぜなら、そのような尺度なしでも、尺度に達することは可能であり、その逆もまた可能だからである。ちょうど、医師が秤や計量器なしでも必要な処方を推量することができ、逆に、それらを用いる者が、その尺度を必要とする事柄への経験不足のために失敗することがあるように。しかし私は、先ほど言ったように、歌を通じてこれらのことを行う方が、言論によるよりもはるかに容易であること、そして詩人たちにそのような活動が委ねられていることを知らないわけではない。当然である。彼らには多くの有利な点があり、彼らは自分たちの望むことを何でも行うことができる自由を持っているからだ。しかし我々には、讃歌の壺を開くことも、ミューズの戦車を操ることも、万荷を積んだ商船を出すことも、雲も、グリフィンも、そのようなものの何一つ口にすることは許されていない。また、大胆に振る舞ったり、事柄から外れた言論を挿入したりすることも許されず、むしろ本当に尺度にとどまり、あらゆることにおいて自己を覚えていなければならない。ちょうど、従軍中に隊列を守る者のように。それでも、この呼びかけを遂行するように努めなければならない。とりわけ、我々が救われたからには誓いを果たすためであり、同時に、尺度について語り合いながら時間を過ごすことは不調和なことではないからである。よし。サラピスよ、あらゆる時に誰もがあなたを救い手と呼ぶ。この言論を語ることを許したまえ。」

構文注5 件
  1. 49βαδίζειν, οἶμαι, μᾶλλον ἢ ὀχούμενον φέρεσθαι.

    直前の文の結び(ὥσπερ γε καὶ...)から続く比較級の従属節構造。不定詞 βαδίζειν と受動態分詞 ὀχούμενον が対比されており、文脈上 predication である ἐστὶ κατὰ φύσιν(自然にかなっている)が省略されている。

  2. 49ἡ τούτων ἐργάτις ὕστερον εἰσῆλθε ποιητική

    主語は ἡ ποιητική(詩作の技術)であり、女性名詞 ἐργάτις(製作者)が同格として挿入されている。属格 τούτων は、直前の χάριτός τινος ... καὶ ψυχαγωγίας を指す目的格的属格または生成の属格(「これらを作り出すもの」)として機能している。

  3. 49ἂν εἴημεν καὶ ... ἂν ποιοῖμεν

    連詞 ὥστʼ(それゆえ)に導かれる帰結節。条件節(εἰ ... τιμῶμεν)が直説法現在であるのに対し、帰結節が希求法+ ἄν となっており、現実の前提から生じる論理的帰結を潜在的可能性として和らげて表現する混合条件文を構成している。

  4. 50οὐ μέντοι τό γε τοῦ μέτρου τυγχάνειν

    冠詞付き不定詞 τό ... τυγχάνειν(達すること)が名詞化されて主語として機能している。παρὰ τοῖς καπήλοις(小売商のもとで)がこれを修飾し、彼らが度量衡の容器を所有していることと「真の尺度(適度・中庸)」を得ていることとの対比を明確にしている。

  5. 50τῶν γε τοιούτων

    前置詞 χωρὶς に導かれる μέτρων を修飾する属格。続く τοῦ μέτρου は動詞 τυγχάνειν の目的語であり、「そのような(詩的な)尺度なしでも、真の尺度に達することは可能である」という対比的並置のために双方が属格で置かれている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0284.tlg008.humanitext-grc2:49-50