§51εὐμενῶς, πάντως οὐδέν γε σοὶ ἀδύνατον, ἀρχήν τε ἥτις σοι φίλη πορίζειν, καὶ ὥσπερ τὰ πρῶτα ἔδωκας, οὕτω καὶ τὰ δεύτερα εἰσακούσας γενοῦ.
慈悲地。 对你而言绝对没有任何事是不可能的,提供你所喜爱的开端吧;正如你赐予了第一批恩典,同样,请倾听并成全第二批恩典。
καὶ πάντα γὰρ πανταχοῦ διὰ σοῦ τε καὶ διὰ σὲ ἡμῖν γίγνεται ἃ μάλιστʼ ἂν ἡμῖν γίγνεσθαι βουλοίμεθα.
因为我们在各地所最希望发生在我们身上的一切事情,确实都是通过你并为了你而发生的。
ὅστις μὲν δὴ καὶ ἥντινα τὴν φύσιν ἔχων ἐστὶν ὁ θεὸς ἱερεῦσί τε καὶ λογίοις Αἰγυπτίων παρείσθω λέγειν τε καὶ εἰδέναι, ὅσων δὲ καὶ οἵων ἀγαθῶν αἴτιος ἀνθρώποις δείκνυται, ἀρκούντως τʼ ἂν ἐγκωμιάζοιμεν ὡς ἐν τῷ παρόντι λέγοντες καὶ ἅμα καὶ τὴν φύσιν αὐτοῦ διὰ τῶν αὐτῶν τούτων ἔξεστιν ἐπισκοπεῖσθαι.
至于这位神明究竟是谁、具有怎样的本性,且让埃及的祭司和学者们去评说和知晓吧。 然而,他向人类展示出的、作为多少以及何种善物的源泉,我们作为在当前情况下发言的人,将给予充分的颂扬,同时也可以通过这些同样的事物来考察他的本性。
ἂν γὰρ ἃ δύναταί τις καὶ διαδίδωσιν εἴπωμεν, καὶ τὸ ὅστις ἐστὶ καὶ τὸ ἥντινα ἔχει τὴν φύσιν σχεδὸν εἰρήκαμεν.
因为如果我们说出一个存在能够做什么以及分配什么,我们也就几乎说出了他是谁以及具有怎样的本性。
οὐ γὰρ ἀλλοῖός ἐστιν ἢ οἷος ἐκ τῶν ἔργων ἐπιφαίνει καὶ δείκνυται.
因为他绝非不同于他通过其功绩所显现和展示出来的样子。
τίνα οὖν ἔργα Σαράπιδος;
那么,萨拉皮斯的功绩是什么?
οὐκ ἀνθρωπείας μοι δοκεῖ δεῖσθαι τοῦτʼ ἔτι τῆς ἀποκρίσεως.
这在我看来似乎已经不需要人类的回答了。
ἀλλʼ Ὅμηρος δέκα γλώττας καὶ δέκα στόματα οὐκ ἄν φησιν οἷός τε εἶναι λαβὼν τὸν τῶν νεῶν ἀριθμὸν εἰπεῖν ὅσαι τοῖς Ἀχαιοῖς εἵποντο, εἰ μὴ αἱ Μοῦσαι εἴποιεν αὐτῷ καὶ ἡγήσαιντο τοῦ λόγου·
但是荷马说,即使他得到了十条舌头和十个温床般的口,他也无法说出跟从阿开亚人的船只数量,除非缪斯女神告诉他并为他的言论指引方向。
ἐμοὶ δὲ τὰ τοῦ μεγίστου τῶν θεῶν ἔργα τε καὶ δῶρα εἰς ἀνθρώπους ἀεὶ τελούμενα ἦ που σφόδρα ἀμήχανον ἁπάντων ἀνθρώπων στόματα καὶ πᾶσαν ὅση ἀνθρωπίνη φωνὴ κτησαμένῳ, εἰ μὴ θεοί τινες ὡς ἀληθῶς ἡγεμόνες τῷ λόγῳ γένοιντο.
而对我来说,这位最伟大神明的、对人类始终履行的功绩和恩赐,即使我得到了全人类的口和所有人类的声音,这也确实是极其不可能完成的事,除非真的有某些神明成为我言辞的引领者。
καὶ δὴ θεοὶ μὲν κεκλήσθων αὖθις, τὰ δὲ ἔργα τοῦ θεοῦ λέγωμεν·
那么,且让我们再次呼唤神明,并诉说神的功绩吧。
βούλεται γὰρ καὶ δίδωσι λέγειν αὐτοῖς οἷς ὁ τῶν ἀνθρώπων βίος διοικεῖται καὶ σώζεται, ταῦτά ἐστιν ἔργα Σαράπιδος.
因为他希望并允许人们述说那些维系和拯救人类生活的事物,这些就是萨拉皮斯的功绩。
ἀρκτέον δὲ, φασὶν, ἐξ ἀρχῆς.
正如俗话所说,我们必须从头开始。
τρία ταῦτα ἐπὶ παντὸς ἀνθρώπου θεωρεῖται καὶ συνέχει τὸν βίον, ψυχὴ, σῶμα, ὅσα τούτων ἐκτὸς εἰς χρείαν ἔρχεται.
在每个人身上,都有这三样东西被观察到并维系着生命:灵魂、肉体,以及这两者之外用于生活所需的一切。
τούτοις δὴ πᾶσιν ἐφέστηκεν οὗτος ὁ θεὸς, ἐξ ἀρχῆς τε ἡμᾶς ἄγων εἰς φῶς καὶ τὴν ἑαυτοῦ ἀρχὴν καὶ γενομένοις ὅπως ἕκαστα ὑπάρξει προνοούμενος, τὴν μὲν ψυχὴν σοφίᾳ κοσμῶν ἡμῶν, ἣ μόνη τὴν πρὸς θεοὺς
这位神明确实主宰着所有这些,从一开始就引导我们走向光明和他的统治,并为诞生后的我们如何拥有每样事物而未雨绸缪,以智慧装饰我们的灵魂——这智慧是唯一向人类展示他们与神明同族关系的东西,也是我们借以区别于其他凡人或动物的东西。
§52συγγένειαν ἀνθρώποις δείκνυσι καὶ ᾗ τῶν ἄλλων θνητῶν ἢ ζώων διαφέρομεν, ἣ θεῶν τε αὐτῶν ἔννοιαν ἔδωκεν ἀνθρώποις καὶ ἱερὰ καὶ τελετὰς καὶ τιμὰς πάσας εὗρεν, ἔτι δὲ νόμους καὶ πολιτείαν καὶ μηχανήματα πάντα καὶ τέχνας πάσας ἐδίδαξε καὶ κατεστήσατο, καὶ ψευδοῦς καὶ ἀληθοῦς ἔδωκε διάγνωσιν, ὡς δʼ εἰπεῖν, ἐποίησε τὸν βίον·
这智慧智慧赋予了人类对神明本身的观念,发明了神殿、仪式和所有崇拜,此外还教授并确立了法律、政体、所有发明和一切技术,并赋予了虚假与真实的辨别力,可以说,创造了生活。
τὴν μὲν δὴ ψυχὴν, ὅπερ εἶπον, σοφίᾳ καθαίρων, τὸ δὲ σῶμα ὑγίειαν διδοὺς σώζει, ἧς χωρὶς οὔτε τοῖς τῆς ψυχῆς ἀγαθοῖς χρῆσθαι οὔτʼ ἄλλης οὐδεμιᾶς εὐτυχίας ἀπολαύειν ἔστι.
因此,正如我所说,他用智慧净化灵魂,同时通过赋予健康来保护身体,没有健康,既无法使用灵魂的善物,也无法享受任何其他好运。
τοσαύτην δʼ ἔχει δύναμιν καὶ τιμὴν παρὰ θεοῖς καὶ ἀνθρώποις ὥστε ἐκ μὲν θεῶν οἴκων οὐδὲ ἐξέρχεται, οὐ πρότερόν γε ἢ ἄστρα τε ἐξ οὐρανοῦ καὶ αὐτὸς οὐρανὸς ἐξέλθοι ποτʼ ἂν τῆς αὑτοῦ χώρας, ἀνθρώπων δὲ οὓς ἂν προλίπῃ ζῶντες οἰκτείρονται μᾶλλον ἢ τελευτήσαντες.
健康在神与人之间拥有如此巨大的力量和荣耀,以至于它绝不会离开神明的居所——至少在天上的星辰和天宇本身离开自己的位置之前是绝不可能的。 而在人类中,那些被健康抛弃的人,在活着的时候比死去的人更令人怜悯。
μόνος δὲ ὁμοίως μὲν βασιλεῦσιν, ὁμοίως δὲ ἰδιώταις τίμιος, ὁμοίως δὲ σοφοῖς καὶ φαύλοις, καὶ μεγάλοις καὶ ἐλάττοσι, καὶ καλῶς καὶ τοὐναντίον πράττουσι, τοῖς μὲν τῆς ὑπαρχούσης εὐδαιμονίας ὄνησιν διδοὺς, τοῖς δὲ ἀντὶ τῶν ἄλλων δυσχερῶν μόνος γιγνόμενος.
它唯一同样被国王和普通公民所尊崇,同样被智者和凡愚、伟大者和微小者、境况良好者和相反者所看重,它给前者带来享用现有幸福的益处,而对后者来说,它独自取代了所有其他困难。
τὴν δʼ αὖ μεθʼ ὑγίειαν περισπούδαστον ἀνθρώποις χρημάτων κτῆσιν καὶ ταύτην Σάραπις δίδωσιν ἄνευ πολέμων καὶ μάχης καὶ κινδύνων·
此外,在健康之后最受人类追捧的财产获得,萨拉皮斯也同样赐予,而无需战争、战斗和危险。
οὕτω διὰ παντὸς ἡμῖν εὐμενής ἐστι τοῦ βίου καὶ οὐδεμία ἀργὸς χώρα παρείθη τῷ θεῷ τούτῳ, ἀλλὰ μεθʼ ὧν ἄνθρωπον δεῖ νοεῖν, πάνθʼ οὗτος ἐξετάζει καὶ κατὰ πᾶν μέρος εὐεργεσίαν ἔχει, ἀπὸ τῆς ψυχῆς ἀρξάμενος καὶ τελευτῶν εἰς τὰς ἔξωθεν εὐπορίας.
因此,他在我们生命的整个过程中都是慈悲的,这位神明没有遗漏任何荒废的领域,而是与人类必须思考的事情一起,审视一切并在每个部分都施予恩惠,从灵魂开始,以物质的丰裕结束。
καὶ πεποίηκεν ἡμῖν οἷον ἁρμονίαν τὸν βίον καὶ συνῆψε ταῖς δωρεαῖς, σοφίας ἐρᾶν διʼ ὑγιείας ποιήσας, ὑγίειαν δὲ ἡδίω σὺν εὐπορίᾳ καταστήσας, τῷ δὲ μέσῳ τὰ ἄκρα οἷον γόμφῳ συλλαβὼν καὶ βεβαιωσάμενος τῇ ὑγιείᾳ τὰ τῆς ψυχῆς ἀγαθὰ καὶ τὴν τῶν ὄντων ὄνησιν.
他把我们的生活塑造成一种和谐,并用他的赐予将其连接在一起:使我们通过健康去热爱智慧,又使健康在丰裕中变得更加愉快,用中间的事物(健康)像木栓一样将两端(智慧与财富)连接并固定,用健康来巩固灵魂的善物以及对现有事物的享用。
πῶς οὖν οὐ τοῦτον ἀνακηρύττειν
既然如此,我们怎能不宣扬他呢?