§47εὔδαιμόν γε τὸ τῶν ποιητῶν ἐστι γένος καὶ πραγμάτων ἀπήλλακται πανταχῆ.
诗人的族群确实是幸福的,并且在各方面都完全免受烦琐事务的干扰。
οὐ γὰρ μόνον αὐτοῖς ἔξεστι τὰς ὑποθέσεις τοιαύτας ὁποίας ἂν αὐτοὶ βουληθῶσιν ἑκάστοτε ἐνστήσασθαι, οὔτε ἀληθεῖς οὔτε ἐνίοτε πιθανὰς, ἀλλʼ οὐδὲ ἐχούσας σύστασιν τὸ παράπαν, εἴ τις ὀρθῶς βούλοιτο σκοπεῖν, ἀλλὰ καὶ διαχειρίζουσι ταύτας οὕτως ὅπως ἂν αὐτοῖς δόξῃ νοήμασί τε καὶ ἐνθυμήμασιν, ὧν ἔνια, εἴ τις τὰ πρὸ αὐτῶν τε καὶ μετὰ ταῦτα ἀφέλοι, οὐδὲ μαθεῖν ἔστιν αὐτά γε καθʼ αὑτὰ ὅ τι δηλοῖ.
因为他们不仅可以随时确立自己所期望的各种主题(如果有人正确地审视,这些主题既不真实,有时甚至不可信,甚至完全没有任何条理),而且他们还按照自己的意愿,用思想和推敲来处理这些主题,其中有一些思想,如果人们去掉它们的前后文,甚至无法凭其自身理解它们究竟意味着什么。
ὁμοῦ δὲ πάντων λεχθέντων συνέντες ἀπεδεξάμεθα ὥσπερ ἀγαπήσαντες ὅτι συνήκαμεν.
然而,当所有话语一齐说出时,我们便理解并接受了,仿佛因自己听懂了而感到欣喜。
ἐνίων δὲ τὰς ἀρχὰς εἰπόντες τὸ λοιπὸν ἀφῆκαν, ὥσπερ καταγνόντες, τὰ δὲ τῆς ἀρχῆς στερήσαντες, ἄλλων δὲ τὰ μέσα ἐξελόντες, ἀποχρῆν ᾠήθησαν, ὥσπερ τύραννοί τινες τῶν νοημάτων ὄντες.
对于某些思想,他们只说了个开头便放弃了其余部分,仿佛对其作出了判决;而对于另一些,他们剥夺了其开头;对于还有一些,他们抽去了其中间部分,便认为足够了,他们简直就像是思想的专制君主。
ἔπειτα δὲ οὐδὲν αὐτοῖς ἀτόλμητον οὐδʼ ἄπορόν ἐστιν, ἀλλὰ θεοὺς ἀπὸ μηχανῆς αἴρουσι, καὶ εἰς πλοῦν ἐμβιβάζουσι συμπλεῖν οἷς ἂν αὐτοῖς δοκῇ, καὶ ποιοῦσιν οὐ μόνον συγκαθημένους, ἂν οὕτω τύχῃ, τοῖς ἀνθρώποις, ἀλλὰ καὶ συμπίνοντας καὶ λύχνους ἔχοντας φῶς ποιοῦντας.
此外,对他们来说,没有什么是不敢尝试的,也没有什么是不可能的,他们用机关起吊神明,让神明与他们心仪的人同船航行,他们不仅让神明与人类坐在一起(如果碰巧如此的话),还让神明与人类共饮,甚至手持灯盏照亮。
καὶ ταῦτα δὴ οὕτω μεγαλοπρεπεῖς εἰσιν, ἀφʼ οὗ πᾶς ὅδε λόγος ὡρμήθη, ὡς εἰσὶν εὐδαίμονες κατʼ αὐτὸν τὸν Ὅμηρον ῥεῖα ζώοντες, ἐπειδὰν ποιῶσι τοὺς ὕμνους καὶ παιᾶνας τοῖς θεοῖς.
在这些事情上,他们是如此堂皇——这正是我们这篇谈话的起点——正如荷马本人所说,当他们为神明创作赞歌和佩安时,他们过着悠闲的生活,是多么幸福。
αἱ δὲ στροφαὶ ἢ περίοδοι ἀπεπλήρωσαν τὸ πᾶν.
而旋回诗章或周期律则填补了这一切。
καὶ Δᾶλον ἀμφιρρύταν εἰπόντες, ἢ Δία τερπικέραυνον, ἢ πόντον ἐρίβρομον, καὶ παρελθόντες ὡς Ἡρακλῆς εἰς Ὑπερβορέους ἀφίκετο, καὶ ὡς Ἴαμος ἦν μάντις παλαιὸς, ἢ ὡς τὸν Ἀνταῖον Ἡρακλῆς, ἢ Μίνωα, ἢ Ῥαδάμυνθυν προσθέντες, ἢ Φᾶσιν, ἢ §48Ἴστρον, ἢ ὡς αὐτοὶ θρέμματα Μουσῶν εἰσι καὶ ἄμαχοί τινες εἰς σοφίαν ἀναφθεγξάμενοι, αὐταρκῶς σφίσιν ὑμνῆσθαι νομίζουσι, καὶ οὐδὲ τῶν ἰδιωτῶν οὐδεὶς πλέον ἐπιζητεῖ παρʼ αὐτῶν.
他们口称“波涛环绕的德洛斯”,或“喜好雷电的宙斯”,或“轰鸣的海洋”,并简略提起赫拉克勒斯如何到达海伯里安人的土地,以及伊阿摩斯如何是古代的先知,或者加上赫拉克勒斯如何击败安泰俄斯,或米诺斯,或拉达曼迪斯,或法西斯,或伊斯特河,或者大声宣告他们自己是缪斯的宠儿,在智慧上无与伦比,他们便认为自己已经充分地颂扬了,而普通人中也没有任何人向他们苛求更多。
οὕτω δὲ σφόδρα αὐτοὺς ἱεροὺς ἄγομεν καὶ σεμνύνομεν ὥστε καὶ αὐτὸ τὸ ποιεῖν τοὺς ὕμνους τοῖς θεοῖς καὶ προσαγορεύειν τούτοις παρακεχωρήκαμεν, ὥσπερ προφήταις ὡς ἀληθῶς οὖσι τῶν θεῶν.
我们如此极力地将他们视为神圣并尊崇他们,以至于我们甚至将为神明创作赞歌和称呼神明这件事本身也让渡给了他们,仿佛他们真的是神明的代言人。
καὶ οὐδὲ ᾧ τὸ προσῆκον ὀρθῶς ὑποθέσθαι καὶ διαχειρίσαι τοῖς πᾶσιν ἐξητασμένως ἐστὶ καὶ διὰ πάσης ἐλθεῖν ἀκριβείας εἰς ὅσον ἀνθρώπῳ δυνατὸν τέτακται, οὐδὲν ἡγούμεθα δεῖν πρός γε τοὺς θεοὺς χρῆσθαι, ἀλλʼ ἐπὶ μὲν τὰ ἄλλα πάντα ἀγωνίσματα τῷ λόγῳ χρώμεθα, καὶ πανηγύρεις τε ἐγκωμιάζομεν καὶ πράξεις ἀνδρῶν καὶ πολέμους ἀφηγούμεθα, καὶ μύθους ποιοῦμεν, κἀν τοῖς δικαστηρίοις ἀγωνιζόμεθα, καὶ πρὸς πάνθʼ, ὡς ἔπος εἰπεῖν, ἡμῖν ἔπεισιν ὁ λόγος, πρὸς δὲ τοὺς θεοὺς αὐτοὺς τοὺς δόντας ἡμῖν αὐτὸν οὐ παντάπασιν ἀξιοῦμεν χρῆσθαι τούτῳ.
而对于那本该正确地设定前提、以经得起审视的方式处理万事、并在人类可能的范围内贯彻一切严谨性的工具(言论),我们却认为对神明完全没有必要使用;相反,在所有其他竞争中我们都使用言论,我们赞美节日,叙述人类的功绩与战争,创作神话,在法庭上辩论,可以说,言论无所不至,但对于赐予我们言论的神明本身,我们却认为完全不该使用它。
ἀλλʼ ὑπὲρ μὲν τῶν ἱερῶν αὐτῶν καὶ τῶν τελουμένων θυσιῶν λόγῳ πεζῷ διῃρήκαμεν ἃ χρὴ ποιεῖν, νόμους γράψαντες. ὕμνους δὲ οὐχ ἡγούμεθα δεῖν κατὰ τοῦτον τὸν τρόπον ποιεῖν.
不过,关于神殿本身以及所举行的祭祀,我们已经通过制定法律,用散文规定了应当做什么;但我们认为不该以这种方式创作赞歌。
πότερον οἱ μὲν ποιηταὶ χρῄζουσι τῶν θεῶν, ἡμεῖς δὲ ὃ μὴ θέμις εἰπεῖν;
难道是诗人需要神明,而我们——这真是不可言说之事——(不需要吗)?
ἀλλὰ μὴν τοῦτό γε καὶ παρʼ αὐτῶν τῶν ποιητῶν μαρτυρεῖται, ὅτι πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι.
然而,这一点甚至连诗人自己也证实了,即“所有人类都期盼神明”。
πάντας οὖν καὶ τιμᾶν αὐτοὺς εἰκὸς ἀπὸ τῆς ὑπαρχούσης ἑκάστοις δυνάμεως.
因此,所有人根据各自拥有的能力来尊崇神明,乃是理所当然的。
ἀλλʼ οἱ ποιηταὶ μόνοι θεοφιλεῖς εἰσι καὶ παρὰ τούτων οἱ θεοὶ ἥδιστα δέχονται τὰ δῶρα;
难道只有诗人才是神明所钟爱的,神明最乐于接受他们的礼物吗?
τί οὖν οὐ καὶ ἱερέας τῶν θεῶν μόνους τοὺς ποιητὰς ἐποιήσαμεν;
那我们为什么不把诗人作为神明唯一的祭司呢?
ἀλλʼ ὅτι νὴ Δία καὶ οἱ προφῆται τῶν θεῶν ὁπόσοι μαντικοὶ μέτρῳ σημαίνουσιν ἃ χρὴ ποιεῖν;
难道是因为,凭宙斯起誓,神明的所有那些精通预言的代言人都是用格律来指示应当做什么吗?
τὰ δέ γε πλείω νὴ Δία χωρὶς μέτρου ἡ πρόμαντις αὐτὴ ἡ ἐν Δελφοῖς, αἱ ἐν Δωδώνῃ ἱέρειαι, Τροφώνιος, τὰ ἐξ Ἀσκληπιοῦ καὶ Σαράπιδος ὀνείρατα.
然而,凭宙斯起誓,大部分神示都是不用格律的,比如德尔斐的女祭司本人、多多纳的女祭司们、特罗福尼乌斯,以及来自阿斯克勒庇俄斯和萨拉皮斯的梦境。
ἀλλὰ μὴν κατὰ φύσιν γε μᾶλλόν ἐστιν ἀνθρώπῳ πεζῷ λόγῳ χρῆσθαι, ὥσπερ γε καὶ
然而,对人类来说,使用散文显然更符合本性,正如……