Humanitext Reader

斯特拉波 · 地理学 §9.3.14-9.3.17

帕诺佩乌斯与埃拉特亚等福基斯诸城

第 298 段,共 577 段 · 希腊语

内容简介

记述了帕诺佩乌斯、阿内莫雷亚、埃拉特亚、帕拉波塔米奥伊等福基斯各城市的地理特征、神话背景及其军事战略重要性。最后,提到了曾将洛克里斯分割开的福基斯城市达夫努斯,并结束了对福基斯地区的描述。

§9.3.14Πανοπεὺς δʼ ὁ νῦν Φανοτεύς, ὅμορος τοῖς περὶ Λεβάδειαν τόποις, ἡ τοῦ Ἐπειοῦ πατρίς.
现在的法诺特乌斯,即以前的帕诺佩乌斯,与莱瓦迪亚附近的地区接壤,是埃培俄斯的故乡。
καὶ τὰ περὶ τὸν Τιτυὸν δὲ ἐνταῦθα μυθεύουσιν.
关于提堤俄斯的神话也是在这里流传的。
Ὅμηρος δέ φησιν ὅτι οἱ Φαίηκες τὸν Ῥαδάμανθυν εἰς Εὔβοιαν ἤγαγον, ὀψόμενον Τιτυὸν γαιήϊον υἱόν.
荷马说,斐阿基亚人把拉达曼迪斯带到埃维亚,去见大地的儿子提堤俄斯:“去见大地的儿子提堤俄斯。
καὶ Ἐλάριόν τι σπήλαιον ἀπὸ τῆς Τιτυοῦ μητρὸς Ἐλάρας δείκνυται κατὰ τὴν νῆσον καὶ ἡρῷον τοῦ Τιτυοῦ καὶ τιμαί τινες.
”在该岛上有一处名为埃拉里翁的洞穴,因提堤俄斯的母亲埃拉拉而得名,那里还有提堤俄斯的英雄祠堂和某些崇拜。
πλησίον δὲ Λεβαδείας καὶ ἡ Τραχίν, ὁμώνυμος τῇ Οἰταίᾳ, Φωκικὴ πολίχνη· οἱ δʼ ἐνοικοῦντες Τραχίνιοι λέγονται.
在莱瓦迪亚附近还有特拉克斯,这是一个福基斯的小城镇,与俄伊塔的特拉克斯同名;其居民被称为特拉克斯人。
§9.3.15ἡ δʼ Ἀνεμώρεια ὠνόμασται ἀπὸ τοῦ συμβαίνοντος πάθους· καταιγίζει γὰρ εἰς αὐτὴν ὁ καλούμενος Κατοπτήριος χῶρος, κρημνός τις ἀπὸ τοῦ Παρνασσοῦ διήκων·
阿内莫雷亚是根据那里发生的自然现象命名的;因为被称为卡托普特里乌斯的地方,即从帕纳索斯山延伸出来的一处悬崖,向该地吹下暴风。
ὅριον δʼ ἦν ὁ τόπος οὗτος Δελφῶν τε καὶ Φωκέων, ἡνίκα ἀπέστησαν τοὺς Δελφοὺς ἀπὸ τοῦ κοινοῦ συστήματος τῶν Φωκέων Λακεδαιμόνιοι καὶ ἐπέτρεψαν καθʼ αὑτοὺς πολιτεύεσθαι·
当拉克代蒙人将德尔斐人从福基斯的共同联盟中分离出来,并允许他们独立实行自治时,这个地方是德尔斐人和福基斯人之间的边界。
τινὲς δὲ Ἀνεμώλειαν καλοῦσιν.
有些人称其为阿内莫莱亚。
εἶθʼ Ὑάμπολις (Ὕα μετὰ ταῦτα ἐκλήθη ὑπό τινων), εἰς ἣν ἐκ Βοιωτίας ἐκπεσεῖν ἔφαμεν τοὺς Ὕαντας· ἔστι δʼ ἐν τῇ μεσογαίᾳ μάλιστα καὶ αὕτη, πλησίον τῶν Παραποταμίων, ἑτέρα οὖσα τῆς ἐν τῷ Παρνασσῷ Ὑαμπεί, καὶ Ἐλάτεια ἡ μεγίστη πόλις τῶν Φωκικῶν, ἣν Ὅμηρος μὲν οὐκ οἶδε (νεωτέρα γάρ ἐστι τῆς ἡλικίας ἐκείνου), ἐπικαιρίως δʼ ἵδρυται πρὸς τὰς ἐκ τῆς Θετταλίας εἰσβολάς.
然后是许安波利斯(后来被一些人称为许阿),我们曾说过许安忒斯人从玻俄提亚逃到了那里;它也位于非常内陆的地方,靠近帕拉波塔米奥伊,与帕纳索斯山上的许安培亚不同。 埃拉特亚是福基斯最大的城市,荷马并不知晓它(因为它晚于他的时代),它在防御来自色萨利的入侵方面地理位置非常优越。
δηλοῖ δὲ τὴν εὐφυΐαν ταύτην καὶ Δημοσθένης, φράζων τὸν θόρυβον τὸν γενηθέντα Ἀθήνησιν αἰφνιδίως, ἐπειδὴ ἧκέ τις ἀπαγγέλλων ὡς τοὺς πρυτάνεις ὡς Ἐλάτεια κατείληπται.
德莫斯梯尼也说明了这种优越的地理位置,他描述了当有人前来向五十人团报告埃拉特亚已被占领时,雅典突然发生的混乱。
§9.3.16Παραποτάμιοι δʼ εἰσὶ κατοικία τις ἐπὶ τῷ Κηφισσῷ ἱδρυμένη πλησίον Φανοτεῦσι καὶ Χαιρωνεῦσι καὶ Ἐλατείᾳ.
帕拉波塔米奥伊是建立在基菲索斯河畔的一个定居点,靠近法诺特乌斯、凯罗尼亚和埃拉特亚。
φησὶ δὲ Θεόπομπος τὸν τόπον τοῦτον διέχειν τῆς μὲν Χαιρωνείας ὅσον τετταράκοντα σταδίους, διορίζειν δὲ τοὺς Ἀμβρυσέας καὶ Πανοπέας καὶ Δαυλιέας· κεῖσθαι δʼ ἐπὶ τῆς ἐμβολῆς τῆς ἐκ Βοιωτίας εἰς Φωκέας ἐν λόφῳ μετρίως ὑψηλῷ, μεταξὺ τοῦ τε Παρνασσοῦ καὶ τοῦ ρους πενταστάδιον σχεδόν τι ἀπολειπόντων ἀνρίον, διαιρεῖν δὲ τὸν Κηφισσὸν στενὴν ἑκατέρωθεν διδόντα πάροδον, τὰς μὲν ἀρχὰς ἐκ Λιλαίας ἔχοντα Φωκικῆς πόλεως (καθάπερ καὶ Ὅμηρός φησιν οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισσοῖο ), εἰς δὲ τὴν Κωπαΐδα λίμνην ἐκδιδόντα·
狄奥彭波斯说,这个地方距离凯罗尼亚大约四十斯塔迪翁,隔开了阿姆布里索斯人、帕诺佩乌斯人和达乌利斯人;它坐落在从玻俄提亚进入福基斯入口处的一座中等高度的山丘上,位于帕纳索斯山与哈迪利翁山之间,两者相距大约五斯塔迪翁,基菲索斯河将它们分开,在两边留出狭窄的通道,该河发源于福基斯城市利莱亚(正如荷马所说:“那些占有基菲索斯河源头旁的利莱亚的人”),并注入科帕伊斯湖。
τὸ δὲ Ἁδύλιον παρατείνειν ἐφʼ ἑξήκοντα σταδίους μέχρι τοῦ Ἀκοντίου, ἐφʼ ᾧ κεῖται ὁ Ὀρχομενός.
哈迪利翁山延伸六十斯塔迪翁,直到阿孔蒂翁,奥尔霍梅诺斯就坐落在那里。
καὶ Ἡσίοδος δʼ ἐπὶ πλέον περὶ τοῦ ποταμοῦ λέγει καὶ τῆς ῥύσεως, ὡς διʼ ὅλης ῥέοι τῆς Φωκίδος σκολιῶς καὶ δρακοντοειδῶς παρὲκ Πανοπῆα διὰ Γλήχωνά τʼ ἐρυμνὴν καί τε διʼ Ὀρχομενοῦ εἱλιγμένος εἶσι δράκων ὥς.
赫西俄德也较详细地谈到了这条河及其流向,说它弯弯曲曲地像蛇一样流经整个福基斯:“绕过帕诺佩乌斯,穿过坚固的格莱孔,盘绕穿过奥尔霍梅诺斯,像蛇一样前行。
τὰ δὲ στενὰ τὰ περὶ τοὺς Παραποταμίους ἢ τὴν Παραποταμίαν (λέγεται γὰρ ἀμφοτέρως) περιμάχητα ὑπῆρξεν ἐν τμῳ, μίαν ἐχόντων ταύτην ἐμβολὴν·
”围绕帕拉波塔米奥伊或帕拉波塔米亚(两种称呼皆有)的峡谷在福基斯战争中是争夺的焦点,因为这是从玻俄提亚入侵福基斯的人唯一的入口。
ἔστι δὲ Κηφισσὸς ὅ τε Φωκικὸς καὶ ὁ Ἀθήνησι καὶ ὁ ἐν Σαλαμῖνι, τέταρτος δὲ καὶ πέμπτος ὁ ἐν Σικυῶνι καὶ ὁ ἐν Σκύρῳ, ἐν Ἀπολλωνίᾳ δὲ τῇ πρὸς Ἐπιδάμνῳ πηγή ἐστι κατὰ τὸ γυμνάσιον, ἣν καλοῦσι Κηφισσόν.
基菲索斯河有福基斯的、雅典的、萨拉米斯的一条,第四条和第五条在西库翁和斯基罗斯;在靠近埃皮达姆诺斯的小阿波罗尼亚,体育馆附近有一处泉水,他们称之为基菲索斯。
§9.3.17Δαφνοῦς δὲ νῦν μὲν κατέσκαπται· ἦν δέ ποτε τῆς Φωκίδος πόλις ἁπτομένη τῆς Εὐβοϊκῆς θαλάττης, διαιροῦσα τοὺς Ἐπικνημιδίους Λοκρούς, τοὺς μὲν ἐπὶ τὸ πρὸς Βοιω Φωκίδα τὴν ἀπὸ θαλάττης καθήκ.
达夫努斯现在已被夷为平地;但它曾经是福基斯的一座城市,濒临埃维亚海,将东洛克里斯人(埃皮克内米迪人)分开,使福基斯从海边向下延伸到面向玻俄提亚的一侧。
τεκμήριον δὲ τὸ ἐν αὐτῷ Σχεδιεῖον, ὅ φασιν εἶναι τάφον Σχεδίου.
其证据是那里的斯克迪埃翁,据说那是斯克迪俄斯的坟墓。
ται δὲ ὁ Δαφνοῦς ἐφʼ ἑκάτερα τὴν Λοκρίδα ε μηδαμοῦ ἅπτεσθαι ἀλλήλων τούς τʼ Ἐπικνημιὺς Ὀπουντίους· ὕστερον δὲ προσωρίσθη τοῖς πος.
达夫努斯在两边切断了洛克里斯,使得埃皮克内米迪人和奥蓬蒂人完全不相接;但后来它被划归给洛克里斯人。
περὶ μὲν δὴ τῆς Φωκίδος ἀπόχρη.
关于福基斯,这些就足够了。

词汇与语法注释

  1. 9.3.14ὀψόμενον — 未来分词表示目的,“为了看望”或“为了会见”,说明拉达曼迪斯前往埃维亚的目的。
  2. 9.3.15ἀπέστησαν — 动词 ἀφίστημι 的第三人称复数弱不定过去时主动式,意为“使……脱离”或“使……叛离”。这里指斯巴达人将德尔斐人从福基斯同盟中剥离出来的历史事件。
  3. 9.3.16πενταστάδιον σχεδόν τι ἀπολειπόντων ἀνρίον — 传抄文本存在残损,`ἀνρίον` 通常被校订为 `ἀλλήλων`(即 `ἀλλήλων`,或 `ἀλλήλων διάστημα` 的一部分)。属格复数分词 `ἀπολειπόντων` 与前文的帕纳索斯山和哈迪利翁山两项相呼应。
  4. 9.3.17τοὺς μὲν ἐπὶ τὸ πρὸς Βοιω — 手稿在此处存在严重的残损(lacuna)。从上下文来看,这里描述了达夫努斯这座城市如何将洛克里斯分为两部分,而自身则将福基斯的领土从海边延伸到面向玻俄提亚的一侧,但关键的语法要素已经缺失。

引用这一段

斯特拉波, 地理学 §9.3.14-9.3.17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.3.14-9.3.17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。