§9.2.32τὸ δʼ οὕτω ῥηθέν
οἵ θʼ ὑπὸ Θήβας εἶχον
οἱ μὲν δέχονται πολείδιόν τι Ὑποθήβας καλούμενον, οἱ δὲ τὰς Ποτνίας· τὰς γὰρ Θήβας ἐκλελεῖφθαι διὰ τὴν τῶν Ἐπιγόνων στρατείαν καὶ μὴ μετασχεῖν τοῦ Τρωικοῦ πολέμου·
至于这样一句话: “以及那些占有下底比斯的人,” 有些人认为是指一个被称为“下底比斯”(许波底比斯)的小城镇,而另一些人则认为是指波特尼亚伊;因为他们说,由于后裔(埃皮戈诺伊)的远征,底比斯已被废弃,没有参加特洛伊战争。
οἱ δὲ μετασχεῖν μὲν οἰκεῖν δὲ ὑπὸ τῇ Καδμείᾳ τότε ἐν τοῖς ἐπιπέδοις χωρίοις μετὰ τὴν τῶν Ἐπιγόνων ἄφοδον, τὴν Καδμείαν ἀδυνατοῦντας ἀνακτίσαι· ἐπεὶ δὲ ἡ Καδμεία ἐκαλεῖτο Θῆβαι, ὑπὸ Θήβας εἰπεῖν ἀντὶ τοῦ ὑπὸ τῇ Καδμείᾳ οἰκοῦντας τὸν ποιητὴν τοὺς τότε Θηβαίους.
但另一些人则说,他们确实参加了,但在后裔们撤退后,因为无法重建卡德梅亚,当时便居住在卡德梅亚下方的平坦地区;而既然卡德梅亚被称为底比斯,诗人便用“下底比斯”来代替“当时居住在卡德梅亚下方的底比斯人”。
§9.2.33Ὀγχηστὸς δʼ ἐστίν, ὅπου τὸ Ἀμφικτυονικὸν συνήγετο ἐν τῇ Ἁλιαρτίᾳ πρὸς τῇ Κωπαΐδι λίμνῃ καὶ τῷ Τηνερικῷ πεδίῳ, ἐν ὕψει κείμενος ψιλός, ἔχων Ποσειδῶνος ἱερὸν καὶ αὐτὸ ψιλόν.
温凯斯托斯是近邻同盟(阿姆菲克堤翁)会议曾集会的地方,位于哈利亚尔托斯领地内,靠近科派斯湖和特内里科斯平原;它坐落在高处,没有树木,并有一座波塞冬的神殿,该神殿本身也是光秃无树的。
οἱ δὲ ποιηταὶ κοσμοῦσιν, ἄλση καλοῦντες τὰ ἱερὰ πάντα κἂν ᾖ ψιλά·
但诗人们加以修饰,将所有的圣所都称为“圣林”,即便那些地方并无树木。
τοιοῦτόν ἐστι καὶ τὸ τοῦ Πινδάρου περὶ τοῦ Ἀπόλλωνος λεγόμενον
"
νηθεὶς ἐπῄει
γᾶν τε καὶ θάλασσαν, καὶ σκοπιαῖσιν ς ὀρέων ὕπερ ἔστα,
καὶ μύλους δινάσατο βαλλό κρηπῖδας ἀλσέων.
品达关于阿波罗的以下说法也是如此: “[诞生后]他行经陆地与海洋,立于群山之瞭望所上,投掷、旋转,奠立了圣林的基石。
"
οὐκ εὖ δʼ ὁ Ἀλκαῖος, ὥσπερ τὸ τοῦ ποταμοῦ ὄνομα παρέτρεψε τοῦ Κουαρίου, οὕτω καὶ τοῦ Ὀγχηστοῦ κατέψευσται πρὸς ταῖς ἐσχατιαῖς τοῦ Ἑλικῶνος αὐτὸν τιθείς· ὁ δʼ ἐστὶν ἄπωθεν ἱκανῶς τούτου τοῦ ὄρους.
” 而阿尔卡埃乌斯做得很不妥;正如他歪曲了库阿里奥斯河的名字一样,他也对温凯斯托斯说谎,将其置于赫利孔山的边缘,然而它离这座山其实相当遥远。
§9.2.34τὸ δὲ Τηνερικὸν πεδίον ἀπὸ Τηνέρου προσηγόρευται μυθεύεται δʼ Ἀπόλλωνος υἱὸς ἐκ Μελίας, προφήτης τοῦ μαντείου κατὰ τὸ Πτῷον ὄρος, ὅ φησιν εἶναι τρικόρυφον ὁ αὐτὸς ποιητής
"
καί ποτε τὸν τρικάρανον Πτωίου κευθμῶνα κατέσχεθε·
特内里科斯平原是以特内罗斯命名的,在神话中,他是阿波罗与梅利亚之子,也是普托翁山神谕所的预言者。 对于这座山,同一位诗人[品达]说它是三峰的: “曾经他占领了普托伊奥斯那三头的隐秘所。
"
καὶ τὸν Τήνερον καλεῖ
"
ναοπόλον μάντιν δαπέδοισιν ὁμοκλέα.
” 他还称特内罗斯为: “侍奉神殿的预言者,与这片土地同名者。
"
ὑπέρκειται δὲ τὸ Πτῷον τοῦ Τηνερικοῦ πεδίου καὶ τῆς Κωπαΐδος λίμνης πρὸς Ἀκραιφίῳ· Θηβαίων δʼ ἦν τό τε μαντεῖον καὶ τὸ ὄρος·
” 普托翁山高耸于特内里科斯平原和科派斯湖之上,靠近阿克赖菲翁;神谕所和这座山都属于底比斯人。
τὸ δʼ Ἀκραίφιον καὶ αὐτὸ κεῖται ἐν ὕψει.
阿克赖菲翁本身也位于高处。
φασὶ δὲ τοῦτο καλεῖσθαι Ἄρνην ὑπὸ τοῦ ποιητοῦ, ὁμώνυμον τῇ Θετταλικῇ.
他们说,这就是诗人所称的“阿耳涅”,与色萨利的那座同名。
§9.2.35οἱ δέ φασι καὶ τὴν Ἄρνην ὑπὸ τῆς λίμνης καταποθῆναι καὶ τὴν Μίδειαν.
另一些人则说,阿耳涅和米德亚都被湖水吞没了。
Ζηνόδοτος δὲ γράφων
οἳ δὲ πολυστάφυλον Ἄσκρην ἔχον,
οὐκ ἔοικεν ἐντυχόντι τοῖς ὑπὸ Ἡσιόδου περὶ τῆς πατρίδος λεχθεῖσι καὶ τοῖς ὑπʼ Εὐδόξου πολὺ χείρω λέγοντος περὶ τῆς Ἄσκρης.
而芝诺多托斯写道: “以及那些占有葡萄茂密之阿斯克拉的人,” 他似乎没有读过赫西俄德关于自己家乡的论述,也没有读过对阿斯克拉评价要糟糕得多的欧多克索斯的文字。
πῶς γὰρ ἄν τις πολυστάφυλον τὴν τοιαύτην ὑπὸ τοῦ ποιητοῦ λέγεσθαι πιστεύσειεν;
因为谁能相信这样一个地方会被诗人称为“葡萄茂密”呢?
οὐκ εὖ δὲ οὐδὲ οἱ Τάρνην ἀντὶ τῆς Ἄρνης γράφοντες· οὐδὲ γὰρ μία δείκνυται Τάρνη παρὰ τοῖς Βοιωτοῖς, ἐν δὲ Λυδοῖς ἐστιν, ἧς καὶ Ὅμηρος μέμνηται
Ἰδομενεὺς δʼ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.
那些用“塔尔内”代替“阿耳涅”来书写的人也是不对的;因为在波奥蒂亚人中没有一处被称为塔尔内的地方,它其实在吕底亚,荷马也曾提及它: “随后伊多墨纽斯杀死了迈欧尼亚人波洛斯之子排斯托斯,他来自肥沃的塔尔内。
λοιπαὶ δʼ εἰσὶ τῶν μὲν περικειμένων τῇ λίμνῃ αἵ τε Ἀλαλκομεναὶ καὶ τὸ Τιλφώσσιον, τῶν δʼ ἄλλων Χαιρώνεια καὶ Λεβάδεια καὶ Λεῦκτρα, περὶ ὧν ἄξιον μνησθῆναι.
” 在环绕湖泊的定居点中,剩下的有阿拉尔科梅奈和蒂尔福西翁,而其他的定居点中,值得提及的有凯罗尼亚、莱巴德亚和留克特拉。
§9.2.36Ἀλαλκομενῶν τοίνυν μέμνηται ὁ ποιητής, ἀλλʼ οὐκ ἐν καταλόγῳ
Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηὶς Ἀθήνη.
至于阿拉尔科梅奈,诗人确实提及了,但并非在《船名表》中: “阿尔戈斯的赫拉,以及阿拉尔科梅内斯的阿西娜。
ἔχει δʼ ἀρχαῖον ἱερὸν Ἀθηνᾶς σφόδρα τιμώμενον, καί φασί γε τὴν θεὸν γεγενῆσθαι ἐνθάδε, καθάπερ καὶ τὴν Ἥραν ἐν Ἄργει, καὶ διὰ τοῦτο τὸν ποιητὴν ὡς ἀπὸ πατρίδων τούτων ἀμφοτέρας οὕτως ὀνομάσαι.
” 此地有一座极受尊崇的阿西娜的古老神殿,甚至据说女神便诞生于此,正如赫拉诞生于阿尔戈斯一样;因此,诗人将这两处地方作为她们的故乡,而如此称呼两人。
διὰ τοῦτο δʼ ἴσως οὐδʼ ἐν τῷ καταλόγῳ μέμνηται τῶν ἐνταῦθα ἀνδρῶν, ἐπειδὴ ἱεροὶ ὄντες παρεῖντο τῆς στρατείας.
也正因为这个原因,或许《船名表》中并没有提及这里的男子,因为他们作为神圣之人被免于远征。
καὶ γὰρ καὶ ἀπόρθητος ἀεὶ διετέλεσεν ἡ πόλις, οὔτε μεγάλη οὖσα οὔτʼ ἐν εὐερκεῖ χωρίῳ κειμένη, ἀλλʼ ἐν πεδίῳ·
事实上,这座城市虽然既不大,也不坐落在易守难攻的地方,而是位于平原上,却始终未被攻破。
τὴν δὲ θεὸν σεβόμενοι πάντες ἀπείχοντο πάσης βίας, ὥστε καὶ Θηβαῖοι κατὰ τὴν τῶν Ἐπιγόνων στρατείαν ἐκλιπόντες τὴν πόλιν ἐκεῖσε λέγονται καταφεύγειν καὶ εἰς τὸ ὑπερκείμενον ὄρος ἐρυμνὸν τὸ Τιλφώσσιον, ὑφʼ ᾧ Τιλφῶσσα κρήνη καὶ τὸ τοῦ Τειρεσίου μνῆμα ἐκεῖ τελευτήσαντος κατὰ τὴν φυγήν.
所有人都出于对女神的敬畏而避免一切暴力,以至于底比斯人在后裔(埃皮戈诺伊)远征时,据说在离弃了自己的城市后,便逃往了那里以及其上方耸立的险峻的蒂尔福西翁山。 在山下有蒂尔福萨泉,以及在逃亡中死于该地的泰雷西阿斯的坟墓。